Opuscula psychologica, theologica, daemonologica

 μετὰ τὴν κρίσιν τῶν νοημάτων ἀκριβὴς διάγνωσις ὡς ἂν τύχῃ ὄντα τὰ νοήματα, εἴτε καλῶς εἴτε καὶ ἄλλως ἔχοντα· φαντασία δὲ ἡ τοῦ φανέντος νοήματος ἔνδει

 ἐκκειμένοις ἡμῖν ὅροις τοὺς ἐπιτρίτους λόγους εἴς τε τοὺς ἐπογδόους καὶ τὰ λείμματα διελεῖν, μέχρι τούτων ἂν ἔστημεν. νῦν δέ (οὐ γὰρ οἷόν τε) δι' ἄλλη

 σχίσας, μέσην πρὸς μέσην ἑκατέραν ἀλλήλαις οἷον χῖ προσβαλὼν κατέκαμψεν εἰς κύκλον, συνάψας 7 αὐταῖς τε καὶ ἀλλήλαις ἐν τῷ καταντικρὺ τῆς προσβολῆς, κ

 ἀριστερά, ἢ μᾶλλον τὸ μὲν νοῦ, τὸ δὲ ψυχῆς εἰκών. ἐπ' αὐτῆς δὲ τῆς ψυχῆς τὸ μὲν δεξιόν ἐστι τὸ πρὸς τὰ νοητὰ ἐστραμμένον, τὸ δὲ ἀριστερὸν τὸ πρὸς ἐπιμ

 πρὸς τὴν ἐξήγησιν τῆς Πλατωνικῆς ψυχογονίας, τοῦτο δή σοι νῦν ὥσπερ τι χρέος διαλυόμεθα. τὸ γὰρ «κατὰ τὴν τοῦ διπλασίου καὶ τριπλασίου διάστασιν» εἰρη

 καὶ ἐξηγήσεως. καὶ ἔστιν ἐπιστολὴ ἐμὴ ἐν τοῖς ἐμοῖς κειμένη βιβλίοις τὸν ἐν τοῖς ῥητοῖς ἀνιχνεύσασα νοῦν καὶ ἐξακριβώσασα. οὐδὲν δὲ χεῖρον καὶ αὖθις π

 ἄρχων συνωρίδος ἡνιοχεῖ· εἶτα τῶν 14 ἵππων ὁ μὲν αὐτοῦ καλός τε καὶ ἀγαθὸς καὶ ἐκ τοιούτων, ὁ δ' ἐξ ἐναντίων τε καὶ ἐναντίος.» καὶ αὖθις· «ψυχὴ πᾶσα π

 σῶμα ἔκ τινος τῶν ὁρώντων, ὡς ἀποτείνεσθαι αὐτὸ μέχρι τῶν ἄστρων δύνασθαι. βέλτιον δέ, φησίν, ἦν τοῦ λέγειν τῷ ἐκπεμφθέντι ἐκ τῆς ὄψεως φωτὶ ἐκτὸς γεν

 δι' ἣν οὐκ ἐκροιζεῖται εἰς τὴν ὑλικὴν ἀταξίαν, ἀλλὰ συνάπτεται τῷ θείῳ φωτί, συνέχει αὐτὴν ἐν οἰκείῳ τόπῳ καὶ ἀμιγῆ ποιεῖ πρὸς τὴν ὕλην τῷ θερμῷ πνεύμ

 γνώσεως. Ἔστιν γάρ τι νοητόν, ὃ χρή σε νοεῖν νόου ἄνθει. διττὸν δέ φησι τὸ ἐν ἡμῖν ἕν· τὸ μὲν τῆς πρωτίστης ἡμῶν τῶν δυνάμεων οἷον ἄνθος, τὸ δὲ τῆς ὅλ

 συνᾴδει, ἀλλὰ πλέον παρ' αὐτοῖς τοῦ ποτίμου τὸ ἁλμυρόν. φασὶ γοῦν ὡς πᾶσα ψυχὴ ἢ θεία ἐστὶν ἢ μεταβάλλουσα ἀπὸ νοῦ εἰς ἄνοιαν ἢ μεταξὺ τούτων, ἀεὶ μὲν

 συγγνώμης ἐν τῷ μετανοεῖν ἀξιοῦσθαι. Εἰ σῶμα ἡ ψυχὴ κατά τινας τῶν παλαιῶν, τί ἐστὶ τὸ συνέχον αὐτήν; πᾶν σῶμα τριχῇ διαστατόν, οὐ μὴν καὶ ἀνάπαλιν. κ

 διάκρισιν. δύο γένη ἀέρος κατὰ τὸν Ἀριστοτέλην, τὸ ἀτμῶδες τὸ ἐκ τῆς ἀναθυμιάσεως τοῦ ὕδατος καὶ τὸ καπνῶδες τὸ ἐξ ἀποσβέσεως πυρός. τοῦτο θερμόν· ἐκε

 Πλάτωνα. οὐκ ἔστιν ἡ ἡδονὴ γένεσις· ἡ γὰρ γένεσις οὐκ ὄντων, ἡ ἡδονὴ τῶν ὄντων. καὶ γένεσις ταχεῖα καὶ βραδεῖα, οὐ μὴν καὶ ἡδονή. τῶν ἀγαθῶν τὰ μὲν ἕξ

 φυσική ἐστιν, ἡ δὲ ἕξις ἐπείσακτος καὶ διδακτή. Πρόνοιά ἐστιν ἡ ἐκ θεοῦ εἰς τὰ ὄντα γινομένη ἐπιμέλεια. Ἐπίκουρός φησι· «τὸ μακάριον καὶ ἄφθαρτον οὔτ'

 δὲ τοιαῦται δυνάμεις ἐφίενται ἁπλῶς καὶ ἀνεπαισθήτως. Τί οὖν; τρεῖς ψυχὰς ἔχομεν; λύσις· ὥσπερ ἑνωθεῖσα ἡ ψυχὴ τῷ σώματι δοκεῖ ἕν τι εἶναι, οὕτω καὶ τ

 τούτου ἀμαυρουμένου καὶ αὐταὶ ἀμαυροῦνται, ἡ ψυχὴ τούτου 34 μαραινομένου ἀκμάζει. ἔτι πᾶν ἐφίεται φυλάττειν τὸ οἰκεῖον ὑποκείμενον. εἰ ἡ ψυχὴ ἐνσώματο

 ἐντελέχειαν, ὡς ἰατροί, οἱ δὲ πρός τι, οἱ λόγον διπλάσιον ἢ ἡμιόλιον. Ἡ δύναμις εὑρίσκεται ἐν τῇ οὐσίᾳ ὡς ἐν τῷ σπέρματι ἄνθρωπος, ἐν τῷ ποσῷ ὡς οἱ πα

 περὶ τοῦ εἴδους, τῆς ὕλης καὶ τῆς αἰτίας, οἷον «τῶν οὐρανίων ὕλη οὐ τὰ τέτταρα στοιχεῖα, ἀλλὰ καὶ πέμπτον τι σφαιρικόν, ὡς πολυχωρητότατον ἢ διὰ τὸ πρ

 ὡς ἐπιστήμην (ἡ γὰρ ἐπιστήμη μετάβασίς ἐστιν ἐξ ὡρισμένων εἰς ὡρισμένα· διὰ τοῦτο καὶ ἐπιστήμη ὡς ἐπὶ στάσιν ἄγουσα τὸν νοῦν καὶ μὴ ἀοριστίαν)· τὴν τρ

 τοῦτο, καὶ γὰρ καὶ ἡ σὰρξ κάτω κινεῖται καὶ οὐδέν τι τῶν στοιχείων ἐστίν. ἀπορία· ἀλλ' οὐχὶ ἡ ὕλη, ἤγουν τὸ στοιχεῖον, ψυχή, ἀλλὰ τὸ εἶδος τὸ ἐπιγινόμ

 οἱ ὁρισμοὶ ἀρχὴν τὰ γενικώτατα, τέλος τὰ εἰδικώτατα. εἰ γοῦν ταῦτα πεπερασμένα, καὶ οἱ ὁρισμοὶ οἱ περὶ ταῦτα καταγινόμενοι. Ἡ ἁρμονία προϋποκειμένων τ

 καὶ κατ' ἄλλο καὶ ἄλλο μόριον ἐνεργεῖ. δοκεῖ ὡς μία οὖσα ταῦτα ἐνεργεῖ. εἰ γὰρ διῄρηται, ἀνάγκη τὰ μόρια ἢ διακεκριμένα εἶναι ἢ ἡνωμένα. εἰ διακέκριτα

 λοιπά, αὕτη δὲ περὶ θερμὸν καὶ μαλακόν, βαρὺ καὶ κοῦφον, μανὸν καὶ πυκνόν, καὶ πολλὰς ἀντιθέσεις. Ἐν τοῖς ἀνθρώποις αἴτιον τῆς κατὰ τόπον κινήσεως νοῦ

 τρέφεταί {ὅ} ἐστι διττόν· ἢ ὡς Ὕλῃ ἢ ὡς ὀργάνῳ. καὶ τὸ ὄργανον διττόν· ἢ κινοῦν καὶ κινούμενον, ὡς τὸ ἔμφυτον θερμὸν κινούμενον ἀπὸ τῆς θρεπτικῆς δυνά

 ζῳδίων ἴσον ἐστὶ διαστήματι. Τὸ φῶς οὐ σῶμά ἐστιν. εἰ γὰρ ἦν σῶμα, πῶς οἷόν τε ἦν ἀθρόαν ἔχειν κίνησιν, ὥστε ἅμα τὸν ἥλιον ὑπὲρ τὸν ὁρίζοντα γενέσθαι,

 εἰσπομπὴν βλέπομεν τῶν εἰδῶν τῶν ὁρωμένων εἰσερχομένων τῇ ὄψει, τὸ διάστημα τοῦ μεταξὺ ἀέρος πῶς βλέπομεν; λύσις· οὐχὶ ὡς ἐνέργειαι τῶν ὁρωμένων μέχρι

 σφοδρᾷ συμπτώσει. ἐν τοῖς μαλακοῖς οὐ γίνεται ψόφος, ὅτι θρύπτεται ὁ ἀὴρ ἐν τοῖς πόροις τούτων καὶ διαλύεται ὡς ἐν τοῖς σπόγγοις. ἐν τοῖς μὴ λείοις κ[

 βόμβον ὃς διαπορθμεύεται πάλιν ἐπὶ τὴν αἴσθησιν. ἄλλοι λέγουσιν ὡς ὁ γινόμενος μετὰ τὴν ἔμφραξιν τοῖς ὠσὶ ψόφος τοῦ ἔξωθέν ἐστιν ἀέρος συναπειλημμένος

 γοῦν ἰχθύες ταύτην μὴ ἔχοντες διὰ τῶν βραγχίων καταψύχονται. τὰ ἔχοντα ἀρτηρίαν ἔχουσι καὶ πνεύμονα. οἱ ἰχθύες οὔτε ταῦτα ἔχει οὔτε καρδίαν. Τετραχῶς

 αἰσθητήρια τῆς ἁφῆς, δῆλον· πᾶν γὰρ αἰσθητήριον καὶ κεχωρισμένον καὶ ἐγνωσμένον. Τὰς αἰσθήσεις καὶ μίαν ἑκάστην λέγει Ἀριστοτέλης καὶ πολλὰς ὡς συμμερ

 Ἀριστοτέλης ἐν τῷ Περὶ ψυχῆς· εἰ ἔλιπεν αἴσθησις, ἔλιπεν ἂν καὶ αἰσθητήριον. ἀλλὰ μὴν τὸ δεύτερον οὐκ ἔστιν οὐδὲ τὸ πρῶτον. ἡ αἴσθησις καὶ αἰσθητήριον

 προστιθέασί τινες καὶ ἕκτην τὴν προσεκτικήν, οἷον λέγει ἄνθρωπος «ἐγὼ ἐνόησα, ἐγὼ διενοήθην, ἐγὼ ἐδόξασα». τούτῳ τῷ μέρει προστιθέασι καὶ τὰς ἐνεργεία

 εἰπεῖν δέκα δυνάμεθα, οὐ μὴν καὶ δοξάσαι, ὥστε ἡ δόξα οὐκ ἐφ' ἡμῖν. ἀλλ' οὐδ' ὅσα θέλομεν φανταζόμεθα· βλέπομεν γὰρ νυκτὸς ἃ οὐ θέλομεν, ὥστε αὕτη δια

 ἐπὶ τῶν παίδων, ὁ καθ' ἕξιν, καὶ <ὁ> ἐνεργείᾳ ὡς ὁ κυβερνῶν τὰ πάντα ἢ ὁ θύραθεν εἰσιών. Πᾶσαν ψυχὴν ὁ Πλάτων λέγει τόπον εἰδῶν καὶ ἐνεργείᾳ, ὁ Ἀριστο

 θεωρητικὸς πρὸς τὸν πρακτικόν. ἀναλογεῖ δὲ ὁ θεωρητικὸς ὄψει διακριτικῇ εἰδῶν, ὁ δὲ πρακτικὸς ὄψει μὴ μόνον γινωσκούσῃ τὰ εἴδη, ἀλλὰ καὶ σφετεριζομένῃ

 ὄργανα. ἔτι ἐν νυκτὶ μᾶλλ[ον ἐν]εργεῖ ἡ θρεπτική, οὐδόλως δὲ ἡ κινητική. ἀπορία· ἡ φυτικὴ ποιεῖ τὴν κατὰ τόπον κίνησιν, τὰ φυτὰ οὐ κινοῦνται ὡς μὴ ἔχο

 ἁπλούστερα, ἢ μᾶλλον τὰ ἐνυπάρχοντα τῷ πράγματι, εἰς ἃ καὶ διαιρεῖται τὸ πρᾶγμα, ἃ καὶ κυρ[ίως] αὐτοῦ στοιχεῖα προσαγορεύεται. φημὶ οὖν ὡς, εἰ μὲν τὰς

 αἰνίττεται ὡς μὴ συμπληρούμενον ἀπ' ἀμφοτέρων τῶν μιχθέντων, ἀλλ' ἐν τῇ συνόδῳ τῆς ψυχῆς καὶ τοῦ σώματος ἀπεργασθέν, οὐκ αὐτῆς ἐπιδούσης ἑαυτὴν τῷ σώμ

 μύσας τὰς αἰσθήσεις, ὥστε ἀγνώστως γνῶναι τὴν ὑπερφυῆ τοῦ ὄντος οὐσίαν. ἐχρῆν γὰρ κατὰ τὰς αὐτῶν δόξας πρακτικὸν μὲν τὸν φιλόσοφον γεγονότα τοιόνδε ἀμ

 συγγνώσεται καὶ αὐτὸς τῷ αὐτοῦ φοιτητῇ τῆς δο78 κούσης πρὸς ἐκεῖνον ἐναντιώσεως· καὶ ἥξουσιν ἡμῖν ἐνταῦθα πάλιν μαρτυρήσοντες ἄλλοι, ὁ φιλόσοφος Πρόκλ

 αὐξανόμενον καὶ φθίνειν πέφυκε, πάντως τῷ ἑτέρῳ συμφυῶς συναυξανόμενον καὶ συμφθίνειν ἀναγκαῖον αὐτῷ· δι' ὃ γὰρ πάντως αὖξον εἶχε τὴν αὔξησιν, διὰ τοῦ

 ἐπίδειξιν, οὕτω καὶ ἡ τῷ νηπιώδει σώματι καὶ ἀτελεστέρῳ ψυχὴ εἴπερ ἐν ἑτέρῳ τελείῳ γένοιτο τελείαν ἂν παραυτίκα καὶ τὴν ἐνέργειαν ἐπεδείξατο. ὁπηνίκα

 τῷ λόγῳ χρήσομαι. Ἐν τίνι τὴν ἀρετὴν ἐμπεφυκέναι φατέ; ἢ αὖθις ἐπιβεβλῆσθαι τῇ ἀειδεῖ φύσει καὶ ἀσωμάτῳ καὶ ἀσυνθέτῳ, ἢ τῇ συγκειμένῃ καὶ σαρκίνῃ καὶ

 Πορφύριος δὲ συνῳδὰ τούτῳ πεφιλοσόφηκε. περὶ γὰρ ψυχῆς διαλαμβάνων φησίν· «ὥσπερ οἱ ἀγρυπνητικοὶ αὐτῷ τῷ θέλειν καθεύδειν ἐπιτηροῦντες τὸ καθεύδειν τὸ

 ἀποβεβλήκασι; Ταῦτ' ἴσως ἡμῖν ἐρεσχελήσουσιν οἱ τῷ ἐναντίῳ συνιστάμενοι δόγματι. ἱστῷ δὲ ἀράχνης ἡ ἀντίθεσις αὐτῶν ἔοικεν, ἣ καὶ τάχιστα τῇ ἐπαφῇ τοῦ

 συνθήματα παρὰ τοῦ πρώτου πατρὸς λαβεῖν, οὔτε δὲ πολλῶν κόλπων αὐτὰς κεκτῆσθαι πληρώματα, οὔτε τῶν σωμάτων προεστηκέναι καὶ πίπτειν ἐνταῦθα ἀτονούσας

 τάς τε Σιβυλλείους καὶ τὰς Ὀρφικὰς καὶ καθ' ἃς οἵ τε Βηρύτειοι Ταῦροι γεγόνασι καὶ Ἀμοῦς ὁ Αἰγύπτιος, Σωκράτεις τε καὶ Πλάτωνες (τούτων γὰρ δὴ τὰς ψυχ

 δέσεων ὑφ' ὧν συνεδέθησαν καὶ μετὰ ταῦτα πρὸς τὸν νοῦν ἀνανεύουσαι τῷ θεῷ προσεγγίσουσι. καὶ εἰ μὴ λόγος ἄλλως ὁ περὶ τῆς Σιβύλλης λεγόμενος, ὅτι τὴν

 ἐμπρόσθιον ἔχει; τί οὖν οἴεσθε; ἐν τηλικούτῳ μεγέθει σκιδνάμενον ἐντεῦθεν αὐτῷ καὶ τὸ φρόνημα χαῦνον καὶ ἀσθενὲς καὶ θήλεια ἀτεχνῶς ἡ ψυχή. ὥσπερ γὰρ

 τῶν τῇδε τινὸς μνημονεύσειεν. ὅσαι δὲ τῶν ψυχῶν ταπεινοτέραις ἀπεκληρώθησαν λήξεσι καὶ οὐχ ὅλος ὁ νοῦς αὐταῖς ἀφήρπασται, ἀλλ' ἐκ μέρους ἡ ἀναγωγὴ γέγ

 μὴ παντάπασιν τὴν τοῦ ὀφθαλμοῦ ἀναλογίαν ἐπὶ τῆς ψυχῆς ἀπωθώμεθα, ὁ μὲν ἀκριβεστέρα τις οὐσία τῆς ψυχῆς ἔστω τε καὶ λεγέσθω· τὴν δὲ ἐκεῖθεν ἐνδιδομένη

 Ὁ τῆς εἰσκρίσεως τῶν ψυχῶν τρόπος, ὣς δὲ καὶ τῆς ἐντεῦθεν τούτων ἀπολύσεως ἢ διαιρέσεως, ἀπορώτατα ἄμφω ἢ δυσδιάλυτα· τῆς τε γὰρ πρώτης συζυγίας τοῦ κ

 δὲ παρὰ τῶν τοιούτων δυνάμεων ἡ ψυχὴ ἄγεται ὥσπερ ἑτεροκίνητόν τι εἶδος πρὸς ὅ τι τύχοι τοῖς ἄγουσιν ἐφελκόμενον, ἀλλὰ τότε μᾶλλον τῇ ψυχῇ διαλάμπει τ

 τὸ μὲν γὰρ κατὰ λόγον, αὐτόθεν καὶ ἡ γνῶσις πρόχειρος, τὸ δὲ παρὰ λόγον, ὅτι τοιαύτην ἔλαχε φύσιν· οὔτε γοῦν τῷ θυμικῷ μέρει τῆς ψυχῆς κακὸν τὸ θυμοῦσ

 θηρίων, ἀλλ' ἡ ὕλη ἴσως ἣν οὐκ ὂν ὁ λόγος ἀπέδειξεν. ἀναστήσεται οὖν τὰ ἡμέτερα σώματα καὶ οὐδὲν ἔσται τὸ κωλῦον διὰ τὸ μὴ ὡρισμένην τὴν ἐν αὐτοῖς ὕλη

 πρὸς ἐκεῖνο συναρμόττων καὶ συγκολλῶν διὰ τῆς καταλλήλου ἀναλογίας, οὐκ ἐμβιβάζων εἰς οὐδὲν τῶν ζῴων τὴν λογικὴν οὐσίαν καὶ νοεράν· οὐ γὰρ οὗτος ὁ τοῦ

 μόνων ἀπογεννῶνται δυνάμεων, διὰ ταῦτα τὰς ἄλλας ἀφέντες εἰς ταύτας μόνον τὴν τῆς ψυχῆς οὐσίαν διεῖλον. Εἰ δὲ ἐπιζητεῖς εἰ καὶ ἀπολυθεῖσα ψυχὴ τοῦ σώμ

 τετάρταις ἐστίν, ὅταν τις ταύτας καὶ ἐν τῇ τρίτῃ τάξει θεωροίη τῶν νοερῶν ἀρετῶν καὶ ἐν τῇ τετάρτῃ τῶν παραδειγματικῶν, εἴποι μοι δ' ἂν αὐτὸς καὶ ἐν τ

 καὶ οὕτω τὴν Πλατωνικὴν γνώμην ἐφερμηνεύοντες, οὔ μοι δὲ δοκοῦσι κατειληφέναι τῆς ἐκείνου δόξης τὸ ἀκριβές. ἐγὼ δὲ εἴ τι πλέον σοι τῶν εἰρημένων ἐξακρ

 καὶ μηδενὸς διείργοντος ἀναγκαῖον τὸ μὲν κοσμηθῆναι, τὸ δὲ κοσμῆσαι· καὶ τὸ μὲν κοσμηθὲν ἔχει τὸ εἶδος μεμερισμένον, ἀλλαχοῦ ἄνθρωπον καὶ ἀλλαχοῦ ἥλιο

 ἐν ἐκείνοις σκληρὸν καὶ ἀντίτυπον, διωμάλισται παρ' ἐμοί. τὰ δὲ ἐντεῦθεν ἐκείνοις μόνοις ἀναθετέον· περὶ γὰρ τῆς τοῦ ὁρωμένου κόσμου δημιουργίας εἰπεῖ

 πρόεισιν ἀπ' αὐτῆς καὶ ἐπιστρέφει πρὸς αὐτήν.» εἶτα δὴ τὸν τόπον ἐκ διαιρέσεως ἐπεργάζεται. εἰ γὰρ μένοι μόνον, οὐδὲν διοίσει τῆς αἰτίας, ἀδιάκριτον ὄ

 ἡμετέροις λογίοις οὔτε ὅλη ψυχὴ οὔτε τις ὅλη φύσις παρὰ τὰς μερικὰς δεδογμάτι1 σται. παραιτοῦμαι γοῦν τουτὶ τὸ κεφάλαιον ὡς Ἑλληνικώτερον ἢ ἀληθέστερο

 τῇ ἐνεργείᾳ, ἔπειτα καὶ ἡ οὐσία κατ' αὐτὴν τελειοῦται καὶ ἐν ἀλλήλοις ταῦτα κατὰ μίαν ἕστηκεν ἐνεργείαν. τὴν δημιουργικὴν γὰρ αἰτίαν ἀναιρεῖ ὁ μὴ φρόν

 ἔχον ζωὴν κατὰ νοῦν καὶ λόγον ἐνεργουμένην· ὁ δὲ ψυχικὸς κατὰ λόγον ἀφοριζόμενος 124 καὶ ψυχῶν μεριστῶν ἐπιμελούμενος· ὁ δὲ φυσικὸς κατὰ λόγον μὲν ἀφο

 αὐτὰς αἰκιζόμενοι. εἰσὶ δέ, φασί, καὶ ἐν γῇ θεῖοι δαίμονες καὶ ἐν τῷ ἀέρι, προστάται τῶν ἐκεῖ ζῴων, καὶ <ἐν> ὕδατι, διὰ πάντων τῶν ὑπὸ σελήνην διήκοντ

 βιωτικῆς συγχύσεως ὑπερτέραν ποίησον, ἀλλ', εἰ δυνατόν, μηδὲ αὐτὸ τὸ σῶμα ὅπερ ἠμφίεσαι καὶ ὅπερ σκύβαλόν ἐστι τῆς ὕλης, τοῦτ' ἔστι πρᾶγμά τι ἀπερριμμ

 ὑπὸ σὴν φρένα βάλλου· οὐ γὰρ ἀληθείης φυτὸν ἐν χθονί»· τοῦτ' ἔστι· μηδὲ τὰ μεγάλα μέτρα τῆς γῆς πολυπραγμόνει τῇ σῇ φρενί, ὥσπερ οἱ γεωγράφοι ποιοῦσι

 Γρηγόριος λόγῳ καὶ θεωρίᾳ τὴν ψυχὴν ἀνάγει πρὸς τὰ θειότερα· λόγῳ τῷ καθ' ἡμᾶς τῷ νοερωτέρῳ καὶ κρείττονι, θεωρίᾳ τῇ ὑπὲρ ἡμᾶς ἐλλάμψει. ὁ δέ γε Πλάτω

 οὐρανοῦ καὶ τῶν ἀστέρων ἡ τοιαύτη λεοντοῦχος πηγή, ἀλλὰ τὸ ἡγεμονικὸν τῆς ἰδίας ὑπάρξεως ἀποκρύπτει τὴν θεωρίαν αὐτῶν. Χαλδαϊκὸν λόγιον. πάντοθεν ἀπλά

 πολλάκις φαινόμεναι φαντασίαν τινὸς ἀγαθότητος πρὸς τὸν τελούμενον ὑποκρίνονται. Χαλδαϊκὸν λόγιον. ψυχὴ μερόπων θεὸν ἄγξει ἐς αὑτήν, οὐδὲν θνητὸν ἔχου

 δύνανται. ὅθεν πᾶν ὃ λέγουσι καὶ δεικνύουσι ψευδές ἐστι καὶ ἀνυπόστατον· μορφωτικῶς γὰρ τὰ ὄντα γινώσκουσιν· τὸ δὲ τῶν μελλόντων ἑνιαίως γνωστικὸν ἀμε

 καὶ φόβος ἡ δι' οἰκονομίαν ἐπίσχεσις τῆς πρὸς ἡμᾶς αὐτοῦ ἀγαθότητος. Χαλδαϊκὸν λόγιον. ὁ πατὴρ ἑαυτὸν ἥρπασεν, οὐδ' ἐν ἑῇ δυνάμει νοερᾷ κλείσας ἴδιον

 κατέχονται πάθεσι. δεῖ οὖν καὶ ταύτας τὸ μέρος τυχεῖν τῆς ὅλης δίκης καὶ ἀναπλησθείσας διὰ τὴν φυσικὴν συγγένειαν τῶν μιασμάτων καθαρθῆναι πάλιν ἐξ αὐ

 γὰρ καὶ τοῦ σεμνύνεσθαι ὑψηλότερον καὶ τοῦ ἐκφωνεῖσθαι καὶ τοῦ ἐννοεῖσθαι. Χαλδαϊκὸν λόγιον. αἳ ἴυγγες νοούμεναι πατρόθεν νοέουσι καὶ αὐταί, βουλαῖς ἀ

 ἄγνωστον ῥητοῦ καὶ ἀρρήτου συνθήματος. καταβιβάζουσι δὲ τὴν ψυχὴν 148 πολλάκις ἐν τῷ κόσμῳ δι' αἰτίας πολλάς, ἢ διὰ πτερορρύησιν ἢ διὰ βούλησιν πατρικ

 ἀληθείας καὶ ἔρωτος. μεθ' ἅς εἰσιν αἱ δημιουργικαὶ πηγαί, ὥσπερ ἡ τῶν ἰδεῶν, καθ' ἣν σχῆμα καὶ ὄγκον ἔχει καὶ εἶδος καὶ ζωὴν ἰδίαν ὁ κόσμος καὶ τὰ ἐν

 συγκλείοντα πρὸς ἑαυτὴν τὴν τριάδα· καλοῦσι δὲ ταύτας καὶ νοητάς. μεθ' ἃς ἄλλον διάκοσμον τῶν νοητῶν ἅμα καὶ νοερῶν, τριχῇ καὶ τοῦτον διῃρημένον, εἰς

 δύνοντι, τὸν δὲ βόθυνον ἄρτι μεσουρανήσαντι. Οὕτω δὲ καὶ τοῦ ἥπατος ἀποδιελόντες τὸν ὑμένα ἠρέμα, [ὃς ὑπ]ὸ τοῦ περιτοναίου τῷ σπλάγχνῳ ἐπίκειται, τῆς

 μόρια τῆς φιλοσοφίας ἐστὶν ἀναγκαῖον. κατά τε γὰρ τὴν ἠθικὴν φιλοσοφίαν ἀνάγκη προσλαμβάνειν, ὡς οὐ πάντα ἐστὶ καὶ γίνεται ἐξ ἀνάγκης, ἀλλ' ἔστι τινὰ

 εἴδησιν καὶ ὁρᾷ οὐκ αὐτὰς μόνον τὰς οὐσίας, ἀλλὰ καὶ τὰς δυνάμεις αὐτῶν καὶ τὰς ἐνεργείας τάς τε κατὰ φύσιν καὶ τὰς παρὰ φύσιν, ὅπερ παρὰ φύσιν συνῆλθ

 ἐκτήσατο. ᾔδει γὰρ καὶ πρὸ γεννήσεως ἀμφοῖν ὁ θεὸς ὡς ὁ μὲν ἀγαθὸς ἔσοιτο, ὁ δὲ ἀποβαίη κακός· ἡ δὲ γνῶσις αὕτη ὅρος ἑκάστῳ τῶν ἐναντίων ἕξεων ἀμετάθε

 ἀπὸ τοῦ γινώσκοντος, εἰλεῖται δὲ περὶ τὸ γινωσκόμενον καὶ ὡμοίωται τῷ γινώσκοντι. ὁποῖόν τι λέγω· ἄλλη ψυχῆς γνῶσις καὶ ἄλλη νοῦ καὶ ἄλλη θεοῦ· ἡ μὲν

 πλάττουσιν. ἦν γάρ τις κἀμοὶ ἀνθρωπίσκος, ἀγενὴς μὲν τὴν ψυχήν, λογοποιὸς δὲ οὐχ ἥκιστα· τούτῳ γοῦν οὐ νυκτὸς μόνον, ἀλλὰ καὶ ἡμέρας τὰ τοιαῦτα παρυφί

αὐξανόμενον καὶ φθίνειν πέφυκε, πάντως τῷ ἑτέρῳ συμφυῶς συναυξανόμενον καὶ συμφθίνειν ἀναγκαῖον αὐτῷ· δι' ὃ γὰρ πάντως αὖξον εἶχε τὴν αὔξησιν, διὰ τοῦτο φθίνον ἕξει τὴν φύσιν ἀκόλουθον· ἀλλὰ μὴν ἐν γήρᾳ τοῦ σώματος φθίνοντος ἡ τῆς ψυχῆς λαμπροτέρα διαφαίνεται δύναμις, διὸ καὶ τῶν νέων οἱ γέροντες συνετώτεροι. εἰ δὲ καὶ φθίνειν ἢ συμφθίνειν φαῖεν τῷ σώματι τὴν ψυχήν, ἀτόποις ἄτοπα προσυφαίνοντες καὶ ἀεὶ ἀτοπώτερα λέγοντες, ταὐτόν μοι δοκοῦσι τοῖς κρημνιζομένοις παθεῖν· ὡς γὰρ ἐκεῖνοι ἅπαξ ἀπωσθέντες καὶ ὀλισθήσαντες ἐπὶ τὸ κάτω καὶ τὸ κοιλότερον ἀεὶ καταφέρονται καὶ οὐ δύνανται στῆναι τῆς ἐπὶ τὸ κάτω φορᾶς καὶ κινήσεως, οὕτως οὗτοι τἀληθοῦς ἀποπεπτωκότες ψευδῆ ψευδέσι προσπερονῶσι καὶ ἀδυνάτοις συγγομφοῦσιν ἀδύνατα καὶ ἀεὶ ἀδυνατώτερα τῶν προτέρων κενολογοῦσιν. ὅπερ καὶ νῦν οὐχ ἧττον πεπόνθασι συμφθίνειν τῷ σώματι τὴν ψυχὴν συγχωρήσαντες. πᾶν γὰρ τὸ φθίνον ἢ δι' ἄλλο ἢ δι' αὑτὸ ἀνάγκη φθαρῆναί ποτε, οὐκ ἄρα ἄφθαρτος κατ' αὐτοὺς ἡ ψυχή. ὁρᾷς ᾗ προήχθημεν ἀτοπίας τῷ καλῷ τούτῳ συνεπόμενοι δόγματι; 80 Ἀλλὰ τοῦτο μὲν μετὰ τοῦ ψεύδους μὴ καὶ καταγέλαστον ᾖ· ὁ μέντοι Νύσσης Γρηγόριος τὸ τῆς αὐξήσεως ῥῆμα λαμβάνων ἐπὶ ψυχῆς τοῖς παρέργως τὰ ἐκείνου σκοποῦσι πρόσκομμα γίνεται. ἵν' οὖν καὶ τοῦτο διαλύσωμεν, ἴσθι ὅτι ἀντὶ τῆς ἐκφάνσεως τὴν αὔξησιν εἴρηκεν ὁ πατήρ. αὐτός τε γὰρ ἑρμηνεύει τοῦτο σαφῶς ὑποκατιών, εἰ τοῖς λόγοις προσέχοιμεν (συνεκφαίνεσθαι γὰρ τὰς ὑποκεκρυμμένας λέγει τῆς ψυχῆς ἐνεργείας αὐξανομένῳ καὶ τελειουμένῳ τῷ σώματι), καὶ ἡ τῆς αὐξήσεως ἀτοπία τοῦτο δίδωσιν ἐννοεῖν. μὴ τοίνυν δείσῃς, ὦ σοφὲ σύ, ὅτι μὴ τὰ βρέφη τὰ αὐτὰ τοῖς τελείοις ἐνεργεῖν ἔχοιεν· οὐδὲ γὰρ διὰ τὸ τῆς ψυχῆς, ἀλλὰ διὰ τὸ τοῦ σώματος ἀτελές. εἰ γὰρ ἐν νόσοις καὶ μέθαις πολλάκις ἀχρεῖον καὶ μετὰ τὴν τελείωσιν γίνεται τὸ σῶμα καὶ οὐδεὶς ἐπὶ τὴν ψυχὴν μετάγει τότε καὶ μετατίθησι τὸ περὶ τὴν ἐνέργειαν πλημμελές, μηδὲ πρὸ τῆς τελειώσεως τούτου τὴν ψυχὴν αἰτιώμεθα. εἰ δὲ καὶ ὁ θεσπέσιος Πλάτων φησίν «οἱ πολὺ γήρως ἀπακμάζουσι καὶ τῷ νῷ» καὶ οὐκ ἐᾷ τὸ σῶμα παρέντας ἡμᾶς ἐκεῖθεν τὸν λῆρον ψηφίζεσθαι, διὰ τίνα λόγον ἐπὶ τῶν νηπιωδῶν σωμάτων αἰτιασόμεθα τὴν ψυχήν; νῦν μὲν γὰρ οὔπω τὸ ὄργανον ἐπιτήδειον· εἰ οὖν νῦν ἐνταῦθα ταύτην χρῆναί τις λέγοι τὴν αἰτίαν ἀποδιδόναι τῆς ἀτελοῦς ἐνεργείας ἢ πλημμελοῦς, λέγω δὴ τὴν ἀτέλειαν τῆς ψυχῆς, τὸν αὐτὸν αἰτιολογείτω καὶ τότε τρόπον καὶ τὴν ψυχὴν εὐθυνέτω τὸ σῶμα παρείς, εἴ τίς που τοιοῦτος εἴη οἷος οὐκ ἀναίτιον μόνον καθ' Ὅμηρον αἰτιάσασθαι, ἀλλὰ καὶ ἀπολύειν αἰτίας τὸν αἴτιον· εἰ δὲ μὴ ἐκεῖ τότε, μηδὲ ἐνταῦθα νῦν. ἡμεῖς δὲ ἄρα κἂν εἰ τυφλόν τινα ἢ χωλὸν ἢ ἄλλως ἀκίνητον θεασώμεθα, οὕτως ἔχομεν εὐηθείας ὡς μηδὲ τὴν ὀπτικὴν πεπονθέναι δύναμιν λέγειν ἢ τὴν κινητικήν, ἀλλὰ τὸ αἰσθητήριον καὶ τοὺς πόδας καὶ τὰ αἰσθητικὰ νεῦρα καὶ τὰ κινητικά; οὐδὲ ἐπὶ τῶν φαύλως ὀσμωμένων τὴν ὀσφραντικὴν κακίζομεν δύναμιν, τὴν ῥῖνα καὶ τὸ ἰσθμοειδὲς ὀστοῦν ἀφέντες, εἰ μὴ μεθύομεν. σοὶ δὲ εἴ τις παρειστήκει κιθαρῳδὸς εὖ μάλα τὸ ἔργον καὶ τοὺς νόμους τῆς τέχνης ἠκριβωκώς, κιθάρα δὲ ἐκείνῳ ἢ οὐ παρῆν ἢ οὐκ ἐπιτηδεία παρῆν, ἆρ' ἂν τὴν ὀργανικὴν κακίαν ἐπὶ τὸν τεχνίτην μετῆγες καὶ τὸν κιθαρῳδόν; ἢ εἴ τις ἱππικῆς μὲν ἄκρως εἰδήμων εἴη, ἔτι δὲ ἁπαλῷ τινὶ πώλῳ καὶ νεάζοντι χρῷτο καὶ μὴ δύναιτο τὴν τοῦ ἱππέως ἐνέργειαν ἐνεργεῖν, ἀλλὰ παρειμένος τὴν ἡλικίαν καὶ τὸν 81 χρόνον διατρίβοι τὴν ἱππηλασίαν οὐκ ἐνδεικνύμενος, μῶν ὅταν ἴδῃς αὐξημένου τοῦ πώλου τοῦτον ἱππεύοντα, συναυξηθῆναι φαίης καὶ τὴν ἱππικὴν ἐκείνῳ τέχνην καὶ δύναμιν; οὐκ ἔγωγε οἶμαι. κατὰ τὰ αὐτὰ δὴ ταῦτα ὄργανόν ἐστι τῆς ψυχῆς τὸ σῶμα, κἂν συμπέφυκέ τε καὶ ἀεὶ ταύτης ἐξήρτηται. ὥσπερ οὖν εἴ τις τῷ ἱππεῖ τε καὶ τῷ κιθαρῳδῷ τῷ μὲν τέλειον ἵππον, τῷ δὲ κιθάραν ἔδωκε φέρων εὖ ἔχουσαν, οὐδὲν ἦν ἔτ' ἐμποδὼν αὐτοῖς εἰς