1

 2

 3

 4

 5

 6

 7

 8

 9

9

ἄνθρωπος, ἐπεὶ καὶ ψυχὴ καὶ σῶμα» . Καὶ πάλιν λέγομεν· Θεὸς ὁ πατὴρ καὶ θεὸς ὁ υἱὸς καὶ θεὸς τὸ πνεῦμα τὸ ἅγιον καὶ ἄνθρωπος ὁ Πέτρος καὶ ἄνθρωπος ὁ Παῦλος. 51 Ὑπόστασίς ἐστιν ὁ δεῖνα καὶ ὁ δεῖνα, Πέτρος καὶ ὁ Παῦλος, καὶ οὐκ ἔστιν ὁ Πέτρος Παῦλος οὐδὲ ὁ Παῦλος Πέτρος, ἀλλὰ ἄλλος καὶ ἄλλος καὶ δύο καὶ οὐχ εἷς, κἂν κοινωνῶσι μιᾶς φύσεως, οὐδὲ Πέτρος καὶ Ἀνδρέας ἐστὶν εἷς, ἀλλὰ δύο, κἂν κοινωνῶσι μιᾶς φύσεως καὶ τοῦ αὐτοῦ πατρὸς καὶ τῆς αὐτῆς μητρὸς καὶ τῆς αὐτῆς χάριτος καὶ ἀξίας· οὐδὲν γὰρ δύναται ἕνα υἱὸν ποιῆσαι εἰ μὴ τὸ ταυτὸν τῆς ὑποστάσεως. 52 Ὥσπερ οὐσία καὶ φύσις ταυτόν ἐστι παρὰ τοῖς ἁγίοις πατράσιν, οὕτω καὶ ὑπόστασις καὶ πρόσωπον ταυτόν ἐστι. 53 Μιᾶς φύσεως ὁ μονογενὴς καὶ προαιώνιος υἱὸς τοῦ θεοῦ καὶ ὁ υἱὸς τῆς παρθένου ἢ δύο; Μιᾶς ὑποστάσεως ἢ δύο; Μία θέλησις θεότητος καὶ ἀνθρωπότητος ἢ δύο, ἄλλη καὶ ἄλλη; Μία ἐνέργεια θεότητος καὶ ἀνθρωπότητος ἢ δύο, ἄλλη καὶ ἄλλη; Φυσικὴ υἱότης καὶ κατὰ χάριν υἱότης μία ἐστὶν ἢ ἄλλη καὶ ἄλλη; ∆οῦλος τοῦ θεοῦ ὁ υἱὸς τῆς παρθένου; ∆ουλεία καὶ δεσποτεία μία ἀξία ἢ ἄλλη καὶ ἄλλη; Εἰς τὸ πρόσωπον τοῦ μονογενοῦς καὶ προαιωνίου υἱοῦ ἐνέπτυσαν, ἀλλ' εἰς ποῖον πρόσωπον; Ὅτε ὁ Γαβριὴλ ἀπεστάλη καὶ ἐκ προσώπου τοῦ θεοῦ διελέγετο τῇ παρθένῳ, ἓν πρόσωπον ἦν αὐτοῦ καὶ τοῦ θεοῦ; Εἰ ἄλλη καὶ ἄλλη φύσις καὶ ἄλλη καὶ ἄλλη θέλησις καὶ ἄλλη καὶ ἄλλη ἐνέργεια καὶ ἄλλη καὶ ἄλλη ὑπόστασις καὶ ἄλλη <καὶ ἄλλη> υἱότης καὶ ἄλλη <καὶ ἄλλη> ἀξία καὶ ἄλλο καὶ ἄλλο πρόσωπον, πῶς οὐ δύο υἱοί; 54 Χρὴ ταῦτα πάντως φυλάξαι· Ἀπαθῆ τὴν θεότητα καὶ ἄτρεπτον, ἐπὶ τοῦ θεοῦ τρεῖς προσκυνουμένας ὑποστάσεις καὶ εἰς τριάδα πιστεύειν καὶ βαπτίζεσθαι καὶ μὴ λατρεύειν τῇ κτίσει καὶ φυλάξαι σύμφωνον τὴν ἁγίαν γραφὴν τήν τε παλαιὰν καὶ τὴν καινήν.