1

 2

 3

 4

 5

 6

 7

 8

 9

6

29 Λέγει γὰρ ἡ γραφή, ὅτι « σπέρματος Ἀβραὰμ ἐπελάβετο» καὶ ὅτι « ἐκ σπέρματος ∆αυὶδ τὸ κατὰ σάρκα» , καὶ « υἱὸς ∆αυίδ, υἱὸς Ἀβραάμ» , ὅτι ἐκ τοῦ Ἀβραμιαίου γένους ἦν ἡ παρθένος καὶ ἐκ σπέρματος ∆αυὶδ καὶ ἡ ἐξ αὐτῆς ὑπὸ τοῦ λόγου προσληφθεῖσα σάρξ, καὶ ὅτι τῆς ἡμετέρας φύσεως ἦν ἡ σὰρξ καὶ οὐχ ὁμοούσιος τῷ πατρὶ οὐδὲ οὐρανόθεν κατῆλθε· τὸ δὲ « ὁ λόγος σὰρξ ἐγένετο» , ὅτι αὐτὸς ἐγένετο τῇ σαρκὶ ὑπόστασις καὶ μία ἐστὶν ὑπόστασις· τὸ δὲ « ἐσκήνωσεν ἐν ἡμῖν» , ἵνα δείξῃ τὸ διάφορον καὶ ἄτρεπτον τῶν φύσεων· ἑτέρα γὰρ φύσις τοῦ σκηνοῦντος καὶ ἑτέρα τοῦ σκηνώματος. Προσλαμβάνεται γὰρ καὶ ἡ σπορὰ σῶμα ἐκ τῶν αἱμάτων τῆς γυναικός, καὶ ἑτέρα μὲν ὑπόστασις <σπορᾶς, ἑτέρα δὲ ὑπόστασις> γυναικὸς καὶ τὰ αἵματα τῆς ὑποστάσεως τῆς γυναικός, ἀλλ' οὐ δύο σώματα οὐδὲ δύο ὑποστάσεις τῆς σπορᾶς καὶ τοῦ ἐκ τῆς γυναικὸς ὑπὸ τῆς σπορᾶς προσληφθέντος σώματος, ἀλλ' ἓν σῶμα καὶ μία ὑπόστασις ἐν δυσὶ φύσεσι ψυχῆς τε καὶ σώματος. Οὕτω καὶ ὁ υἱὸς τοῦ θεοῦ τελεία ἦν ὑπόστασις καί, εἰ προσελάβετο ἐκ τῆς ἁγίας παρθένου σάρκα ἐμψυχωμένην, οὐ δύο ὑποστάσεις, ἀλλὰ μία ὑπόστασις ἐν δυσὶ φύσεσιν· ὅπερ γὰρ ἐκεῖ φυσικῶς, τοῦτο ὧδε ὑπὲρ φύσιν καὶ ἔννοιαν. 30 Οὕτω θεὸς ὁ Χριστός. ∆ιὸ καὶ θεοτόκος ἡ τοῦτον τεκοῦσα παρθένος. Ἡ γὰρ θεὸν τεκοῦσα δικαίως ἂν καὶ θεοτόκος καλοῖτο, οὐχ ὡς θεὸν γυμνὸν τεκοῦσα οὐδ' ὡς τῆς θεότητος τοῦ μονογενοῦς ἐξ αὐτῆς τὴν ἀρχὴν ἐχούσης, ἀλλ' ὡς θεὸν ἐξ αὐτῆς σαρκωθέντα κυήσασα· εἰ γὰρ μὴ ἡ τεκοῦσα θεοτόκος, οὐδὲ ὁ τεχθεὶς θεός. Οὐ γὰρ μετὰ τὸ γεννηθῆναι ἐξ αὐτῆς γέγονε θεός, ἀλλὰ θεὸς ὢν ἐξ αὐτῆς ἐσαρκώθη καὶ ἐγεννήθη θεὸς σεσαρκωμένος. 31 Χριστοτόκοι μὲν γὰρ καὶ ἄλλαι. Καὶ γὰρ Ἱερεμίας ἐκ κοιλίας μητρὸς ἐχρίσθη καὶ ἡγιάσθη, καὶ Ἰωάννης ἐκ κοιλίας μητρὸς ἐπλήσθη πνεύματος ἁγίου, καὶ πάντες δὲ προφῆται καὶ ἱερεῖς καὶ βασιλεῖς χριστοὶ κυρίου καὶ πάντες οἱ χριστιανοὶ χριστοί. « Ἐξῆλθες γὰρ εἰς σωτηρίαν λαοῦ σου τοῦ σῶσαι τοὺς χριστούς σου.» Θεοτόκος γὰρ ἄλλη οὔτε ἐγένετο οὔτε ἐστὶν οὔτε ἔσται. ∆ικαίως οὖν καὶ ἀξίως κληθείη θεοτόκος ἡ μόνη τὸν ὄντως ὄντα θεὸν καὶ υἱὸν θεοῦ σεσαρκωμένον κυήσασα. 32 Ὑπόστασις ἀπρόσωπος οὐκ ἔστιν. Εἰ οὖν δύο ὑποστάσεις, πάντως καὶ δύο πρόσωπα, εἰ καὶ οἰκειοῦνται τὰς ἀλλήλων πράξεις καὶ πάθη. 33 Εἰ μίαν φύσιν τοῦ Χριστοῦ τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος αὐτοῦ λέξομεν, σύγχυσιν καὶ τροπὴν τῶν φύσεων αὐτοῦ ἐνάγομεν καὶ πάθος τῆς θείας κατηγορήσομεν φύσεως. Εἰ δὲ δύο φύσεις τοῦ Χριστοῦ εἴπομεν, ἀσύγχυτον τὴν ἕνωσιν φυλάττομεν καὶ τὸ θεῖον ἀπαθὲς καὶ ἄτρεπτον. Καὶ ἐὰν εἴπωμεν δύο ὑποστάσεις, δύο υἱοὺς εἰσάγομεν καὶ τετράδα ὑποστάσεων προσκυνήσομεν, καὶ ἔσται τετρὰς ἡ τριάς, κἂν θέλωμεν καὶ μὴ θέλωμεν· εἰ γὰρ ἀριθμήσομεν τρεῖς καὶ μίαν, ἀδύνατον μὴ εἰπεῖν τέσσαρας, καὶ τὰ ὄντα καὶ λεγόμενα ἀδύνατον μὴ ἀριθμεῖσθαι. Εἰ δὲ μίαν ὑπόστασιν τοῦ Χριστοῦ καὶ δύο εἴπομεν φύσεις, πάντα καλῶς ἔσονται, ὡς ἡ ψυχὴ λέγεται εἶναι ἐν τῷ σώματι καὶ κατοικεῖν καὶ λέγεται τὸ σῶμα ἔνδυμα τῆς ψυχῆς, καὶ οὔκ εἰσι δύο ὑποστάσεις, ἀλλὰ φύσεις μὲν δύο, μία δὲ ὑπόστασις, Πέτρος τυχὸν ἢ Παῦλος. 34 Εἰ γὰρ δύο ὑποστάσεις ὁμοούσιοι, δίδυμοι ἑνὸς πατρὸς καὶ μιᾶς μητρός, κατὰ πάντα ὅμοιαι, οὐκ ἂν λεχθεῖεν εἷς υἱός, πῶς δύο ὑποστάσεις ἑτεροούσιοι ἐξ ἄλλης καὶ ἄλλης φύσεως γεγεννημέναι εἷς γένοιντο υἱός; 35 Τί δήποτε τὸ κτίσμα συμπροσκυνεῖται τῷ κτίστῃ, εἰ οὐδὲ μιᾶς φύσεως οὐδὲ μιᾶς ὑποστάσεως; Εἰ γὰρ οὐδὲ μιᾶς φύσεως οὐδὲ μιᾶς ὑποστάσεως ὁ τοῦ θεοῦ υἱὸς καὶ ὁ υἱὸς τῆς παρθένου καθ' ἡμᾶς, πῶς εἷς οἱ δύο εἰσίν; Οὐ γὰρ Πέτρος καὶ Παῦλος, κἂν τῆς φύσεως κοινωνῶσι καὶ τῆς χάριτος καὶ τῆς ἀξίας τῆς ἀποστολικῆς, εἷς εἰσιν ἄνθρωπος ἢ εἷς ἀπόστολος. 36 Ὥσπερ ἐπὶ τῆς ἁγίας