1

 2

 3

 4

 5

 6

 7

 8

 9

2

ἰδίαν διδόναι ὑπόστασιν, ἀλλ' αἱ δύο φύσεις ἔχουσι μίαν ὑπόστασιν κοινὴν τῆς υἱότητος ἤγουν τῆς τοῦ υἱοῦ τοῦ θεοῦ-αὐτὴ γὰρ ὑπόστασις υἱὸς θεοῦ κατὰ τὴν θεότητα καὶ υἱὸς τῆς παρθένου κατὰ τὴν ἀνθρωπότητα, καὶ οὔτε ἀνυπόστατος μία ἑκάστη ἐστὶ τῶν φύσεων οὐδὲ ἑκάστη ἰδίαν ἔχει ὑπόστασιν-, καὶ ὥσπερ ἐκεῖ τὰς τρεῖς ὑποστάσεις μίαν φαμὲν φύσιν, οὕτως ὧδε τὰς δύο φύσεις μίαν ὑπόστασιν λέγομεν. 8 Ἐρώτησις· Ἔστιν ὑπόστασις ἀνούσιος; Ἐρεῖς· Οὐδαμῶς. ∆ὸςοὖν ἑκάστῃ ὑποστάσει τῆς ἁγίας τριάδος ἰδίαν οὐσίαν. Ἀλλ' οὐ δίδως. Εἰ δὲ λέγεις, ὅτι ἡ αὐτὴ φύσις τῶν τριῶν ἐστιν ὑποστάσεων, ἐρῶ κἀγώ, ὅτι, εἰ καὶ οὐκ ἔστι φύσις ἀνυπόστατος, ἡ αὐτὴ ὑπόστασίς ἐστι τῶν δύο Χριστοῦ φύσεων. 9 Ἐρώτησις· Εἰ οὐκ ἔστιν ὑπόστασις ἀπρόσωπος, δύο δὲ ὑποστάσεις ἐν τῷ Χριστῷ, ἀνάγκη καὶ δύο λέγειν πρόσωπα; 10 Ὥσπερ ὁ Πέτρος μία ἐστὶν ὑπόστασις, φύσεις δὲ δύο, ψυχὴ καὶ σῶμα, κατ' ἄλλην μὲν φύσιν νοεῖ, τουτέστι κατὰ τὴν τῆς ψυχῆς οὐσίαν, κατ' ἄλλην δὲ τέμνεται, τουτέστι κατὰ τὴν τοῦ σώματος, εἷς δέ ἐστι Πέτρος καὶ μία ὑπόστασις ἡ καὶ τοῦτο ἐνεργοῦσα κἀκεῖνο πάσχουσα, καὶ οὔτε ἡ ψυχὴ τέμνεται, εἰ καὶ ὁ Πέτρος τέμνεται, οὔτε τὸ σῶμα νοεῖ, εἰ καὶ ὁ Πέτρος νοεῖ, ἀλλ' ὁ Πέτρος νοεῖ μὲν καθὸ ψυχὴν ἔχει, τέμνεται δὲ καθὸ σῶμα, οὕτω καὶ ὁ Χριστὸς μία ὢν ὑπόστασις, ἔχων δὲ δύο φύσεις τῆς θεότητος καὶ τῆς σαρκώσεως κατὰ μὲν τὴν θεότητα αὐτοῦ ἐθαυματούργει, κατὰ δὲ τὴν ἀνθρωπότητα αὐτοῦ ἔπασχε, καὶ οὔτε ἡ θεότης αὐτοῦ ἔπασχεν οὔτε τὸ σῶμα ἐθαυματούργει, ἀλλ' ὁ εἷς Χριστός, ἡ μία ὑπόστασις, τὸ ἓν πρόσωπον, καὶ ταῦτα ἐνήργει ὡς θεὸς κἀκεῖνα ἔπασχεν ὡς ἄνθρωπος. Καὶ ὥσπερ ἐπὶ τοῦ Πέτρου ἡ μὲν ψυχὴ μεταδίδωσι τῷ σώματι ζωῆς, αἰσθήσεως, κινήσεως, τὸ δὲ σῶμα λαμβάνει, μία δέ ἐστιν ὑπόστασις τοῦ διδόντος καὶ τοῦ λαμβάνοντος, οὕτω καὶ ἐπὶ τοῦ Χριστοῦ ἡ μὲν θεότης δίδωσιν, ἡ δὲ ἀνθρωπότης λαμβάνει, μία δὲ ὑπόστασίς ἐστι τῆς διδούσης θεότητος καὶ τῆς λαμβανούσης ἀνθρωπότητος. 11 Εἰ οὖν ὁ υἱὸς τῆς παρθένου ἐγένετο υἱὸς τοῦ θεοῦ χάριτι, δύο υἱότητες, ἄλλη τοῦ φύσει καὶ ἄλλη τοῦ χάριτι, καὶ οὐχ εἷς υἱός, ἀλλὰ δύο· υἱὸς γὰρ φύσει καὶ υἱὸς χάριτι ἀδελφοὶ μὲν κληθήσονται, εἷς δὲ υἱὸς οὐκ ἂν λεχθείη ποτέ, ἐπεὶ καὶ πάντες οἱ χάριτι υἱοθετηθέντες τῷ θεῷ διὰ τοῦ βαπτίσματος εἷς ἐσμεν υἱὸς μετὰ τοῦ φύσει υἱοῦ τοῦ θεοῦ καὶ ἓν πρόσωπον. 12 Ἡμεῖς δὲ οὔ φαμεν τὸν υἱὸν τῆς παρθένου γενέσθαι υἱὸν θεοῦ οὐδὲ ὑπόστασιν τοῦ ἀνθρώπου γενέσθαι θεόν, ἀλλὰ τὸν υἱὸν τοῦ θεοῦ γενέσθαι υἱὸν τῆς παρθένου καὶ τὴν ὑπόστασιν τοῦ υἱοῦ τοῦ θεοῦ χρηματίσαι ἄνθρωπον. 13 Τὸ θεὸς ὄνομα καὶ τὸ ἄνθρωπος ὄνομα, ὁμοίως ψυχὴ καὶ σῶμα οὐχ ὑπόστασιν χαρακτηρίζει, ἀλλὰ φύσιν, εἰ καὶ ἐπὶ ὑποστάσεως λεχθῇ, οὐ τὸν ὅρον δηλοῖ τῆς ὑποστάσεως, ἀλλὰ ποίας ἐστὶν ὑπόστασις φύσεως. Θεὸς ὁ πατήρ· οὐ τὸ τῆς ὑποστάσεως ἰδίωμα δηλοῖ τὸ θεός, ἀλλὰ ποίας ἐστὶ φύσεως, τὸ δὲ πατὴρ τὸ ἰδίωμα τῆς ὑποστάσεως. Ἄνθρωπος ὁ Πέτρος· τὸ μὲν ἄνθρωπος δηλοῖ, ποίας τυγχάνει φύσεως, τὸ δὲ Πέτρος δηλοῖ κυρίως τὴν ὑπόστασιν. 14 Ὑπόστασις ἐν τῇ φύσει θεωρεῖται καὶ ἡ φύσις ἐν τῇ ὑποστάσει, καὶ κατὰ τοῦτό φαμεν ἐν τῷ Χριστῷ δύο φύσεις, θεότητα καὶ ἀνθρωπότητα, καὶ τὸν Χριστὸν ἐν δυσὶ φύσεσι, θεότητι καὶ ἀνθρωπότητι· καὶ γὰρ τὸ ὅλον ἐν τοῖς μέρεσι καὶ τὰ μέρη ἐν τῷ ὅλῳ. 15 Μέρη Πέτρου ψυχὴ καὶ σῶμα, μέρη δὲ Χριστοῦ θεότης καὶ ἀνθρωπότης. 16 Ἔθος τῇ γραφῇ, ποτὲ μὲν ἐξ ἀμφοτέρων τῶν μερῶν τὸ ὅλον ὀνομάζειν, ὡς ὁ κύριός φησι· « Φοβήθητε δὲ μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ.»