1

 2

 3

 4

 5

 6

 7

 8

 9

7

τριάδος αἱ τρεῖς ὑποστάσεις διὰ τὴν φυσικὴν ταυτότητα καὶ τὴν ἐν ἀλλήλαις περιχώρησιν εἷς θεός εἰσί τε καὶ λέγονται, οὕτως ἐπὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ αἱ δύο φύσεις διὰ τὴν ὑποστατικὴν ταυτότητα καὶ τὴν ἐν ἀλλήλαις περιχώρησιν εἷς υἱός εἰσι· τὸ γὰρ υἱὸς ὑποστάσεώς ἐστι καὶ οὐ φύσεως. Καὶ ὥσπερ ἐκεῖ μία τῶν τριῶν προσκύνησις, οὕτω καὶ ὧδε μία προσκύνησις, ἐπεί, εἰ μηδὲ μία φύσις μηδὲ μία ὑπόστασις, διὰ τί εἷς υἱὸς καὶ ἀξία μία καὶ προσκύνησις; 37 Ὥσπερ ἀνέπαφός ἐστιν ἡ πεπυρωμένη μάχαιρα οὐ διὰ τὴν οἰκείαν τοῦ σιδήρου φύσιν, ἀλλὰ διὰ τὴν καθ' ὑπόστασιν ἡνωμένην τῷ σιδήρῳ τοῦ πυρὸς φύσιν, οὕτως οὐ διὰ τὴν ἰδίαν φύσιν προσκυνεῖται ἡ σὰρξ τοῦ κυρίου, ἀλλὰ διὰ τὸ καθ' ὑπόστασιν ἡνῶσθαι τῷ θεῷ λόγῳ. 38 Εἰ δεσπότης τοῦ Χριστοῦ ὁ θεὸς λόγος, πῶς εἷς οἱ δύο; Ὁ δεσπότης γὰρ καὶ δοῦλος εἷς υἱὸς οὐκ ἂν γένοιντο. 39 Εἰ δεσπότης τοῦ Χριστοῦ ὁ θεὸς λόγος, οὐ τῆς αὐτῆς ἀξίας· οὐ γὰρ μία ἀξία δεσποτεία καὶ δουλεία. 40 Εἰ οὐ τὸ πρόσωπον τοῦ προαιωνίου καὶ μονογενοῦς ἐνεπτύσθη, οὐκοῦν ἄλλο πρόσωπον· εἰ δὲ ἄλλο καὶ ἄλλο πρόσωπον, οὐδὲ κατὰ πρόσωπον ἥνωνται. 41 Εἰ μὲν τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ ἦν τὸ πάσχον σῶμα, αὐτοῦ καὶ τὸ πάθος· εἰ δὲ ἄλλου υἱοῦ, πῶς οὐ δύο υἱοί; 42 Κατὰ πάντα κοινωνεῖ ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ ἅγιον πνεῦμα πλὴν τῆς ὑποστάσεως. Εἰ οὖν μὴ καθ' ὑπόστασιν τὴν ἕνωσιν καὶ τὴν σάρκωσιν λέγεις, καὶ τοῦ πατρὸς καὶ τοῦ ἁγίου πνεύματος ἐρεῖς τὴν σάρκωσιν. Εἰ γὰρ κατὰ χάριν καὶ ταυτοβουλίαν καὶ σχέσιν καὶ ἀγάπην εἴπομεν τὴν ἐνανθρώπησιν, καὶ τοῦ πατρὸς καὶ τοῦ πνεύματος λέξομεν τὴν ἐνανθρώπησιν· μία γὰρ θέλησις καὶ χάρις καὶ ἀγάπη πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. Εἰ δὲ κατὰ ὁμωνυμίαν, οὐδὲ πλέον ἡμῶν ἔχει· « ἔδωκε γὰρ ἡμῖν ἐξουσίαν τέκνα θεοῦ γενέσθαι» , καὶ « ἐγὼ εἶπα· Θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες.» Θεὸς δὲ καὶ ὁ πατὴρ καὶ τὸ πνεῦμα τὸ ἅγιον. 43 Εἰ δύο ὑποστάσεις, μία ἐκ πατρὸς μόνου καὶ μία ἐκ μητρὸς μόνης, οὐκ ἔσται ὁ αὐτὸς ἀπάτωρ καὶ ἀμήτωρ. 44 Εἰ ἡ κατὰ χάριν ἕνωσις ἐνανθρώπησις λέγεται, πολλάκις ἐνηνθρώπησεν ὁ θεός, εἰ καὶ πλέον καὶ ἔλαττον· ἐνοικεῖ γὰρ ἐν ἡμῖν καὶ ναὸς αὐτοῦ ἐσμεν. 45 « Τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω» , φησὶν ὁ θεός. Πῶς οὖν συνδοξασθήσεται ὁ τῆς παρθένου υἱὸς τῷ θεῷ, εἰ ἄλλης φύσεως καὶ ἄλλης ὑποστάσεως; 46 Τὰ ὁμοούσια οὐ συγκρίνονται πρὸς ἄλληλα κατ' οὐσίαν-οὐδεὶς γὰρ συγκρίνει Πέτρον καὶ Παῦλον κατ' οὐσίαν· μία γάρ ἐστιν ἡ οὐσία-, τὰ δὲ ἑτεροούσια κατ' οὐσίαν συγκρίνονται καὶ οὐ καθ' ὑπόστασιν· οὐδεὶς γὰρ λέγει, ὅτι ὁ Ἰωάννης μακρότερός ἐστι τοῦδε τοῦ ἵππου. Ἡ ψυχὴ καὶ τὸ σῶμα ἑτεροούσια μέν εἰσιν, ὁμοϋπόστατα δέ. Τὸ οὖν ἔχειν μέλη τοῦ σώματός ἐστι, τὰ δὲ αἰσθητήρια τοῦ σώματός εἰσιν, ἡ δὲ αἰσθητικὴ δύναμις τῆς ψυχῆς, καὶ οὐ διὰ τοῦτο ὑποστατικῶς διαφέρουσιν ἀλλήλων· καὶ τῷ σώματι γὰρ φυσικόν ἐστι τὸ ἔχειν μέλη καὶ αἰσθητήρια καὶ τῇ ψυχῇ ὁμοίως φυσικόν ἐστι τὸ ἔχειν τὴν αἰσθητικὴν δύναμιν καὶ ἐνεργεῖν διὰ τοῦ σώματος· ὄργανον γὰρ τῆς ψυχῆς τὸ σῶμα. Αὕτη οὖν ἡ διαφορὰ φυσική ἐστι καὶ φύσεις ἀφορίζει. Τὸ δὲ τὸν μὲν Παῦλον φαλακρὸν εἶναι, τὸν δὲ Πέτρον δασύτριχα, τὸν μὲν σιμόν, τὸν δὲ γρυπὸν <ὑποστατική ἐστι διαφορὰ καὶ ὑποστάσεις ἀφορίζει>. Τὸ <δὲ> δέχεσθαι ἐμπτύσματα καὶ ῥαπίσματα καὶ μὴ δέχεσθαι οὐκ ἀφορίζει ὑπόστασιν· πᾶσα γὰρ ἡ φύσις τῶν ἀνθρώπων δεκτική ἐστιν ἐμπτυσμάτων καὶ ῥαπισμάτων, ἡ δὲ φύσις τῆς θεότητος ἀνεπίδεκτος. Ὥστε τοῦ Χριστοῦ ἐμπτυομένου ἡ μὲν σὰρξ ἐνεπτύετο, ἡ δὲ θεότης ἀνεπίδεκτος ἦν τῶν ἐμπτυσμάτων· ὁμοίως καὶ ῥαπιζομένου καὶ πάσχοντος ἡ μὲν τῆς σαρκὸς φύσις ἐδέχετο