1

 2

 3

 4

 5

 6

 7

 8

 9

3

Ἰδοὺ ἐξ ἀμφοτέρων ὠνόμασε τὸ ὅλον, τουτέστι τὸν ἄνθρωπον. Ἀπὸ δὲ ἑνὸς τῶν μερῶν, ὥς φησιν ὁ ∆αυίδ· « Εὐλογείτω πᾶσα σὰρξ τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ» , ἵνα εἴπῃ· Πᾶς ἄνθρωπος-οὐ γὰρ σὰρξ ἐκτὸς ψυχῆς εὐλογεῖ τὸν θεόν-, καὶ « ἐν ἑβδομήκοντα ψυχαῖς κατῆλθεν Ἰακὼβ εἰς Αἴγυπτον» , καὶ « σίδηρον διῆλθεν ἡ ψυχὴ αὐτοῦ» · οὐ γὰρ δεσμεῖται ψυχὴ ἄνευ σώματος. 17 Οὕτω ποτὲ μὲν θεὸν ἡ γραφὴ τὸν Χριστόν φησι, ποτὲ δὲ ἄνθρωπον, ποτὲ δὲ καὶ θεὸν καὶ ἄνθρωπον, καὶ ποτὲ μὲν περὶ τῆς θεότητος αὐτοῦ διαλέγεται, ποτὲ δὲ περὶ τῆς ἀνθρωπότητος αὐτοῦ, ποτὲ δὲ περὶ τοῦ συναμφοτέρου. Χρὴ οὖν τὰ μὲν ὑψηλὰ νέμειν τῇ θεότητι αὐτοῦ, τὰ δὲ ταπεινὰ τῇ ἀνθρωπότητι αὐτοῦ, καὶ ταῦτα δὲ κἀκεῖνα τῇ μιᾷ ὑποστάσει. 18 Τὸ εἰπεῖν θεὸν τέλειον καὶ ἄνθρωπον τέλειον τὴν τῶν φύσεων δηλοῖ τελειότητα, οὐχ ὑποστάσεις σημαίνει. Τὸ θεὸς φύσεώς ἐστι δηλωτικόν, ὁμοίως καὶ τὸ ἄνθρωπος. Οἴδαμεν τὸν υἱὸν καὶ λόγον τοῦ θεοῦ, ὅτι ὑπόστασίς ἐστι τελεία καὶ ὅτι ἄχρονος καὶ ἀόρατος καὶ ἀκατάληπτος καὶ ἀψηλάφητος καὶ ἀπερίγραπτος καὶ ἀπαθὴς καὶ οὐχ ἅπτεται αὐτοῦ πάθος οὐδὲ ὕβρις. Καθὸ μὲν οὖν ὑπόστασίς ἐστι τελεία, ἄλλος ἐστὶ παρὰ τὸν πατέρα· ἄλλος γὰρ ὁ πατὴρ καὶ ἄλλος ὁ υἱὸς καὶ ἄλλος τὸ πνεῦμα τὸ ἅγιον, τουτέστιν ἄλλη καὶ ἄλλη ὑπόστασις, καθὼς λέγει ὁ θεολόγος Γρηγόριος· « Ἐκεῖ μὲν γὰρ ἄλλος καὶ ἄλλος, ἵνα μὴ τὰς ὑποστάσεις συγχέωμεν, οὐκ ἄλλο δὲ καὶ ἄλλο· ἓν γὰρ τὰ τρία καὶ ταυτὸν τῇ θεότητι» , τουτέστι τῇ φύσει. Θεότης γὰρ φύσεως ὄνομα καὶ οὐχ ὑποστάσεως. Τὸ δὲ προαιώνιον ἔχειν ὕπαρξιν καὶ τὸ ἀόρατον καὶ τὸ ἀκατάληπτον καὶ τὸ ἀψηλάφητον καὶ τὸ ἀπερίγραπτον καὶ τὸ ἀπαθές, τὸ δημιουργικόν, τὸ θεῖον καὶ παντοδύναμον θέλημα, ἡ παντοδύναμος ἐνέργεια, πάντα ταῦτα οὐχ ὑποστάσεώς εἰσιν, ἀλλὰ φύσεως· ὁμοίως γὰρ θεωροῦνται ἔν τε τῷ πατρὶ καὶ τῷ υἱῷ καὶ τῷ ἁγίῳ πνεύματι. Τὰ δὲ ὁμοίως θεωρούμενα ἐν πάσαις ταῖς ὁμοουσίοις ὑποστάσεσι φυσικά εἰσι, <ὑποστατικὰ δὲ> τὰ χωρίζοντα ὑπόστασιν ἀπὸ ὁμοουσίου ὑποστάσεως, οἷον τὸ ἀγέννητον τοῦ πατρὸς καὶ τὸ γεννητὸν τοῦ υἱοῦ καὶ τὸ ἐκπορευτὸν τοῦ ἁγίου πνεύματος. 19 Οἴδαμεν πάλιν, ὅτι ἡ σὰρξ τοῦ κυρίου ἔχει ὕπαρξιν χρονικὴν καὶ τὴν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγωγὴν καὶ σχῆμα καὶ μέγεθος καὶ μορφὴν καὶ μέλη καὶ περιγραφὴν καὶ ψηλάφησιν καὶ ζωὴν ἀνθρωπίνην καὶ κίνησιν καὶ αἴσθησιν καὶ τὴν ἀπὸ τόπου εἰς τόπον μετάβασιν καὶ θέλησιν ἀνθρωπίνην καὶ ἐνέργειαν ἀνθρωπίνην καὶ πεῖναν καὶ δίψαν καὶ ὕπνον καὶ λογισμὸν καὶ δειλίαν καὶ ἀγωνίαν καὶ τὸ ῥαπίζεσθαι καὶ τὸ ἐμπτύεσθαι καὶ τὸ βοηθεῖσθαι ὑπ' ἀγγέλων καὶ τὸ πάσχειν καὶ ἀποθνῄ σκειν καὶ πάντα τὰ ἀνθρώπινα. Ἀλλὰ ταῦτα πάντα φύσεώς εἰσι καὶ οὐχ ὑποστάσεως· πάντα γὰρ ταῦτα ἐν ἑκάστῃ ὑποστάσει θεωροῦνται. Οὐ γὰρ τὸ ἔχειν ῥῖνα ὑπόστασιν δηλοῖ, ἀλλὰ τὸ ἔχειν σιμὴν ῥῖνα ἢ γρυπὴν χωρίζει ἐκ τῶν ὁμοουσίων ὑποστάσεων· τὸ μὲν γὰρ ἔχειν ῥῖνα φυσικὸν ὑπάρχει πᾶσι τοῖς ἀνθρώποις, τὸ δὲ ἔχειν ῥῖνα σιμὴν ἢ γρυπὴν ὑπόστασιν καὶ πρόσωπον ἀφορίζει. Οὔτε οὖν τὰ ἀνθρώπινα ἀναγόμενα ἐπὶ τὴν θεότητα οὔτε τὰ θεῖα καταγόμενα ἐπὶ τὴν ἀνθρωπότητα, εἰ καὶ μετέσχε τῶν θείων ἡ σάρξ· μεταδοτικὴ γὰρ ἡ θεότης, οὐ μεταληπτική, μεταδίδωσι τῶν ἑαυτῆς, οὐ μεταλαμβάνει τῶν τῆς σαρκός. Οὔτε οὖν τὰ θεῖα ὑπόστασιν ἀφορίζουσιν οὔτε τὰ ἀνθρώπινα, ἀλλὰ φύσιν καὶ φύσιν σημαίνουσιν. 20 Οἴδαμεν πάλιν, ὅτι οὐδέποτε καθ' ἑαυτὴν ὑπῆρξεν ἡ σὰρξ τοῦ κυρίου οὐδὲ ἔσχεν ἀρχὴν ἢ αἰτίαν ὑπάρξεως εἰ μὴ τὸν υἱὸν καὶ λόγον τοῦ θεοῦ οὐδὲ ἐγένετο τὸ σῶμα ἐκεῖνο τὸ ἅγιον ἢ ἡ ψυχὴ ἐκείνη ἡ ἄχραντός τινος ἑτέρου εἰ μὴ τοῦ υἱοῦ τοῦ θεοῦ καὶ