1

 2

 3

 4

 5

 6

 7

 8

 9

5

ἄλλου, καὶ ὅλα τὰ τῆς ψυχῆς καὶ τὰ τοῦ σώματός μου ἐμά ἐστι καὶ οὔκ εἰσιν ἄλλου, ἀλλ' οὐδὲ τὰ τῆς ψυχῆς μου τοῦ σώματός μού εἰσιν οὐδὲ τὰ τοῦ σώματός μού εἰσι τῆς ψυχῆς μου, ἀλλ' ἡ μὲν τομὴ καὶ ῥεῦσις τοῦ σώματος καὶ οὐ τῆς ψυχῆς, τὸ δὲ λογίζεσθαι καὶ εὐσεβεῖν τῆς ψυχῆς καὶ οὐχὶ τοῦ σώματος, καὶ ταῦτα δὲ κἀκεῖνα ἐμά, ἐπειδὴ ἐγὼ τῇ μὲν ψυχῇ λογίζομαι, τῷ δὲ σώματι τέμνομαι, οὕτω καὶ ὁ θεὸς λόγος πάσχει σαρκὶ καὶ θαυματουργεῖ θεότητι, καὶ οὔτε θεότης πάσχει οὔτε ἡ φύσις τῆς σαρκὸς θαυματουργεῖ, εἰ καὶ διὰ τῆς ἀνθρωπίνης ἐνεργείας ἡ θεία ἐδείκνυτο ἐνέργεια. 26 Ἀδύνατον οὖν εἰπεῖν ἢ ἐννοῆσαι περὶ θεοῦ, εἰ μὴ ὅπερ αὐτὸς διὰ τῶν ἁγίων γραφῶν ἡμῖν ἐφανέρωσε, καὶ ἀδύνατον εἰπεῖν τῷ θεῷ· « Τί ἐποίησας οὕτως;» -» πάντα γάρ, ὅσα ἠθέλησεν ὁ κύριος, ἐποίησε» -, καὶ οὐ χρὴ λογισμοῖς ἀνθρωπίνοις λέγειν· Πῶς ἐνδέχεται τοῦτο; « Γινέσθω δὲ ὁ θεὸς ἀληθής, πᾶς δὲ ἄνθρωπος ψεύστης.» Ἐπεὶ εἰπέ μοι· Πόθεν οἴδαμεν, ὅτι ὁ θεὸς ἐποίησε τὰ πάντα; Πῶς ὁ πατὴρ ἐγέννησε τὸν υἱόν; Ἢ πῶς τὸ πνεῦμα τὸ ἅγιον οὐ γεννᾶται, ἀλλ' ἐκπορεύεται; Ἢ πῶς « ὁ λόγος σὰρξ ἐγένετο;» Ὅτι μὲν ὁ υἱὸς γεννᾶται, τὸ δὲ πνεῦμα ἐκπορεύεται, ἐκ τῆς ἁγίας γραφῆς παρελάβομεν, καὶ ὅτι « ὁ λόγος σὰρξ ἐγένετο» · πῶς δέ, οὐδεὶς οἶδεν εἰ μὴ ὁ γεννήσας πατὴρ καὶ ὁ γεννηθεὶς υἱὸς λόγος ὁ γενόμενος σὰρξ καὶ τὸ ἐκπορευόμενον ἅγιον πνεῦμα. 27 Τί τὸ ξένον μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν γενεῶν, ὅπερ οὐκ ἔγνωσαν οἱ σοφοὶ οὐδὲ οἱ ἄρχοντες τοῦ αἰῶνος τούτου, εἰ μὴ ὁ λόγος ὁ τοῦ σταυροῦ, ἡ μωρία τοῦ κηρύγματος, ὅτι ὁ θεὸς ἄνθρωπος γέγονε καὶ ἐσταυρώθη; Καὶ γὰρ Ἀβραὰμ φίλος θεοῦ καὶ ἀπέθανε, Μωσῆς νομοθέτης καὶ ἀπέθανεν, Ἡσαΐας προφήτης καὶ ἐπρίσθη, Ἱερεμίας ἐκ κοιλίας μητρὸς ἡγιάσθη καὶ εἰς βορβόρου λάκκον ἐβλήθη καὶ ἀπέθανε, καὶ Ἰωάννης ἐκ κοιλίας μητρὸς ἐπλήσθη πνεύματος ἁγίου καὶ τὴν κεφαλὴν ἀπετμήθη, καὶ οὐδὲν τούτων μωρία ἐλογίσθη, εἰ μὴ ὁ λόγος ὁ τοῦ σταυροῦ, ὅτι ὁ θεὸς ἄνθρωπος γέγονε καὶ ὁ κύριος τῆς δόξης ἐσταυρώθη. Τοῦτο παρὰ ἀνθρώποις ἄπιστον καὶ μωρὸν καὶ ἀδύνατον, ὅτι θεὸς ὡράθη καὶ ἐνεπτύσθη. Ταῦτα τοῖς πιστοῖς δύναμις θεοῦ, ὅτι πάντα, ὅσα θέλει, δύναται. Τοῦτο τὸ ξένον καὶ ἀπόρρητον μυστήριον. Εἰ γὰρ ἔγνωσαν, ὅτι θεὸς καὶ κύριος τῆς δόξης ἐστὶν ὁ τῆς παρθένου υἱός, οὐκ ἂν αὐτὸν ἐσταύρωσαν. Οὕτω καὶ ὁ ἀόρατος ὁρᾶται καὶ πάσχει ὁ ἀπαθὴς καὶ μένει οὐδὲν ἧττον ἀπαθής. Πάσχει γὰρ σαρκὸς φύσει καὶ μένει ἀπαθὴς τῇ θεότητι· ἀπαθὲς γὰρ τὸ θεῖον, κἂν ἥνωται καθ' ὑπόστασιν τῷ πάσχοντι σώματι. Χρὴ τοίνυν φυλάξαι τὴν γραφὴν σύμφωνον, καὶ ὅτι « ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν» , καὶ ὅτι υἱὸς ∆αυὶδ καὶ κύριος ∆αυὶδ καὶ υἱὸς Ἀβραάμ, καὶ ὅτι προσελάβετο σάρκα καὶ σπέρματος Ἀβραὰμ ἐπελάβετο καὶ πρὸ Ἀβραὰμ ἦν « καὶ ἄνθρωπός ἐστι, καὶ τίς γνώσεται αὐτόν;» καὶ ἀνήρ ἐστιν ὀπίσω Ἰωάννου ἐρχόμενος καὶ πρὸ Ἰωάννου ἦν, καὶ ὅτι ὁ ἄρτος τῆς ζωῆς ὁ ἐκ τοῦ οὐρανοῦ καταβαίνων ἡ σὰρξ αὐτοῦ ἐστι, καὶ ὅτι « οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς» καὶ ὁ δεύτερος Ἀδὰμ κύριος ἐξ οὐρανοῦ, καὶ ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου, ἡ φύσις ἡ ἀκούσασα· « Γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ» , κάθηται ἐπὶ θρόνου καὶ λατρεύεται ὑπὸ πάσης τῆς κτίσεως καὶ προσθήκην ἡ τριὰς οὐκ ἐδέξατο, καὶ ἐπικατάρατος πᾶς, ὃς πέποιθεν ἐπ' ἄνθρωπον. 28 Πῶς ταῦτα δύναται συμφωνεῖν, εἰ μὴ ὅτι ὁ υἱὸς καὶ λόγος τοῦ θεοῦ καὶ θεὸς κατὰ φύσιν γέγονεν υἱὸς τῆς παρθένου, ἄνθρωπος, δύο φύσεις, μία ὑπόστασις, ὁ αὐτὸς προαιώνιος καὶ πρὸ Ἀβραὰμ καὶ Ἰωάννου καὶ κύριος ∆αυίδ, ἀόρατος, ἀπαθής, ἀψηλάφητος ὡς θεός, ὁ αὐτὸς πρόσφατος γενόμενος ἄνθρωπος καὶ ὡς ἄνθρωπος ὁρατὸς ὁ αὐτός, ψηλαφητός, παθητός, ἐμπτυόμενος, τῆς θείας αὐτοῦ φύσεως οὐδενὶ τούτων ὑποπιπτούσης.