1

 2

 3

 4

 5

 6

 7

 8

 9

4

ὅλα τὰ αὐτῆς αὐτοῦ εἰσὶ καὶ αὐτοῦ λέγονται, οὐχὶ τῆς θείας αὐτοῦ φύσεως, ἀλλ', ἐπειδὴ ἡ σὰρξ αὐτοῦ ἐστι καὶ οὐχ ἑτέρου τινός, αὐτοῦ εἰσὶ καὶ λέγονται πάντα τὰ τῆς σαρκὸς αὐτοῦ. ∆ιὰ τοῦτο λέγομεν μίαν ὑπόστασιν τοῦ λόγου καὶ τῆς σαρκὸς καὶ οὐ δύο, ὅτι οὐκ ἄλλος καὶ ἄλλος, ἀλλ' εἷς. Εἰ γὰρ δύο ὑποστάσεις, ἄλλος καὶ ἄλλος-ἡ γὰρ ὑπόστασις ἄλλον ποιεῖ τὸν δεῖνα-καὶ ἐὰν ἄλλος καὶ ἄλλος, οὐκέτι εἷς, ἀλλὰ δύο υἱοί. 21 Εἷς οὖν ὁ Χριστὸς καὶ οὐ δύο. Ὑπέστη μὲν γὰρ ἡ σάρξ, καὶ ἀνένδεκτον μὴ ὑποστῆναι αὐτήν, ἀλλ' οὐ καθ' ἑαυτὴν ὑπέστη οὐδὲ ἐγένετό τινος εἰ μὴ τοῦ θεοῦ λόγου· οὐ γὰρ τὸ ὑποστῆναι ποιεῖ ὑπόστασιν καὶ ὑπόστασιν, ἀλλὰ τὸ ἕκαστον καὶ καθ' ἑαυτὸ μονομερῶς καὶ κεχωρισμένως καὶ ἰδιαιρέτως ὑποστῆναι καὶ γενέσθαι τὸν δεῖνα καὶ ἴδιον ἔχειν πρόσωπον. 22 Οὐ λέγομεν μὴ ἔχειν τὴν σάρκα τοῦ κυρίου ὑπόστασιν ἢ πρόσωπον-ἀδύνατον γὰρ μὴ ἔχειν-, ἀλλὰ λέγομεν μὴ ἔχειν αὐτὴν ἄλλην ὑπόστασιν ἢ πρόσωπον παρὰ τὸν τοῦ θεοῦ λόγον· οὗτινος γάρ ἐστιν ἡ ψυχὴ καὶ τὸ σῶμα, αὐτός ἐστιν ὑπόστασις αὐτῶν καὶ πρόσωπον. Εἰ οὖν ἑτέρου τινὸς ἐγένετο ἡ σὰρξ ἐκείνη καὶ οὐ τοῦ θεοῦ λόγου, πῶς εἷς ἐστιν υἱός; Ὑπεγράψαμεν γάρ, ὅτι ὑπόστασις τὸν δεῖνα ποιεῖ, οἷον Πέτρον καὶ Παῦλον, καὶ ὅτι οὔκ εἰσι Πέτρος καὶ Παῦλος εἷς υἱὸς καὶ οὔτε ὁ Πέτρος ἐστὶ Παῦλος οὔτε ὁ Παῦλος Πέτρος. Οὐκοῦν εἰ δύο ὑποστάσεις εἴπομεν, ἄλλην τοῦ υἱοῦ τοῦ θεοῦ καὶ ἄλλην τοῦ υἱοῦ τῆς παρθένου καθ' ἡμᾶς, οὔτε τοῦ θεοῦ ἐστιν υἱὸς ὁ υἱὸς τῆς παρθένου οὔτε ὁ υἱὸς τῆς παρθένου υἱὸς τοῦ θεοῦ εἰ μὴ ὡς ἡμεῖς χάριτι. Καὶ ἀδύνατον τὸν φύσει υἱὸν καὶ τὸν χάριτι υἱὸν ἕνα υἱὸν εἶναι· υἱὸς γὰρ καὶ υἱὸς ἀδελφοὶ μὲν λέγονται, εἰ τοῦ αὐτοῦ πατρὸς ἢ τῆς αὐτῆς μητρὸς ὦσιν υἱοί, εἷς δὲ υἱὸς ἀμφότεροι οὐδαμῶς, ἐπεὶ καὶ ἡμεῖς οἱ χάριτι υἱοὶ τοῦ θεοῦ γενόμενοι εἷς υἱός ἐσμεν μετὰ τοῦ υἱοῦ τοῦ θεοῦ, καὶ προσκυνησάτω ἡμῖν τὰ ἐπουράνια καὶ τὰ ἐπίγεια καὶ τὰ καταχθόνια· ἀλλ' οὐκ ἔστι ταῦτα. Ὅτι δὲ υἱὸς καὶ υἱὸς πολλοὶ υἱοί, φησὶν ὁ ἀπόστολος·» Ἔπρεπε γὰρ αὐτῷ, δι' ὃν τὰ πάντα καὶ δι' οὗ τὰ πάντα, πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγόντα.» Ἰδοὺ οἱ χάριτι υἱοὶ καὶ πολλοὶ καὶ οὐχ εἷς. 23 Οὐ λέγομεν, ὅτι ὁ λόγος ἐτράπη καὶ ἐγένετο σάρξ, ἀλλ' ὅτι αὐτὸς ὁ λόγος ᾤκησεν ἐν τῇ γαστρὶ τῆς παρθένου οἱονεὶ θεῖος σπόρος καὶ προσελάβετο ἐκ τῆς παρθένου ἐκ τῶν ἁγνῶν αἱμάτων αὐτῆς καὶ ἐν ἑαυτῷ ὑπεστήσατο σάρκα ἐμψυχωμένην ψυχῇ λογικῇ τε καὶ νοερᾷ καὶ ὅτι ὑπῆρξε καὶ ὑπέστη σὰρξ ἀληθείᾳ οὐ καθ' ἑαυτήν, ἀλλ' ἐν τῷ θεῷ λόγῳ, οὐδὲ ἔσχε σπορὰν ἢ ἄλλο τι ὑπόστασιν εἰ μὴ τὸν θεὸν μόνον· παντὸς γὰρ βρέφους ὑπόστασις σπορά, ταύτης δὲ ὁ θεὸς λόγος. Καὶ πᾶσα σὰρξ τινὸς γίνεται, αὕτη δὲ οὐδὲ ἑνὸς εἰ μὴ τοῦ θεοῦ λόγου. ∆ιὰ τοῦτο μία ὑπόστασις. Οὕτω νοοῦμεν τὸ « ὁ λόγος σὰρξ ἐγένετο» , καὶ τὸ ἐσαρκώθη καὶ τὸ ἐνηνθρώπησεν, οὐχ ὅτι ἐτράπη-ἄτρεπτον γὰρ τὸ θεῖον καὶ ἀναλλοίωτον-, οὐδ' ὅτι ἡ σὰρξ ἐτράπη εἰς θεότητα-ἔμεινε γὰρ ἕκαστον ἐν τῷ τελείῳ ὅρῳ τῆς ἰδίας φύσεως-, ἀλλ' ὅτι οὔτε ἀρχὴν ἢ αἰτίαν ὑπάρξεως ἔσχεν ἡ σὰρξ ἐκείνη ἡ ἁγία εἰ μὴ αὐτὸν τὸν υἱὸν καὶ λόγον τοῦ θεοῦ οὔτε ἄλλου ἐγένετο εἰ μὴ αὐτοῦ, καὶ ὅτι ἐν αὐτῷ ὑπέστη καὶ ἐν αὐτῷ γέγονεν ἡ ἕνωσις τῶν φύσεων, τῆς θείας καὶ τῆς ἀνθρωπίνης, ἄνευ συγχύσεως καὶ τροπῆς οἱασοῦν καὶ ἀλλοιώσεως. 24 Περὶ τοῦ πάθους, πῶς λέγεται τοῦ λόγου. Οὐ λέγομεν, ὅτι ὁ λόγος εἰς τὴν θείαν αὐτοῦ φύσιν ἐνεπτύσθη ἢ ἔπαθεν, ἀλλ', ἐπειδὰν αὐτὸς ἐγένετο τῇ σαρκὶ ὑπόστασις καὶ αὐτοῦ ἐστιν ἡ σὰρξ καὶ οὐκ ἄλλου καὶ οὐκ ἔστιν ἄλλος καὶ ἄλλος, ἀλλ' εἷς καὶ ὁ αὐτὸς υἱὸς καὶ Χριστὸς καὶ κύριος, καὶ τὰ πάθη τῆς σαρκὸς αὐτοῦ εἰς αὐτὸν ἀναφέρεται· αὐτοῦ γάρ εἰσι καὶ οὐκ ἄλλου. 25 Ὥσπερ ἡ ψυχή μου ἐμή ἐστι καὶ οὐκ ἄλλου καὶ τὸ σῶμά μου ἐμὸν καὶ οὐκ