1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

14

χρόνων παρὰ τῶν Τούρκων ληφθεῖσαν καὶ εἰς συναγωγὰς αὐτῶν τούτους μετήμειψε καὶ ὅτι περιφανὲς κατὰ τὴν Ἀδριανούπολιν βαλανεῖον ἐκ βάθρων αὐτῶν ἀνεγείρας μαρμάρους χιλίας ἐξελεῖν ἔπεμψε καὶ κομίσαι πρὸς τὴν ἐδάφους οἰκοδομίαν αὐτόθι, ναῶν ἱερῶν καὶ μονῶν ταύτας παρὰ τῶν πεμφθέντων ἀφειδῶς ἐκβληθείσας.]

19 [Ἀλλ' ἀπῆλθον μὲν οἱ κήρυκες κατὰ πολλὰ τῆς ὑπ' αὐτῷ μέρη, ὡς διειλήφειμεν, καὶ τοὺς εὑρισκομένους ἀπὸ Θεσσαλονίκης ἐν αὐτῇ κατηνάγκασαν ἐπανέρχεσθαι, αὐτοὺς πρὸ χρόνων μόνον ταύτης ἀπάραντας ἐκ τῆς τῶν δεινῶν συνεχείας, ἀλλὰ δὴ καὶ τῶν αἰχμαλώτων γεγενημένων τοὺς ὁθενδήποτε τῆς ἐλευθερίας ἠξιωμένους. Ἠλευθέρωνται καὶ γὰρ ἱκανοί, πολλῶν θεοφιλῶν ὑπὲρ ἀναρρύσεως ἡμῶν προθύμως κεκινημένων καὶ μάλιστα τοῦ τῶν Σέρβων ἄρχοντος, ᾧ τῶν ἄλλων αὐτοῦ πλεονεκτημάτων ἐξαίρετον ἡ πρὸς τοὺς δεομένους ἐστὶν εὐποιία ἑκάστοτε· χρυσίον καὶ γὰρ οὗτός τισιν, οἷς ἐθάρρει, χειρίσας ἐπ' ἐλευθερίᾳ τῶν αἰχμαλώτων τοῦτο δοθῆναι παρεκελεύσατο. Καὶ οὐκ ἀπὸ τῆς ἐκείνου γνώμης ἐγένετο· ἐπρίαντο γὰρ τοῦ χρυσίου οἱ πρὸς αὐτὸ τεταγμένοι πολλούς, οἳ δὴ καὶ ἐπανιόντες ἐπὶ τὴν πόλιν, ὡς εἰκάζειν ἔχομεν, μέχρι τοῦ νῦν εἰσὶ μετὰ τῶν ἀπ' ἄλλων τόπων ἐληλυθότων ὡσεὶ χίλιοι. Εἰ δὲ καὶ συναριθμεῖν τις ἐθέλοι καὶ τοὺς τὴν πόλιν οἰκήσαντας Τούρκους, εἶεν ἂν ὡσεὶ δισχίλιοι. ∆ιενοούμεθα δὲ τὴν πόλιν καὶ αὖθις τὴν πρὶν αὐτῆς εὐκοσμίαν ἀναλαβεῖν καὶ τὰ τῆς εὐσεβείας ἀνθῆσαι καὶ πλατυνθῆναι ὡς πρότερον. Καὶ γέγονεν ἂν ἴσως, εἰ μὴ καὶ πάλιν τὸ πλῆθος τῶν ἡμετέρων σφαλμάτων ἐμποδὼν ἐγεγόνει καὶ ἡ κακία μὴ χώραν εὗρεν. Ἐξ οὗ γὰρ ἡ πόλις δεδούλωτο καὶ ὁ Μουράτης πάντα καὶ κτίσματα καὶ κτήματα καὶ νεὼς ἱεροὺς καὶ μονὰς καὶ τὰς τῶν προσόδων αὐτῶν ἀφορμὰς ἐπανιοῦσιν ἡμῖν τοῖς ὁπωσδήποτε τῆς δουλείας ἀπαλλαγεῖσι φιλοτίμως καὶ γράμμασι καὶ λόγοις δεδώρητο, πανταχοῦ τε τοῖς ἀφικνουμένοις ἐλευθερίαν ἐκήρυξε καὶ αὐτῶν οἰκίας καὶ ὅσα ἀκίνητα πάντες ἀνέλαβον καὶ τάξις πᾶσα καὶ ἅπαν ἔθνος τῆς πόλεως πρὸς δευτέραν αὔξησιν καὶ ἀνακαινισμὸν προβαίνειν ἀπήρξαντο, ποιμήν τε τῇ πόλει κεχειροτόνητο καὶ ἐκκλησία συνέστη καὶ τὴν προτέραν ταύτης τάξιν ἀπείληφε, μοναχοί τε τῶν μονῶν ἐπελάβοντο καὶ διὰ σπουδῆς ἐποιοῦντο τὴν τούτων ἐπίδοσιν καὶ πάντες ἐλπίσι χρησταῖς ἐτρεφόμεθα καί, συντόμως εἰπεῖν, τῶν ἐκ τῆς ἁλώσεως ἡμῖν ἐπιόντων κακῶν τὴν μνήμην ἀπεβαλόμεθα καὶ χαίροντες ἦμεν, ἐφ' οἷς ἀδοκήτως ἐτύχομεν καὶ τὴν προτέραν ἀπολαβεῖν τὴν πόλιν εὐετηρίαν ἠλπίζομεν, τότ' ἐξ ἡμῶν, ἡ παροιμία φησίν, «ὁ ἱμὰς ἐξετέ τμητο» καὶ εἰς τοὐναντίον τὰ τῶν ἐλπίδων περιετράπησαν.]

20 [Καὶ δὴ τῇ Θεσσαλονίκῃ ἐπιδεδημηκὼς ὁ Μουράτης (δεύτερον, οἶμαι, τινικαῦτα διίππευεν ἔτος μετὰ τὴν ἅλωσιν ἢ τρίτον) ἐφ' ᾧ ταύτην ἰδεῖν καὶ ἀκριβέστερον τὰ κατ' αὐτὴν ἱστορῆσαι καὶ τῶν ἀπ' αὐτῆς καλῶν ἀπολελαυκέναι καὶ δωρεαῖς μεγάλαις ἀντιφιλοτιμήσασθαι, τὸν ἐκείνου τε τῷ φιλοτίμῳ τῆς γνώμης μιμήσασθαι πρόγονον, Θεσσαλονίκης κἀκεῖνον κρατήσαντα καὶ χάρισι ταύτην πολλαῖς ἀμειψάμενονοὕτως οὖν γνώμης ἔχων καὶ μετὰ τοιαύτης ἐλθών, ὁ δὲ μὴ οὐκ ἀγαθαῖς ὑπαχθεὶς συμβουλίαις μεταβουλεύεταί τε καὶ τὴν προτέραν μετατίθησι γνώμην καί, ἅ, καθ' ὃν ἑαλώκαμεν χρόνον, οὐ πέπραχε, κατ' ἐκεῖνο δὴ τοῦ καιροῦ παρώρμητο διαπράξασθαι. Καὶ γοῦν ὡς τὴν πόλιν καὶ τὰ καθ' ἕκαστον ταύτης θεάσαιτο καὶ πάσης ἐν ταύτῃ ῥαστώνης ἐπαπολαύσειεν, ὡς τῶν αὐτῇ προσόντων καλῶν εἰς κόρον κατατρυφήσειεν, ἀγαπητικῶς τε οὐχ ἥκιστα ταύτῃ διατεθείη καὶ πᾶσιν ἡμῖν θαρρεῖν δοίη περὶ ἡμῶν τὰ βελτίω. Πρῶτον μὲν ψῆφον ἐξήνεγκεν, οἵαν οὐδ' ἐν ὀνείροις ἰδὼν οὐδείς ποτε προσεδόκησεν ἄν. Ἡ δ' ἦν πάσας μὲν ληφθῆναι μονὰς καὶ νεώς, πάσας δὲ προσόδους αὐτῶν καὶ τὰ κτήματ' ἀφαιρεθῆναι καὶ εἰς στενὸν κομιδῇ τὰ ἡμέτερα καταντῆσαι, ὃ καὶ εἰς πέρας ἐκβέβηκεν οὐ μετ' οὐ πολύ.