1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

11

15 [Τούτων οὕτω κεχωρηκότων καὶ ὅσα ἄν τις ἐκ τούτων ἀκολούθως εἰκάσειεν ἕτερα καὶ πᾶσαν τὴν λείαν ἐν ταῖς σκηναῖς συναγηοχότων τῶν Τούρκων, ὁ τῆς ∆ύσεως στρατηγὸς καὶ αὖθις τὴν πόλιν εἰσέδυ ταύτην, ἵν' ἀκριβέστερον κατοπτεύσωσι καὶ μηδὲν αὐτοὺς λάθῃ κρυπτόμενον ὁπουδήποτε, ὅτε δὴ καὶ τὰ τῆς πόλεως ἄρδην ἅπαντα ἠφάνιστό τε καὶ ἀνατέτραπτο καὶ οὐδέν, οὔτε ναὸς ἱερὸς οὔτε μονὴ οὔτ' οἰκία καὶ τῶν φαυλοτέρων αὐτῶν ἀσάλευτος καταλέλειπτο. Τὸ δ' αἴτιον, ὅτι τῶν πολιτῶν, ὅσοι περιουσίαν ἐκέκτηντο τῷ μακρῷ συγκλεισμῷ μὴ δαπανηθεῖσαν, τὴν ἔφοδον τῶν πολεμίων ἀκηκοότες, ὃ πεπόνθεσαν δεδιότες, οἱ μὲν ναοῖς ἱεροῖς, οἱ δὲ μνήμασιν, ἕτεροι δὲ οἷς ἐδύναντο τόποις ἐναπέθεντο ταύτην, εἰ μὲν αὐτοῖς θανεῖν γένοιτο κατὰ τὴν προσδοκίαν, τῶν ἔπειτα ταύτην ἵνα τινὲς εὑρηκότες, οἷα συμβαίνει, τῆς ἐκείνων ψυχῆς ὑπεραγωνίσωνται, εἰ δὲ τὸν θάνατον ἀποφύγοιεν, εὕρωσί τε καὶ χρήσωνται πρὸς ἐλευθερίαν. Οἱ δὲ τῆς ἐλπίδος ἐψεύσθησαν. Ἁλόντες γὰρ τοῦ μὲν ἀδίκως τεθνάναι, θεοῦ τὸν οἰκεῖον ἔλεον ἐπιδειξαμένου, πλὴν ἐνίων, κἀκείνων, οἷον προδιειλήφειμεν, ἀνώτεροι διεδείχθημεν, τοῦ δὲ τοῖς προσοῦσι χρήσασθαι πρὸς ἀνάρρυσιν οὐκ ἐπέτυχον. ∆εινοὶ γὰρ ὄντες οἱ Τοῦρκοι καὶ πρὸς ἐπινοίας πολλὰς εὐπορώτατοι τῇ περὶ τὰ πράγματα τούτων πολυπειρίᾳ, οὓς τῶν πολιτῶν ἐποίησαν αἰχμαλώτους καὶ μάλιστα τὰς γυναῖκας διὰ τὸ τούτων εὐεξαπάτητον, λόγοις ὑπελθόντες πολὺ τὸ ἐπαγωγὸν κεκτημένοις, ἐλευθερίαν αὐταῖς ὑπισχνοῦντο τελείαν, εἰ χρήματα τούτοις γνωρίσειαν οἰκεῖά τε καὶ ἀλλότρια. Αἱ δὲ πρὸς αὐτὸ τοὔνομα τῆς ἐλευθερίας ἀπατηθεῖσαι, γνωρίζειν εὐθὺς ἑκάστη τῷ ἰδίῳ δεσπότῃ σπουδῆς ἔργον πεποίητο καὶ τὰ ἑαυτῆς καὶ τοῦ γείτονος, εἴ τινα περὶ τούτων εἴδησιν εἶχεν. Ὡς δ' ἀρχὴ τοῦδε γέγονε τοῦ κακοῦ καὶ χρήματα πολλοὶ τῶν Τούρκων ἀνεῦρον, γνωριζουσῶν τοὺς ταῦτα κρύπτοντας τόπους τῶν γυναικῶν, λόγος γίνεται περὶ τούτου διὰ παντὸς τοῦ στρατεύματος καὶ πάντες οἱ κατασχόντες αἰχμαλώτους ἀνθρώπους πρὸς τὸν ὅμοιον διανίστανται ζῆλον, τοὺς μὲν ὑποσχέσεσι περικεχρωσμέναις ἀπάτῃ, τοὺς δὲ λόγοις ὁμοίως ἑτέροις ἐπὶ φανερώσει τῶν ἰδίων παρακαλοῦντες χρημάτων καὶ φενακίζοντες. Ὅσους δὲ δυσπειθεστέρους τῶν ἄλλων ἑώρων (ἤλπιζον γὰρ τῶν νουνεχεστέρων πολλοὶ τῆς θωπείας αὐτοὺς ὑπενδοῦναι καὶ τῶν πολλῶν ἐκείνων ἀπατηλῶν λόγων, κἀντεῦθεν τὰ κεκρυμμένα διατηρῆσαι) τούτοις πολυειδεῖς τινας τιμωρίας ἐπῆγον, ἕως καὶ τούτοις εἰς ἀνάγκην ἐνέβαλον καὶ τὴν ἔνστασιν ἔλυσαν. Ὅθεν καὶ πολλοὶ τῶν δοκούντων, οἱ μὲν ταῖς θωπείας καθυπαχθέντες, οἱ δὲ τὰς τιμωρίας οὐκ ἐνεγκόντες, φανεροῦν τὰ κεκρυμμένα σπουδάζοντες ἦσαν καὶ ἄκοντες. Πρὸς γὰρ πᾶσαν ἀνάγκην, καὶ μάλισθ' ὅταν θάνατος ᾖ τὸ προκείμενον, εὐχερῶς οἶδεν ὑποπίπτειν ἡ φύσις. Τοῦτο τῆς τῶν ἱερῶν ναῶν καὶ μονῶν κατασκαφῆς αἴτιον γέγονεν. Ἐνίων γὰρ διὰ τὸ ἀνύποπτον ἱεροῖς ἐναποθεμένων ναοῖς χρήματα καὶ ταῦτ' ἐν αὐτοῖς τοῖς ἀδύτοις ὑπ' αὐτὰς τὰς ἱερωτάτας τραπέζας καὶ τῆς ἀνάγκης ἐφεστηκυίας γνώριμα ταῦτα τοῖς τιμωροῦσι θεμένων, ἀφανίζειν τὸ κάλλος αὐτῶν ἐπεχείρουν οἱ Τοῦρκοι καὶ τὰς θείας τραπέζας, ἐφ' αἷς ἡ μυστικὴ καὶ ζῶσα καὶ σωστικὴ παντὸς ἐπετελεῖτο τοῦ κόσμου θυσία, τῇ τῶν χρημάτων ἐπιθυμία κατὰ σπουδὴν ἀνατρέπειν καὶ καταπάτημα φεῦ! τοῖς βουλομένοις τιθέναι· ὑπέλαβον γὰρ ὑπὸ παντὶ λίθῳ χρήματα κεῖσθαι καὶ διὰ τοῦτο πάντ' ἀνάστατα πεποιήκεσαν. Αὕτη κἀπὶ τῶν ἱερῶν εἰκόνων συμβέβηκεν ἐν ὕβρει διαφθορὰ καὶ τὰς μὲν πυρὶ παρέσχον, οἷον ἡμᾶς εἰς τὴν τούτων προσκύνησιν ζημιοῦντες, ταῖς δ' εἰς ὑποδοχὴν τῶν ὠνίων, ὢ θεοῦ ἀνοχῆς, ἐπὶ μέσης τῆς ἀγορᾶς ἀναίδην ἐχρήσαντο, τινὰς δὲ καὶ διετήρησαν ἴσως, ὅσοι τῶν ἄλλων εἰς κτῆσιν χρημάτων θερμότεροι καὶ ἀργυρίου ταύτας ἀπέδοντο.]