1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

13

ἀνορθοῦσθαι καὶ ὡς πρότερον ἦσαν ἐγκαταστῆναι. Καὶ τὸ μὲν πρόσταγμα οὕτως εἶχεν, αὐτὸς δὲ μεταστήσας καὶ αὖθις τὴν στρατιὰν παρὰ τὰς ὄχθας τοῦ ποταμοῦ Βαρδαρίου ἐστρατοπεδεύσατο, ἔνθα δὴ καὶ μερισμὸς παντελὴς τῶν ἑαλωκότων ἐγένετο. Ὅσοι μὲν γὰρ τῶν αἰχμαλώτων, ἢ δι' ὧν εἰπόντες ἔφθημεν λύτρων ἢ ἐξ ἑαυτῶν ἢ χριστιανῶν ἐξ ἑτέρων, ἐκ διαφόρων χωρῶν καὶ πόλεων συνειλεγμένων, τρόπον ἐξεῦρον ἐλευθερίας τινά, τετυχήκεσαν ταύτης ἔτι τῷ ποταμῷ Γαλλικῷ τοῦ Μουράτου ἐνδιατρίβοντος. Ὅσοις δὲ τρόπος ὑπ' ἀπορίας τηνικαῦτα οὐχ εὕρηται, τούτους ἕκαστος ἐν ταῖς ἑαυτῶν πατρίσι καὶ τόποις ἐξέπεμψαν, τὰς ἐκ τῆς δουλείας ἀνάγκας ὑφισταμένους, μέχρις ἂν ὑπονοστήσαντες τὰ σφῶν τιμήματα διαθῶνται· οὐ γὰρ ἐδύναντο καὶ τούτους ἕλκειν μακρὰν ἀπερχόμενοι καὶ πρὸς πόλεμον ἕτερον. Εἶδες ἂν οὖν τοὺς δυστυχεῖς τοὺς μὲν ἐπὶ τὰ τῆς ἑῴας, τοὺς δ' ἐπὶ τὰ τῆς ἑσπέρας μέρη διασπαρέντας· οἱ μὲν γὰρ τοὺς τεκόντας, οἱ δὲ τὰ τέκνα καὶ ἕτεροι τὰς γυναῖκας ἐλάμβανον καί, οὓς ἡ φύσις ἥνωσεν, ἡ συμφορὰ διεμέρισεν.]

18 [Ταύτῃ τῶν καθ' ἡμᾶς, ὡς μὴ ὤφελε, συμβεβηκότων καὶ τοιόνδε παρὰ τὰς ὄχθας τοῦ Βαρδαρίου πέρας εἰληφότων, ὁ Μουράτης ἐκεῖθεν διχῇ τὴν στρατιὰν διελὼν τὸ μὲν αὐτῆς ἐπὶ τὰ τῶν Ἰωαννίνων ἐξέπεμψε μέρη, αὐτὸς δὲ μετὰ θἀτέρου μέρους ἐπ' ἄλλους ἀπῄει καταστρέψων κἀκείνους καὶ ὑπ' αὐτῷ ποιησόμενος. Πρότερον δὲ διὰ πάσης τῆς ὑπ' αὐτὸν κήρυκας ἐπεπόμφει, τοὺς πρὸ μακρῶν ἐτῶν καὶ τοῦ συγκλεισμοῦ τὴν Θεσσαλονίκην ἀπολιπόντας καὶ μετοικήσαντας ἀλλαχοῦ πρὸς αὐτήν, ἵν' ἐπανελθεῖν πολλῷ τῷ τάχει καταναγκάσωσι καὶ τὰ οἰκεῖα πάλιν, ὡς τὸ πρότερον, ἀπολάβωσι. Σκοπὸς γὰρ αὐτὸν πάνυ τι καλὸς καὶ πολλῶν ἄξιος τῶν ἐπαίνων εἰσῄει, τὴν πόλιν καὶ αὖθις τοῖς οἰκήτορσιν ἀποδεδωκέναι καὶ πλήρη, καθάπερ καὶ τὸ πρίν, ἀποκαταστῆσαι. Καὶ ἦν ἂν τοῦτο μετ' οὐ πολύ, εἰ μὴ τὰ ἡμέτερα πρὸς θεὸν κώλυμα γέγονε πταίσματα. Πόθῳ γὰρ τοῦ συστῆναι τὴν πόλιν φιλανθρώπου γνώμης τυχὼν ἐβούλετο πᾶσί τε ἐλευθερίαν χαρίσασθαι καὶ δοῦναι τούτοις, ὡς προὔφην, αὐτὴν καὶ τὰς αὐτῶν οἰκίας, ὡς πρίν, μετὰ πάσης ἀδείας κεκτῆσθαι καὶ εἴ τι προσῆν ἀκίνητον ἕτερον. Τῷ τοι καὶ πρὸς τοὺς ἀμφ' αὐτῶν φασί τινες ἐπομνύμενον λογάδας εἰπεῖν ὡς «ἄδικον ἂν εἴη μετὰ τῶν προσόντων τοῖς κρατηθεῖσι καὶ τούτους ἑλεῖν δεσμίους καὶ τῆς ἐνεγκαμένης ἀπαγαγεῖν· ἐλευθερώσωμεν οὖν αὐτούς, εἰ δοκεῖ, ἢ λαβόντες λύτρων ἄνευ αὐτούς, ἢ ταῦτα παρεσχηκότες ἡμεῖς». Τῶν δ' ἀκηκοότων τοὺς μὲν ἄλλους ἐπαινέσαι τε τὸν λόγον καὶ παρακαλέσαι πρὸς τοῦτο, ἕνα δὲ τῶν ἄλλων στρατηγῶν, ἐξοχώτατον, μὴ μόνον οὐκ ἀποδέξασθαι τὸ ῥηθὲν διὰ τὴν ἐλευθερίαν, ἀλλὰ καὶ οἷς ἐδύνατο λόγοις κωλῦσαι τὸ βούλημα καὶ πιθανὸν ὀφθῆναι διὰ τὸ ὑπερέχον. Ἦν δὲ καὶ τοῦτο πάντως τῆς ἐμῆς ἁμαρτίας καρπός, ὡς ἐμαυτὸν πείθω, καθάπερ καὶ τἆλλα, ὅσα συμβέβηκεν. Εἰ καὶ ἴσως τινὲς τοῦτον τὸν λόγον οὐκ ἀνεῳγμένοις δεχόμενοι τοῖς ὠσί, μηδ' ἑαυτοὺς αἰτίους κρίνοντες τὰς θείας παρὰ φαῦλον ἐντολὰς τιθεμένους, ἀνθρώποις τὰς τῶν συμβαινόντων αἰτίας λογίζονται· ἐγὼ δὲ τὸ πᾶν τῆς τοῦ θεοῦ κρίνω παιδείας διὰ τὴν ἐμὴν ἐπανόρθωσιν. Πᾶσαι γὰρ αἱ πολυάνθρωποι φθοραί, ὡς αἱ θεῖαι διαγινώσκουσι καὶ ἀποφαίνονται βίβλοι, εἰς τὸν τῶν ὑπολειπομένων σωφρονισμὸν γίνονται τὴν πάνδημον πονηρίαν δημοσίαις μάστιξι τοῦ θεοῦ σωφρονίζοντος.] [Πάντων οὖν, ὡς εἶπον, τὰ τῆς πόλεως ἑαυτοῖς διανειμαμένων, ὁ Μουράτης τὴν πόλιν ἀνθρώπων ἐρήμην ἰδιοποιήσατο μόνην, πάσας οἰκίας ἔχειν τοὺς ἀρχῆθεν αὐτῶν κυρίους προστάξας, ἐλευθερίας τετυχηκότας καὶ πᾶσαν ἄλλην ἀκίνητον κτῆσιν, ταυτὶ μόνον προσθεὶς αὐτὸς τηνικαῦτα τοῖς κακοῖς γενομένοις, ὅτι τούσδε τοὺς ἱεροὺς οἴκους παρακατέσχε, τόν τ' ἐπὶ μέσης τῆς πόλεως μέγαν νεὼν τῆς Ἀχειροποιήτου παρθένου καὶ θεοτόκου καὶ τὴν εἰς ὄνομα πάλαι τιμωμένην τοῦ τιμίου Προδρόμου μονὴν ἱεράν, τὸν μὲν ὡς σύμβολον νίκης καὶ τῆς γεγενημένης ἁλώσεως, τὴν δ' ὡς καὶ πρὸ