1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

4

κεκρίκασιν, εἰ καὶ πέρας ἴσως τοῦτο λαβεῖν οὐκ ἔσχεν, ἐπιθεμένων αἴφνης τῶν πολεμίων καὶ θᾶττον ἢ πάντες προσεδοκῶμεν· «ἂν γὰρ τὴν πόλιν», ἔφησαν, «κυκλώσωσι μὲν οἱ πολέμιοι καὶ τοῦ πολεμεῖν συνεχῶς γίνωνται, ἡμεῖς δὲ πρὸς τὴν ἀγοράν, πόρρω κειμένην, ἀπίωμεν τὰ πρὸς χρείαν ὠνούμενοι, παρέξομεν ὑπὸ τῆς τῶν τειχῶν ἐρημίας τὴν πόλιν αὐτοῖς, μηδένα πόνον μηδαμῶς προϋπενεγκοῦσι.» Καλῶς οὖν διὰ πάντων καί, ὡς παρεῖχεν ἡ δύναμις, παρεσκευασμένων ἁπάντων πάντα παθεῖν ὑπὲρ τῆς πατρίδος, προθυμίαν πάντες ἐνεδειξάμεθα τὴν αὐτὴν καὶ τὴν ἐλπίδα πᾶσαν ἐπὶ θεῷ καὶ τῷ Μυροβλύτῃ Μάρτυρι σαλεύοντες ἦμεν καὶ περιεσκοποῦμεν νύκτωρ καὶ μεθ' ἡμέραν τὴν ἔφοδον τῶν βαρβάρων, καθ' ἑκάστην κατὰ τὰς ἀγγελίας αὐτοὺς ἐκδεχόμενοι.

6 Ἡμέραι παρῆλθον αὖθις ὀλίγαι καὶ τρίτος ἄγγελος ἤδη πρὸς τὴν πόλιν ἀφῖκτο, τὴν εἰς τὰ Λαγκαδᾶ τοῦ Μουράτου δηλῶν ἄφιξιν καὶ ὡς οὐχ ἱκανὸν τὸ πεδίον, εἰς πολὺ μῆκος ἐκτεταμένον ἐκεῖνο, πρὸς τοσαύτην πληθὺν στρατευμάτων· διήγγειλε δὲ καὶ τὴν παρασκευὴν ὑπὲρ λόγον οὖσαν καὶ μὴ ῥᾳδίαν ῥηθῆναι. Πάλιν οὖν ἡμεῖς ἐν σπουδῇ καὶ πάλιν ἐν ἐπιμελείᾳ μεγάλῃ. Παρῆν δὲ ἡ κυρία τῶν ἡμερῶν, καὶ περὶ μέσας νύκτας σεισμὸς τῇ πόλει γίνεται μέγας καὶ φόβον ταῖς ἁπάντων ἐνῆκε ψυχαῖς, τεκμήριόν τε τοῦτο οὐκ ἀγαθῶν ἡγήσαντο πάντες πραγμάτων· οὕτω γάρ, οἳ πρὸ μακροῦ τὴν πόλιν ἐκεῖνοι συνέσειον [συ]σεισμοί, παρεσκεύασαν τοὺς ἀνθρώπους καὶ τοιαύτην ἔδωκαν ὑπόληψιν ἔχειν ἀνωμαλίας πραγμάτων κἀκεῖνοι προηγγελκότες καὶ δεινῶν ἑσμὸν ἐπαγαγόντες τῇ πόλει. Καὶ τοῦτο μὲν νυκτός. Ἀρξαμένης δὲ τῆς ἕω καὶ τοῦ ἡλίου καθαρῶς οὔπω τῇ γῇ τὰς ἀκτῖνας ἐπαφιέντος, τῆς στρατιᾶς τι μέρος ὁρᾶται τῇ πόλει προβάλλον, μήτε σημαίαν, ὡς ἔθος, ἠρμένην ἔχοντες, μήτε βαδίζοντες ἰλαδόν. Ὁ δὲ τρόπος· ἔδοξε τῷ Μουράτῃ φιλίοις τισὶ τοὺς ἐνοικοῦντας ἡμᾶς τῇ πόλει ῥήμασιν ὑπελθεῖν πρότερον, ὥστε μή τι τῶν ἐν ὑστέροις συμβεβηκότων γενέσθαι καὶ κακῶς τὴν πόλιν ἁλῶναι· ὑπέτρεφον γὰρ ἐλπίδες τοῖς αὐτοῦ λόγοις ταύτην εὐθὺς ὑποκλῖναι καὶ μὴ ἂν ἑλέσθαι κρατηθῆναι διὰ πολέμου. Τοῦτο δ' ἐποίησε δυοῖν ἕνεκα, τοῦ τε μὴ πόλεμον ὑποστῆναι τὸν μυριάνθρωπον ἐκεῖνον στρατόν, εἶτ' ἀποτυχόντα, μεγάλην αἰσχύνην ὀφλῆσαι καὶ τοῦ πεισθῆναι τοῖς λόγοις τῶν ἐπειγόντων αὐτὸν ἐπὶ τὴν πόλιν ἀφῖχθαι· καὶ γὰρ ἦσαν οἱ τοῦτον ἀεὶ συνωθοῦντες καὶ πείθοντες, ὡς, εἰ μόνον ὀφθείη, ταύτην ἑτοίμως ἄνευ πολέμου καὶ πόνων λαβεῖν. Πέπομφε τοίνυν ἄνδρας χριστιανούς, οὐκ ἀγνῶτας, πόλεων ἐξ ἑτέρων, ἡμῖν τὰ σωτήρια συμβουλεύσοντας καὶ κατὰ τῶν Λατίνων διεγεροῦντας ὡς οἷόν τε· οἳ καὶ παραγενόμενοι καὶ τοῖς ἀπὸ τῶν τειχῶν πεμπομένοις βέλεσι μὴ τρωθῆναι τὰ σώματα δεδιότες, ὀπισθόρμητοι γίνονται, μηδὲν ἢ ὀλίγα πρὸς ἓν μέρος δηλώσαντες, ᾧ προσπελάσαι δεδύνηνται. Ἐφ' ᾧ καὶ μεμπταῖοι γενέσθαι ἔδοξάν τισιν ὑποστρέψαντες· «δέον γὰρ πολλάκις καὶ κατὰ πολλὰ τῶν τειχῶν μέρη περιιέναι καὶ τὰ ὑπεσχημένα τῷ Μουράτῃ φανερὰ καταστῆσαι, λόγοις τε χρήσασθαι συμβουλίας, ὡς ἂν προθύμους παρασκευάσωσι πρὸς τὸ κοινῇ συνελθότας σκέψασθαι τὸ συνοῖσον, οὐ καλῶς πρὸς ἡμᾶς διετέθησαν», εἶπον, «ἠμεληκότες τοῦ ἐπιτάγματος». Πλὴν ἀλλ' οὕτω μὲν οὗτοι πράξαντες ὤφθησαν, εἴτ' ἐθελονταὶ εἴτε καὶ ἄκοντες.

7 Ὁ δὲ Μουράτης ἀνηνύτοις ἰδὼν ἐπιχειρεῖν ἐν τούτῳ τῷ μέρει (οὐ γὰρ οἷς ἔξωθεν μόνον ἐκήρυττον ἐπείθοντό τινες, ἀλλὰ καὶ πλύνειν τοῦτον ὕβρεσιν ὑπ' ἀβελτηρίας καὶ ἀλόγου θρασύτητος οὐκ ἀπώκνουν) τοῦ θυμοῦ τε γέγονεν ὅλος καὶ τὸν στρατὸν προσέταξε μεταστῆναι καὶ περὶ τὴν πόλιν στρατοπεδεύσασθαι. Οἱ δὲ προσεχώρουν, ἅτε μελισσῶν σμήνη, τοῦ ἡμετέρου λίαν διψῶντες αἵματος καὶ πάντας ἄρδην καταπιεῖν γλιχόμενοι. Τῇ πόλει δὲ προσεγγίσαντες καὶ τὰς σκηνάς, ὥσπερ ἔθος, πηξάμενοι, δίκην φρουρίου πᾶσαν περιέλαβον ταύτην, ὡς μηδαμοῦ σχεδὸν κενὸν ἀνθρώπων φαίνεσθαι τόπον. Εἶτα τοὺς στρατηγοὺς ἕκαστον ἐν