1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

7

ὑπετόπασαν. Ἀλλ' ἥκιστα γέγονεν οὕτω.] Κἀντεῦθεν ἡ ἐκείνων ἀπὸ τοῦ τείχους διάστασις δειλίαν οὐ τὴν τυχοῦσαν ταῖς ἁπάντων ἐνῆκε ψυχαῖς καὶ κατὰ τὸ μέσον αὐτὸ τῆς νυκτὸς φυγῇ πολλοὶ χρησάμενοι λεληθότως ἀπῄεσαν οἴκαδε, μέρος τῶν τειχῶν οὐκ ὀλίγον ἔρημον καταλελοιπότες. Τοῦτο μείζων ἔδοξεν, ὅσον κατ' ἀνθρώπινον λογισμόν, αἰτία τοῦ μεθ' ἡμέραν κακοῦ. [Καὶ γὰρ εἰ μενόντων ἁπάντων ἐπὶ τοῦ τείχους, μία ψυχὴ γενομένων καὶ θάνατον ἑλομένων ὑπὲρ φυλακῆς τῆς πατρίδος, μόλις ἂν ἡ πόλις ἐξ αὑτῆς διατετήρητο, πῶς ἂν τοιοῦδε συμβεβηκότος οὐκ εἶχε μετ' εὐκολίας ἁλῶναι;] Οὕτως οὖν τῶν Λατίνων διαπραξαμένων καὶ τῶν τριηρῶν μίαν πρὸς ναυμαχίαν πεπληρωκότων διὰ τὴν τῶν πλοίων αἰφνίδιον προσδοκίαν, ἀληθεῖς διεδείκνυντο καὶ οἱ περὶ τούτων ἡμῖν ἠγγελκότες. Ὄρθρου γὰρ ἐπιστάντος τὰ πλοῖα πρὸς τὸν λιμένα πάσαις κώπαις καταίρειν ἐπείγονται τὰ βεβουλευμένα διαπερᾶναι. Ὡς δὲ πλησίον γένοιντο, τὴν κατ' αὐτῶν συσκευὴν τῶν ἐν αὐτοῖς οὐκ εἰδότων καὶ ἡ τριήρης, ὡς εἶχε τάχους, αὐτίκα χωρεῖ κατ' αὐτῶν καὶ εἰς τοσοῦτον αὐτὰ κατηνάγκασεν καὶ εἰς φυγὴν ἔτρεψεν, ὡς ἀποκεῖλαι κατὰ τὴν ἤπειρον καὶ τὴν τῶν Τούρκων ἐκείνην ἐπίνοιαν ἀποδεδεῖχθαι ματαίαν. [̓Αλλὰ τούτου μὲν ἀνώτεροι τετηρήμεθα· εἴθε δὲ καὶ τοῦ κατὰ τὴν ἡμέραν κακοῦ].

11 Τῆς τετάρτης τοιγαροῦν ἐπιστάσης ἡμέρας καὶ τοῦ ἡλίου καθαρῶς τοῖς ἀνθρώποις μήπω τὸ φῶς παρασχόντος, ὁρῶμεν κατὰ τὴν ἀγγελίαν καὶ τὸ πλῆθος ἅπαν προσχωροῦντας τῷ τείχει, τοὺς μὲν κλίμακας ἐπιφερομένους, τοὺς δὲ σανίδας, ἑτέρους πεπλεγμένας ἀσπίδας ἐκ πτόρθων, πάντας ἁπλῶς κομίζοντας ἑλεπόλεις καὶ πεφραγμένους, ὡς ἔθος καὶ τῇ τῆς ἡμετέρας ἀπωλείας ἐπιθυμίᾳ οἷον βεβακχευμένους καὶ ἀλλήλους ἐπὶ τῇ ἡμετέρᾳ σφαγῇ παροτρύνοντας. Αὐτίκα δὲ καὶ ἡμεῖς, ὡς ἐφικτόν, διανέστημεν καὶ ὅλοι τοῦ πολεμεῖν γεγενήμεθα [καὶ τεθνάναι. Καὶ τοῦτο μὲν ἄνδρες· γυναῖκες δὲ καὶ αὐτῶν τῶν ἐπιφανῶν ἡμῖν ἀνδρικῶς συνεφήπτοντο τοῦ πολέμου, λίθους ὅλῃ ψυχῇ πρὸς ἄμυναν τῶν ἐπιόντων κομίζουσαι. Πολλαὶ δὲ καὶ ὅτι γυναῖκες ἦσαν ἐπιλαθόμεναι, τὰ τῶν ἀνδρῶν ἐπεδείκνυντο, συμπαριστάμεναί τε τούτοις καὶ στερρῶς κατ' αὐτοὺς ἀγωνίζεσθαι προθυμούμεναι. Κεκίνητο οὖν ἡ στρατιὰ καὶ τοσοῦτο τοῖς τείχεσι προσεπέλασαν, ὡς δύνασθαι κἀκείνους λίθους πέμπειν κάτωθεν ἐφ' ἡμᾶς ταῖν χεροῖν. Εἶτ' ἐπίνοιαν οἱ τοιούτων ἐξεῦρον στρατηγοὶ ἐκείνοις μὲν ἀνακωχὴν ἔχουσαν ἱκανήν, ἡμῖν δὲ πόνον διηνεκῆ καὶ πόλεμον ἀδιάπαυστον. Πρῶτον μὲν γὰρ δεῖν ᾠήθησαν πρὸς τὸν τῆς πόλεως ἅπαντα κύκλον διαγωνίζεσθαι, εἰ καὶ πολὺς ἦν αὐτοῖς ὁ πόνος τοσαύτην διέρχεσθαι πόλιν καὶ τοὺς σφῶν πρὸς τὸ πολεμεῖν γενναίως διανιστᾶν, εἴ ποτ' ὀκλάσειαν· ἔπειτα δὲ διέκριναν εἰς μοίρας ἅπαν τὸ πλῆθος, ὥστ' ἔχειν ἀλλήλους διαναπαύειν τοῦ κόπου τῇ δι' ἀλλήλων διαδοχῇ. Καὶ τότε δὴ προσέταξαν τὸ κατ' ἀνατολὰς ἅπαν μέρος καὶ τὸ πρὸς δύσιν περιλαβεῖν ἀπὸ τῆς ἀκροπόλεως ἄνωθεν ἄχρις αὐτῆς τῆς θαλάττης. Εὐαλωτότερον δὲ τὸ κατ' ἀνατολὰς ἐθεάσαντο μέρος, οἷα δὴ σαθρότερον ἐν πολλοῖς τυγχάνον τοῖς μέρεσιν· ὅθεν τὸ πλέον καὶ μαχιμώτερον αὐτόθι διατετάχασι πολεμεῖν. Ὁ Μουράτης δὲ τοῖς ἀμφ' αὐτὸν ἅμα πεζοῖς, διακριθεῖσι καὶ αὐτοῖς παραπλησίως τοῖς ἄλλοις, ἀπὸ τοῦ καλουμένου Τριγωνίου μέχρις οὗ ἡ μονὴ τυγχάνει τοῦ Χορταΐτου, τοῦ πολεμεῖν οὔκουν οὐκ ἔληγεν οὐδ' αὐτός· ἔγνω γὰρ εὐχερέστερον ἐκεῖθεν ληφθῆναι τὴν πόλιν, τήν τε σαθρότητα τοῦ τείχους ἰδών, καὶ ὡς ἑνὶ τείχει τὴν ἀσφάλειαν ἡ πόλις ἐξ ἐκείνου τοῦ μέρους αὐχεῖ.]

12 Ἔλαβεν οὖν ἀρχὴν ὁ πόλεμος ἀρξαμένης ἡμέρας, ὡς διειλήφειμεν. Κἀκεῖνοι διακριθέντες καὶ ἀλλήλους διαδεχόμενοι, πλῆθος ὄντες, τοὺς κεκμηκότας ἀκμῆτες ἕτεροι διεδέχοντο καὶ παρεῖχον ἀλλήλοις ἐκεχειρίαν. Καὶ οἱ μὲν ἐχρῶντο τῇ τοξικῇ τοσοῦτον εὐστόχως, ὡς μηδ' ὁντινοῦν ἡμῶν προκῦψαι γοῦν τοῦ τείχους θαρρεῖν· οἱ δὲ τῇ τῶν ἀνθρώπων ἐρημίᾳ τόλμῃ ψυχῆς ὑπ' αὐτοῖς χωροῦντες τοῖς