1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

10

τότε δὴ τὸ θρήνων πολλῶν ἐκεῖνο καὶ δακρύων ἄξιον πρᾶγμα ἐπράττετο. ∆ιαλαβόντες γὰρ τὴν πόλιν πᾶσαν, ὥσπερ εἰρήκειμεν, καὶ οἷα λύκοι βαρεῖς ἐφ' ἡμᾶς ἐφορμήσαντες, ἁρπάζειν ἅπαντα ἔσπευδον κατὰ τὴν τοῦ κρατοῦντος ὑπόσχεσιν· ἔφη γὰρ ἐν τῷ πολεμεῖν ὡς, εἴ γε ἡ πόλις ληφθείη καὶ τὴν ἐπιθυμίαν εἰς πέρας ἀχθεῖσαν ἴδοι τὴν ἑαυτοῦ, ἔχειν μετ' ἐξουσίας ἕκαστον, εἴ τι ἂν λάβοι καὶ παρὰ παντὸς ἀναφαίρετον. Εἷλκον οὖν ἀναμεὶξ ἄνδρας, γυναῖκας, παιδία, πᾶσαν ὁμοῦ ἡλικίαν, δεδεμένους, ὥσπερ ἄλογα ζῶα καὶ πρὸς τὸ στρατόπεδον ἔξω τῆς πόλεως πάντας ἐξῆγον. Καὶ σιωπῶ τοὺς πεσόντας, οὐχ ὑπὲρ ἀριθμὸν ὄντας, κατά τε τὰ τείχη καὶ τὰς ἀγυιάς, μηδὲ ταφῆς ἠξιωμένους, «ἑλώρια δὲ κειμένους κύνεσσιν οἰωνοῖσί τε πᾶσι» καθ' Ὅμηρον, οὐκ ἄνδρας μόνον ἀλλὰ καὶ γυναῖκας, καὶ τούτων μάλιστα τοὺς γηραιοτέρους τε καὶ ἀσθενεστέρους. Σπεύδων γὰρ ἕκαστος τῶν πολεμίων δέει τοῦ πλήθους, οὓς ἐκράτησε, τὸ τάχος ἀγαγεῖν ἔξω καὶ τοῖς συσκήνοις αὑτοῦ παραδοῦναι, μή τινος ἰσχυροτέρου τὸ κέρδος γένηται, ὅπερ ἂν εἶδε τῶν ἀνδραπόδων ὑπὸ γήρως ἢ καὶ νόσου τάχα τινὸς οὐκ ἔχον τοῖς ἄλλοις βαίνειν παραπλησίως, τὴν κεφαλὴν ἀπέτεμνε τούτου καὶ ζημίαν ἥκιστα ἐλογίζετο. Τότε πρῶτον παῖδες μὲν γονέων, γυναῖκες δὲ ἀνδρῶν καὶ φίλοι φίλων καὶ οἱ καθ' αἷμα τῶν ὁμοίων ἐλεεινῶς ἐχωρίζοντο. Καὶ τὸ θανεῖν ἡμᾶς ἀδίκως ἐν ὑποψίαις ἐτύγχανε. Καὶ συνεχύθη μὲν ἡ πόλις καὶ βοὴ παρὰ πάντων σύμμεικτος ἦρτο καὶ θορύβου πάντα καὶ γόων μεστά. Οἱ μὲν γὰρ ἄγοντες ἐξήρχοντο τοὺς δυστυχεῖς ἐν δεσμοῖς, οἱ δ' εἰσεχέοντο, σπουδάζοντες ἁρπάσαι τοὺς προτέρους, ἅπερ διέφυγε. Πλὴν ἀλλ' οὐκ ἐξ ἴσης πᾶσιν ἧκε τὸ κέρδος· τοσοῦτο γὰρ ἦσαν τὸ πλῆθος, ὅτι μέρος αὐτῶν τὴν πόλιν τῶν ἀνθρώπων ἐκένωσε καὶ τῶν αὐτοῖς προσόντων χρημάτων καὶ μάλισθ' ὅσον τὴν ἀρχὴν εἰσῄει διὰ τῶν κλιμάκων πεζόν.] [Ὡς οὖν οὕτω ταῦτα προβαίη καὶ περιέσχον ἡμᾶς εἰς ἑπτακισχιλίους ἀριθμουμένους ἅμα γυναιξὶ καὶ παιδίοις, πάντας εἰς τὸ στρατόπεδον ἀγαγόντες ταῖς σκηναῖς ἐνδιάγειν παρέσχον, δεδεμένους κἀκεῖ καὶ τὰ τιμήματ' ἀπηρίθμουν ἑκάστων, οἰμωγαὶ δὲ καὶ δάκρυα πανταχοῦ. Νήπια μὲν γάρ, ὅσα ταῖς μητρῴαις ἐναποκείμενα ἦσαν ἀγκάλαις καὶ ὑποτίτθια, ἐλεεινῶς κλαυθμυρίζοντα, ταύτας ἐζήτουν· αἱ δὲ περιιοῦσαι κοπτόμεναι καὶ τὰς παρειὰς ἐξαίμους δεικνῦσαι ταῦτ' ἀνηρεύνων. Καὶ ἄνδρες μὲν τὰς ἑαυτῶν παρ' ἄλλων ληφθείσας γυναῖκας ὁρῶντες, τῷ τῆς συζυγίας αὐτῆς καὶ συμπνοίας κινούμενοι φίλτρῳ, τὸν χωρισμὸν ἀπωδύροντο· γυναῖκες δὲ τοὺς ἄνδρας ἀναζητοῦσαι δάκρυσιν ἀμυθύτοις περὶ αὐτῶν ἐρωτῶσαι τὰς σκηνὰς περιῄεσαν· Καὶ τέκνα μὲν τοὺς τεκόντας ἀφῃρημένα τὴν μόνωσιν οὐκ εἶχον ὑπομένειν οὐδ' ὁπωσοῦν· οἱ τεκόντες δὲ περὶ τούτων ἀνερευνῶντες τῆς φυσικῆς αὐτοὺς διεγειρούσης στοργῆς, τὸν ἀέρα θρήνων ἐπλήρουν καὶ στεναγμὸς ἦν αὐτοῖς διηνεκὴς καὶ ἀπαρηγόρητον δάκρυον. Τότε καὶ κόραι πολλαί, μήπω πρότερον ἀνδράσιν ὀφθεῖσαι μηδὲ τῆς πατρικῆς οἰκίας ἐξιέναι καταθαρρήσασαι, γάμοις δὲ νομίμοις τηρούμεναι καὶ τοῖς πολλοῖς ἀγνοούμεναι, χερσὶν ἀνδρῶν ἐκρατοῦντο καὶ ταῖς σκηναῖς μετ' αὐτῶν συνδιῆγον. Καὶ εἶδες ἂν ἐν ἑκάστῃ σκηνῇ γυναῖκας συμμειγεῖς ἀνδράσι πολίταις καὶ ἄνδρας ὁμοίως γυναιξὶ τῶν ἁλόντων· τῆς γὰρ ἁρπαγῆς κοινῆς γενομένης, ὁμοίως ἐν ὁμοζύγοις καὶ τέκνοις καὶ συγγενέσιν, ἄλλος μὲν ἥρπασε τὴν γυναῖκα, ἕτερος δὲ τὸν ἄνδρα καὶ ἄλλος τὰ τέκνα καὶ λοιπὸν ἦσαν ἀναμεὶξ οἱ καθόλου καὶ ἀγνοούμενοι παρ' ἀλλήλων. Μοναχοὶ δὲ γυναιξὶ συνελκόμενοι, πρᾶγμα γέμον αἰσχύνης ἐδόκει καὶ τοῖς ἕλκουσι τοῦτο γέλως ὑπῆρχε πλατύς· εἰδότες γὰρ ἢ πυθόμενοι μοναχῶς αὐτοὺς βιοτεύοντας καὶ τὴν μετὰ γυναικῶν παντελῶς ἀπειπαμένους συνοίκησιν, τέρψιν ἰδίαν ἡγοῦντο τούτους ὁρῶντες συνδιαφέροντας αὐταῖς τὸ δεινὸν καὶ συνδιάγοντας ἐξ ἀνάγκης ὁμοῦ.]