1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

6

ἑαυτῶν φροντίσωμεν. Ἀλλ' οὐδ' οὕτως ἠνείχεσθε. Οὕτω γνώμης τινὲς τετυχήκεσαν πρὸς πᾶν ὁτιοῦν τὸ τρεπτὸν κεκτημένης καὶ συμμεταβαλλομένης τοῖς καιροῖς καὶ τοῖς πράγμασιν. Ἀλλ' οἱ μὲν τὰ τοιαῦτα λέγειν ὁρμώμενοι λογίσαιντο ποτε ........ἡμεῖς δὲ τῶν προκειμένων ἐχώμεθα.]

9 Πρῶτον καὶ δεύτερον ὁ Μουράτης πεπραχώς, ὅπερ εἰρήκειμεν, καὶ γράμματα τοῖς βέλεσι πεπομφὼς ἐντὸς πλεῖστα, τοῖς αὐτοῖς ὅρκοις καὶ ταῦτα συνδούμενα καὶ τὰ αὐτὰ διαγγέλλοντα. Ὡς ἤνυε πλέον οὐδὲν (οὐ γὰρ ἐξῆν βουλομένοις τοῖς ἐν τῇ πόλει τῷ τῶν Λατίνων δέει καὶ μάλιστα τῶν συμπαρισταμένων αὐτοῖς ἐπὶ φυλακῇ λῃστῶν, τῇ σφῶν ἀδεῶς χρήσασθαι γνώμῃ), τρέπεται τότ' ἐξ ἀνάγκης ἐπὶ τὸ πολεμεῖν, οὐδὲ τότε τοσοῦτον ἀπὸ τῆς ἀπειθείας τῶν ἔνδον καὶ τῆς ἐνστάσεως ὅσον ἐκ τούτου. Ὁλκὰς ἐφάνη τις ἐξαπίνης Λατινικὴ σῖτον ἔχουσα φόρτον καὶ κομίζουσα τοῦτον ἐν τῇ πόλει χρῃζούσῃ. Οἱ δ' ὑπετόπασαν ταύτην ἰδόντες συμμάχους ἔχειν καὶ ὅπλα διὰ τὸν πόλεμον καὶ δεδιότες τὴν ἧτταν, συμμαχίας ἐπὶ τὴν πόλιν ἐλθούσης, ὅλῃ δεῖν ᾤοντο χρήσασθαι τῇ τούτων δυνάμει καὶ περὶ τὰ πολεμικὰ τέχνῃ πρὶν τὴν ὁλκάδα καθορμισθῆναι. Μικρὸν μὲν οὖν πρότερον, ὅτε καὶ τοὺς κήρυκας ἔπεμπεν, ὑπεισερχόμενοι τὸ προτείχισμα μέρος τῶν πολεμούντων ἀωρὶ τῶν νυκτῶν καὶ τοῦθ' ὑπορύττοντες ἐν ἀδείᾳ (οὔτε γὰρ ἐπ' αὐτῷ φύλακες ἦσαν, οὐκ ἀρκούντων τῶν ἔνδον, οὔτ' ἐξωθεῖν αὐτοὺς εἶχεν οὐδεὶς οὐδ' ὁπωσοῦν, τούτου προβεβλημένου) πολλὰ τούτου κατέσπασαν εἰς ἔδαφος μέρη, ὥστ' ἔχειν εἰσιέναι παμπληθεῖς ἐν τῷ μεταξὺ τῶν τειχῶν τόπῳ, κλίμακάς τε εἰσκομίσαι μετ' εὐχερείας καὶ ταύταις τὸ μέγα τεῖχος ἐπαναβῆναι. Βάσιμον οὖν τὸ ἔξω πεποιήκεσαν διατείχισμα τοῦτον τὸν τρόπον καὶ τῆς τοξικῆς πολλάκις τῆς ἡμέρας, ἀλλὰ δὴ καὶ τῆς νυκτὸς οὐκ ἠμέλουν, τοῦ μικροῦ τείχους, ὅτε πρὸς κατάπτωσιν ᾔεσαν· πῶς γὰρ ἂν ἔσχον μετὰ πλείονος ὑπορύττειν ἀδείας αὐτό, τοὺς ἐπὶ τοῦ μείζονος τείχους, εἰ μὴ τοῖς βέλεσιν ἀπεῖργον μὴ κατ' αὐτῶν καὶ τούτους ὁμοίως χωρεῖν καὶ τὰ παραπλήσια δρᾶν; Πλὴν καὶ οὕτως οὐδ' ἡμεῖς ἠμελοῦμεν τοῦ κατὰ δύναμιν ἔργου. [Πλέον δὲ τῶν ἄλλων ἐχρώμεθα τῇ καλουμένῃ σκευῇ, ἧς ἦχον μὲν ἠκούομεν μόνον, ἔργον δὲ οὐδέποτ' εἴδομέν τι λαμπρὸν καὶ ταῦτα πολλῆς ἐν ἡμῖν οὔσης τῆς ἐσκευασμένης βοτάνης, ἀφειδῶς τε κατὰ πάντα καιρὸν ἀναλισκομένης.]

10 Ταῦτ' οὖν ἐπὶ τρισὶν ἦσαν ἡμέραις γινόμενα καὶ τηνικαῦτα δή τινες ἔν τισι τῶν τειχῶν μέρεσιν ἔξωθεν περὶ μέσας νύκτας ἰόντες, τῆς ἡμετέρας κηδόμενοι σωτηρίας, πᾶσαν ἡμῖν πρὸς πόλεμον παρεσκευάσθαι τὴν στρατιὰν προαγγέλλουσιν, ὅσον τε περὶ τὸν Μουράτην πεζὸν καὶ τῆς τετάρτης ἡμέρας διαυγασάσης βούλεσθαι καθ' ἡμῶν ὅλῃ δυνάμει κεχωρηκέναι καὶ ὡς πλοῖα παρασκευάσειαν καὶ τούτοις ἵν' ἀπὸ τοῦ κατὰ θάλατταν μέρους ἰόντες πρὸς διττὰς ἀναγκάσωσιν ἡμᾶς ἀσχοληθῆναι φροντίδας. Ὃ καὶ σφόδρα τὰς ἡμετέρας ψυχὰς διετάραξε καὶ εἰς ἀπορίαν ἐνέβαλεν ὅσην, ὡς βλάβην ἡμῖν δυνάμενον οὐ τὴν τυχοῦσαν ἐπαγαγεῖν. ∆ήλης τοιγαροῦν ταυτησὶ γεγενημένης τῆς ἀγγελίας καὶ πάντων ἡμῶν ἐν περιστάσει καὶ λογισμοῖς ὄντων, πῶς ἂν διατεθείημεν πρὸς τὸν πόλεμον, πάσης τε σχεδὸν ἡλικίας οὔσης ἐν ἐγρηγόρσει, δεήσεις ἐκτενεῖς θεῷ καὶ τῷ Μυροβλύτι Μάρτυρι καθ' ὅλην ἐκείνην προσαγόντων τὴν νύκτα (πάντες γὰρ ᾔδεσαν ἐν χρῷ τοῦ κινδύνου καθεστηκέναι), οἱ Λατῖνοι περὶ πολλοῦ τὸ τοῦ αἰγιαλοῦ ποιούμενοι μέρος διὰ τὰς τρεῖς, αἳ παρῆσαν τῇ πόλει, τριήρεις, μὴ πυρὸς ἔργον ταύτας ἐλθόντες οἱ Τοῦρκοι ποιήσωσι, τοὺς σφῶν τοξότας, μεμερισμένους ὄντας ἐπὶ φυλακῇ τῶν τειχῶν, ὑπαναχωρεῖν αὐτοὺς περιιόντες ἐπέσκηπτον, τῶν ἄλλων τὴν σκέψιν ταύτην μὴ γινωσκόντων, μηδ' ὅπερ ἐκείνοις ἡ ἀπὸ τῶν τειχῶν βούλεται ἀναχώρησις. [Εἰ γὰρ καθαρῶς ἐγύμνουν τὸ πρᾶγμα, ὡς ἐπὶ φυλακῇ τοῦ λιμένος καὶ τῶν τριηρῶν καταβιβάζουσι τούτους τοῦ τείχους, εὐέλπιδες ἂν ἦσαν οἱ περιλελειμμένοι τῷ τείχει καὶ οὐκ ἂν φυγὴν αὐτῶν