1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

9

ΕΠΙΛΥΣΙΣ. Ἀσύνετοι δὲ παντελῶς οἱ καὶ αὐτὸν πλημμελῆσαι τὸν 598 Χριστὸν δύνασθαι οὐκ οἶδ' ὅπως ὑποτοπήσαντες, διὰ τὸ ἐν εἴδει γενέσθαι τῷ καθ' ἡμᾶς οἰκονομικῶς καὶ μορφὴν δούλου λαβεῖν καὶ συναναστραφῆναι τοῖς ἐπὶ γῆς ἀνθρώποις. εἰ μὲν γὰρ ἀπέστη τοῦ εἶναι ὃ ἦν, εἰ μεταπεφοίτηκεν ἐκ τοῦ εἶναι Θεὸς εἰς τὸ καθ' ἡμᾶς εἶναι μόνον, ζητείτωσαν ἐν αὐτῷ τῆς ἀνθρωπίνης ἀσθενείας τὰ ἐγκλήματα. εἰ δὲ πεφόρεκε διὰ τοῦτο τὴν ἀνθρώπου φύσιν, ἵν' ὡς ἐν Ἀδὰμ ἀσθενήσασαν ἐν αὐτῷ δείξῃ δυνατωτάτην καὶ ἁμαρτίας κρείττονα, τί περιεργάζονται μάτην ὃ εὑρεῖν οὐ δύνανται; πῶς δὲ ἐπελάθοντο λέγοντος αὐτοῦ "Ἔρχεται ὁ ἄρχων τοῦ κόσμου "τούτου, καὶ ἐν ἐμοὶ εὑρήσει οὐδέν." κατηγορεῖ μὲν γὰρ ὁ τῆς ἁμαρτίας εὑρετὴς πάσης σαρκός· ἀλλ' ἦν ἄπρακτος ἐν Χριστῷ τῆς ἐκείνου σκαιότητος ἡ περιεργία, ηὕρηται γὰρ ὅλως οὐδὲν ἐν αὐτῷ. καὶ γοῦν ἔφη πρὸς Ἰουδαίους "Τίς "ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; εἰ ἀλήθειαν λέγω, "διὰ τί ὑμεῖς οὐ πιστεύετέ μοι;" ὥσπερ τοίνυν κατεκρίθημεν ἐν Ἀδὰμ διὰ τὴν παρακοὴν καὶ τῆς θείας ἐντολῆς τὴν παράβασιν, οὕτως ἐν Χριστῷ δεδικαιώμεθα διὰ τὸ ἀπλημμελὲς ὁλοτρόπως καὶ τὴν εἰς ἅπαν καὶ ἀμώμητον ὑπακοήν. καὶ τὸ καύχημα τῆς ἀνθρωπείας φύσεως ἐν τούτῳ γέγονε. πέφρακται γοῦν ἡ ἀρὰ, καὶ τὸ τῆς ἁμαρτίας ἐμπέφρακται στόμα, καὶ σὺν αὐτῷ τὸ τοῦ θανάτου κατηργήθη κράτος, 599 ὥσπερ οἰκείᾳ ῥίζῃ συναπομαρανθέν. εἰ γὰρ πρόξενος ἡμῖν ἁπάντων τῶν κακῶν ἡ ἁμαρτία γέγονεν, ἀναίρεσις ἔσται τῶν συμβεβηκότων ἡ ἐν Χριστῷ δικαίωσις, δι' ὑπακοῆς εἰσβαίνουσα, καὶ τὸ ἀνυπαίτιον ἔχουσα παντελῶς. ὥστε καὶ εἰ πεφόρεκεν ὡς φασὶ τὸν Ἀδὰμ, ἀλλ' οὐ κατ' ἐκεῖνον ἦν, τὸν ἐκ γῆς χοϊκὸν, ἀλλ' ὡς ἐπουράνιος ἀσυγκρίτως ἀμείνων τοῦ χοϊκοῦ. καὶ τοῖς τῆς ἀναμαρτησίας ἐπαίνοις τὴν ἀνθρώπου φύσιν στεφανουμένην ἐν αὐτῷ θεωρήσαι τις ἂν, ἐπιμαρτυρούσης αὐτῷ τῆς θεοπνεύστου γραφῆς, ὅτι "ἁμαρτίαν οὐκ "ἐποίησεν οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ."

Πρὸς τοὺς λέγοντας Εἰ καὶ ἄγγελοι κατ' εἰκόνα Θεοῦ. ΕΠΙΛΥΣΙΣ. Τὸ δέ Κατ' εἰκόνα Θεοῦ διερμηνεύοντες ἐπὶ τοῦ ἀνθρώπου, οὐ τὴν τοῦ σώματος εἰδέαν μεταμορφοῦσθαι πρὸς αὐτὸν ἐλέγομεν. ἀσώματον γὰρ ἄϋλόν τε καὶ ἀναφὲς τὸ θεῖον, καὶ ποσότητος ἐπέκεινα καὶ περιγραφῆς, εἴδους τε καὶ σχήματος. ἐφαρμόζοντες δὲ τῷ ἀνθρώπῳ τὸν θεῖον ἐξεικονισμὸν, ἐλέγομεν ὅτι κατὰ τὴν τῶν ἠθῶν ἤτοι τῶν τρόπων ποιότητα, καὶ κατ' εἶδος τὸ πνευματικὸν, ὃ διὰ τῆς τῶν ἀρετῶν εὐειδίας ἐκφαίνεται, πεποιῆσθαί φαμεν καθ' ὁμοίωσιν αὐτοῦ τοῦ δημιουργοῦ. ἐν παντὶ γὰρ καλῷ τὸ θεῖον, καὶ ἁπάσης ἀρετῆς αὐτοπηγὴ καὶ ῥίζα γαὶ γένεσις, ἥκει δὲ καὶ εἰς ἡμᾶς ἐκεῖθεν τὰ ἀγαθά. εἰ τοίνυν κατά γε τὴν ἐξ ἀρετῶν εἰδέαν 600 διαμορφούμεθα πρὸς Θεὸν, ἔνεστι δὲ τοῦτο καὶ τοῖς ἁγίοις ἀγγέλοις καὶ ἀσυγκρίτως ὑπὲρ ἡμᾶς· οὐκ ἀμήχανον ἐννοεῖν ὅτι καὶ πᾶσα κτίσις λογικὴ δι' ἁγιασμοῦ καὶ δικαιοσύνης καὶ διὰ πάσης ἀρετῆς μορφοῦται πρὸς Θεόν. εἰ γὰρ ἡμῖν τοῖς ἐπὶ τῆς γῆς ἐμπρέπει τὸ θεῖόν τε καὶ ὑπερκόσμιον κάλλος, πῶς οὐ μᾶλλον ταῖς ἄνω δυνάμεσι λογικαῖς, αἷς ἐπαναπαύεται ὁ Θεός; διὰ γὰρ τοῦτο καὶ θρόνον αὐτοῦ τὸν οὐρανὸν ὀνομάζουσιν αἱ θεῖαι γραφαί. Πρὸς τοὺς λέγοντας Πῶς ἀσώματοι ὄντες οἱ δαίμονες ἐμίχθησαν γυναιξίν;

ΕΠΙΛΥΣΙΣ. Ἐπειδὴ δέ φασί τινας λέγειν Πῶς ἀσώματοι ὄντες οἱ πονηροὶ δαίμονες κεκοινωνήκασι γυναιξὶν, αἱ δὲ ἐγέννων αὐτοῖς τοὺς γίγαντας· ἀναγκαῖον καὶ