1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

5

ἐψυχῶσθαί φαμεν ψυχῇ νοερᾷ. Πρὸς τοὺς λέγοντας, ὅτι οὐκ ἀνελήφθη μετὰ τῆς ἑνωθείσης αὐτῷ σαρκὸς, ἐν ᾧ καὶ πρὸς τοὺς λέγοντας, ὅτι τὸ ἀναληφθὲν σῶμα τῇ ἁγίᾳ Τριάδι

συγκέκραται. ΕΠΙΛΥΣΙΣ. Ὅτι δὲ καὶ ἀνελήφθη μετὰ τῆς ἑνωθείσης αὐτῷ σαρκὸς πῶς ἂν ἐνδοιάσειέ τις; τὸν γὰρ ἐκ νεκρῶν ἐγηγερμένον, αὐτὸν δηλονότι καθὸ νοεῖται καὶ πέφηνεν ἄνθρωπος, κεκάθικεν ὁ Πατὴρ "ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς "ὑψηλοῖς," "ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνά"μεως καὶ κυριότητος καὶ παντὸς ὀνόματος ὀνομαζομένου·" ἥξει δὲ οὕτω κατὰ καιρούς. καὶ ἀρκέσει πρὸς τοῦτο τῶν ἁγίων ἀγγέλων ἡ φωνὴ τοῖς θεωμένοις αὐτὸν ἀναβαίνοντα μετὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν, ἀναφανδὸν εἰρηκότων "Οὗτος ὁ " ̓Ιησοῦς ὁ ἀναληφθεὶς ἀφ' ὑμῶν, οὕτως ἐλεύσεται ὃν τρόπον "ἐθεάσασθε πορευόμενον αὐτὸν εἰς τὸν οὐρανόν." εἰ μὲν οὖν οἱ τῆς ἀναλήψεως αὐτοῦ γεγονότες θεωροὶ, γυμνὸν τῆς σαρκὸς τὸν Λόγον τεθέανται, οὕτως αὐτὸν καὶ ἥξειν ὑπονοείτωσάν τινες· εἰ δὲ πεπληροφόρηκε τοὺς ἁγίους ἀποστόλους, τὸ ψηλαφητὸν αὐτοῖς δείξας σῶμα, καὶ οὕτως ἀνελήφθη· οὕτω πάλιν ἐλεύσεται, καὶ οὐκ ἂν διαψεύσαιτο τῶν ἁγίων πνευμάτων ὁ ἐπ' αὐτῷ λόγος. 588 Ἀλλὰ μηδὲ ἐκεῖνό τινες φανταζέσθωσαν κακῶς, μήτε μὴν ὑπονοείτωσαν, ὅτι τὸ ἑνωθὲν τῷ Λόγῳ σῶμα τῇ τῆς ἁγίας Τριάδος συγκέκραται φύσει. ἀμήχανον γὰρ τὴν ἀπόῤῥητον ἐκείνην καὶ ὑπερφυᾶ καὶ παντὸς ἐπέκεινα καὶ νοῦ καὶ λόγου νοουμένην οὐσίαν, προσθήκην τινὰ καὶ μάλιστα τὴν ἔξωθεν καὶ ἑτέρας φύσεως δύνασθαι λαβεῖν. ἔστι γὰρ ἐν τοῖς καθ' ἑαυτὴν παντελεία, καὶ οὔτε μείωσιν ἐπιδέχεταί τινα, διὰ τὸ ἀτρέπτως καὶ ἀναλλοιώτως ἔχειν ἀεὶ, οὔτε μὴν ὡς ἔφην προσθήκης ἂν δέοιτό τινος. περιττολογοῦσι τοίνυν οἱ ἐκ πολλῆς ἀμαθίας κατὰ σύγκρασιν ἤγουν συνουσίωσιν ἐν τῇ φύσει τῆς ἁγίας Τριάδος χωρῆσαι τὸ σῶμα λέγοντες. διακείμεθα γὰρ οὐχ οὕτως ἡμεῖς, ἀλλ' ὀρθὴν ἔχομεν περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ τὴν δόξαν. ἐνανθρωπῆσαι γάρ φαμεν αὐτὸν τὸν Μονογενῆ τοῦ Θεοῦ Λόγον, οὐκ εἰς σάρκα τὴν ἰδίαν μεταποιήσαντα φύσιν, ἀλλ' ἐκ τῆς ἁγίας παρθένου λαβόντα αὐτὴν, ἥξοντά τε σὺν αὐτῇ, πλὴν ἐν τῇ δόξῃ τοῦ Πατρὸς μετὰ τῶν ἁγίων ἀγγέλων.

Πῶς χρὴ νοεῖσθαι τό Ὁ Λόγος σὰρξ ἐγένετο.

ΕΠΙΛΥΣΙΣ. Ἐπειδὴ δὲ, ὡς μανθάνω, προσποιοῦνταί τινες ἐρωτᾶν τό Τί ἂν εἴη ἢ κατὰ τίνα νοεῖται τρόπον τό Ὁ λόγος σὰρξ 589 ἐγένετο, πάλιν ἀναγκαίως ἐκεῖνό φαμεν Ἔθος τῇ θεοπνεύστῳ γραφῇ καὶ ἀπὸ μόνης σαρκὸς ὀνομάζειν ἔσθ' ὅτε τὸν ἄνθρωπον. καὶ γοῦν ἐν προφήταις ἐπηγγείλατο Θεὸς ἐκχεῖν τὸ ἑαυτοῦ πνεῦμα ἐπὶ πᾶσαν σάρκα, εἴρηται δὲ πάλιν ὅτι "Οψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ." καὶ οὐ δήπου φαμὲν ὡς ἐπὶ μόνην τὴν σάρκα τὸ θεῖον ἐκχεῖται πνεῦμα, ἀλλ' οὐδὲ ὅτι μόνη ἡ σὰρξ τὴν σωτηρίαν τεθέαται τὴν διὰ Χριστοῦ· ἀλλ' ἐπ' ἀνθρώπους ἐξεχύθη τὸ πνεῦμα, καὶ αὐτοὶ τεθέανται τὴν σωτηρίαν. ὅταν τοίνυν ὁ εὐαγγελιστὴς λέγῃ "Καὶ ὁ Λόγος σὰρξ ἐγένετο," οὐκ εἰς σάρκα μεταπεποιῆσθαι διδάσκει τὸν τοῦ Θεοῦ Λόγον· ἄτρεπτος γάρ ἐστιν ὡς ἐξ ἀτρέπτου Πατρός· ἀλλ' ὅτι σάρκα ἐψυχωμένην νοερῶς ἰδίαν ποιησάμενος, παραδόξως προῆλθεν ἄνθρωπος παρὰ τῆς ἁγίας παρθένου, ἐπειδὴ δὲ οὐκ ἄνθρωπος ὢν πρότερον