1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

3

ἢ ἐκεῖνο φάναι, ὅτι ποσότητι μετρητός ἐστι, καὶ περιληπτὴν ἔχει τὴν φύσιν, καὶ ἐν τόπῳ μένει καθὰ καὶ τὰ σώματα, ἤγουν τὰ ἕτερα τῶν κτισμάτων. ἠγνόησαν δὲ ἴσως ὅτι τὸ θεῖον ἀσώματόν ἐστιν, ἀσχημάτιστον, ἀμερὲς, οὐ ποσότητι μετρητὸν, οὐ τόπῳ περιγραφόμενον, ἀλλὰ πληροῦν μὲν τὰ πάντα καὶ ἐν πᾶσιν ὂν, ἀχώρητον ὂν κατ' ἰδίαν φύσιν. γέγραπται γὰρ ὅτι "Ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματος σοῦ, "καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; ἐὰν ἀναβῶ εἰς "τὸν οὐρανὸν, σὺ ἐκεῖ εἶ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, παρεῖ· "ἐὰν ἀναλάβοιμι τὰς πτέρυγάς μου κατ' ὄρθρον καὶ κατασκηνώσω εἰς τὰ ἔσχατα τῆς θαλάσσης, καὶ γὰρ ἐκεῖ ἡ χείρ "σου ὁδηγήσει με." ἔδει τοίνυν αὐτοὺς οὐκ ἐξ ἀμαθίας προπετεῖς ἐρεύγεσθαι φωνὰς, ἀλλ' ἐννοεῖν οἷά τε καὶ ὅση καὶ ἐν τίσιν ὑπεροχαῖς ἡ θεία καὶ ὑπερμεγέθης καὶ ἀπόῤῥητός ἐστι τοῦ Θεοῦ φύσις. πότε γὰρ ὁ Θεὸς Λόγος ἀπέστη τοῦ εἶναι μετὰ τοῦ Πατρὸς ἢ τοῦ ἐν αὐτῷ μένειν; εἰ γὰρ ἐνδέχεται τοῦ φωτὸς ἐκπεσεῖν καὶ χωρισθῆναι τὸ ἀπαύγασμα τὸ ἀπ' αὐτοῦ, ἦν ἂν εἰκὸς ἐννοῆσαι ὅτι καὶ τὸν Υἱὸν ἐνδέχεται μὴ εἶναι μετὰ τοῦ Πατρός. πῶς δὲ οὐκ ἐνενόησαν ὅτι γενητὸς ὢν ὁ ἥλιος· κτίσμα γάρ ἐστι δι' αὐτοῦ τοῦ Λόγου παρενεχθεὶς εἰς γένεσιν· διέρπει μὲν τὴν ἄνω καὶ αὐτῷ ταχθεῖσαν ὁδὸν, καθίησι δὲ τοῖς ἁπανταχόσε φῶς, καὶ πάντα πληρῶν τῆς ἐξ αὐτοῦ προχεομένης αὐγῆς, ἔχει πάλιν αὐτὴν ἐν ἑαυτῷ; πότε τοίνυν οὐκ ἦν ἐν Πατρὶ τὸ ἀπαύγασμα τῆς δόξης αὐτοῦ; πότε κεχώρισται τῆς ὑποστάσεως αὐτοῦ ὁ χαρακτὴρ αὐτοῦ; καὶ εἰ τὰ πάντα πληροῦντος τοῦ 583 Πατρὸς, οὐκ ἔχει τοῦτο κατὰ φύσιν ἰδίαν ὁ Υἱὸς, τὸ πάντα φημὶ πληροῦν καὶ εἶναι πανταχοῦ καὶ οὐδενὸς ἀπολιμπάνεσθαι, ἑτεροφυὴς ἄρα παρ' αὐτόν ἐστιν. ἐκπίπτουσι τοίνυν εἰς τὴν τῶν Ἀρειανῶν πεπλανημένην δόξαν οἱ ταῦτα περὶ αὐτοῦ τολμῶντες λέγειν. εἰ μὲν γὰρ πεπιστεύκασιν ἀληθῶς ὅτι καὶ Θεὸς καὶ ἐκ Θεοῦ Πατρὸς κατὰ φύσιν πέφηνεν ὁ Υἱὸς, τί μὴ νέμουσιν αὐτῷ τὰ τῇ θείᾳ πρέποντα φύσει; εἰ δὲ ὄνομα μὲν αὐτῷ τὸ τοῦ Θεοῦ περιπλάττουσιν, ἀποστεροῦσι δὲ τῶν τῆς θεότητος ἀξιωμάτων, ἠγνοήκασιν ὅτι καταφέρουσιν ἐν κτίσμασι τὸν ποιητὴν, καὶ τῇ τῶν γεγονότων μοίρᾳ τάττουσι τὸν τῶν ὅλων γενεσιουργὸν καὶ Κύριον· οὐκοῦν ἦν μὲν ἐπὶ γῆς ὁρώμενος κατὰ σάρκα ἄνθρωπος, πλήρεις δὲ ἦσαν καὶ οὕτω τῆς θεότητος αὐτοῦ οἱ οὐρανοί. πληροῖ γὰρ ὡς ἔφην τὰ πάντα Θεὸς ὢν ὁ Λόγος.

Πρὸς τοὺς λέγοντας, ὅτι ἠγνόησεν ὁ Υἱὸς τὴν ἐσχάτην ἡμέραν. ΕΠΙΛΥΣΙΣ. Φασὶ γεμὴν καὶ ἑτέρους ἀκούσαντας λέγοντος τοῦ Χριστοῦ "Περὶ δὲ τῆς ἡμέρας ἢ τῆς ὥρας ἐκείνης οὐδεὶς οἶδεν, οὐδὲ "οἱ ἄγγελοι τῶν οὐρανῶν, οὐδὲ ὁ υἱὸς, εἰ μὴ ὁ πατὴρ" μόνος, ἀσυνετώτατα λέγειν, μὴ εἰδέναι κατὰ ἀλήθειαν τὸν ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς πεφηνότα Λόγον, μήτε 584 τὴν ὥραν μήτε τὴν ἡμέραν ἐκείνην, ἵνα τοῖς ἀγγέλοις συντάττηται, καὶ κατὰ μηδένα τρόπον διαφέρειν δοκῇ τῶν δι' αὐτοῦ γεγονότων. εἶτα πῶς ἐν ἴσῃ τάξει τε καὶ φύσει ποίημα καὶ ποιητής; πῶς δὲ οὐκ ἄπορον τὸ μεσολαβοῦν; ὁ μὲν γάρ ἐστι πάντων ἐπέκεινα, τὸ δὲ, ἐν τοῖς πᾶσιν. εἰ δὲ οἴονται κατὰ ἀλήθειαν ἠγνοηκέναι τι Χριστὸν, καθ' ὃ νοεῖται Θεὸς, ἔξω φέρονται σκοποῦ, καὶ τρέχουσι κατὰ πετρῶν, καὶ τὸ κέρας ἐγείρουσι κατὰ τῆς δόξης αὐτοῦ. εὑρεθήσεται γὰρ, ἂν οὕτως ἔχῃ καθά φασιν αὐτοὶ, οὐδὲ ὁμοούσιος ἔτι τῷ Θεῷ καὶ Πατρί. εἰ γὰρ οἶδε μὲν ὁ Πατὴρ, ἀγνοεῖ δὲ ὁ Υἱὸς, πῶς ἴσος ἔσται αὐτῷ, ἤγουν ὁμοούσιος; δεῖ γὰρ πάντως ἐν μείοσιν εἶναι τοῦ εἰδότος τὸ μὴ εἰδός. καὶ τὸ ἔτι τούτων παραλογώτερον, βουλὴ καὶ σοφία τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς ὠνόμασται. Παῦλος μὲν γὰρ ἔφη περὶ αὐτοῦ "Ὃς "ἐγενήθη σοφία ἡμῖν ἀπὸ Θεοῦ," καὶ πάλιν "Ἐν ᾧ εἰσι "πάντες οἱ θησαυροὶ