1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

2

ἡμέρας καὶ "ἕως τῆς συντελείας τοῦ αἰῶνος." εἰ δὲ μεθ' ἡμῶν ἐστι, κενοί που πάντως καὶ νῦν εἰσὶ τῆς, ὡς αὐτοί φασιν, υἱοτικῆς ὑποστάσεως οἱ οὐρανοὶ, καὶ τὸν τοῦ Πατρὸς κόλπον ἀφεὶς τοῖς ἐπὶ γῆς ἥδιον μᾶλλον συνδιαιτᾶται. ταῦτα γὰρ ἐκεῖνοι ψυχρολογοῦσιν, ὡς ἔφην. εἶτα τίς τῆς ἐκείνων ἀβελτερίας ἀνέξεται; ἢ τίς τῶν νουνεχεστέρων οὐκ ἂν αὐτοῖς ἀμφιλαφὲς ἐπιστάξῃ δάκρυον, οἵ γε τὰς ἱερὰς καὶ θείας ἠγνοηκότες γραφὰς τὸ εἰς νοῦν ἧκον ἀβασανίστως ἐρεύγονται, καὶ τῶν ὀρθῶν τῆς Ἐκκλησίας δογμάτων ἐκπίπτουσι; τί τῷ Φιλίππῳ περὶ τοῦ Πατρὸς λέγοντι προσπεφώνηκεν ὁ Υἱός; "Οὐ "πιστεύεις ὅτι ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοὶ ἐστίν;" οὐκοῦν ἀμήχανον εἶναί ποτε δίχα τοῦ ἑτέρου τὸ ἕτερον· ἀλλ' ἔνθαπερ ὁ Πατὴρ εἶναι νοοῖτο· ἔστι δὲ πανταχοῦ· ἐκεῖ που πάντως καὶ ὁ Υἱὸς, καὶ ἔνθαπερ ἂν ὁ Υἱὸς, ἐκεῖ καὶ ὁ Πατήρ. εἰ γάρ ἐστιν ἀπαύγασμα τοῦ Πατρὸς ὁ Υἱὸς, καὶ Λόγος 580 αὐτοῦ καὶ σοφία καὶ δύναμις, πῶς ἐνδέχεται δίχα λόγου καὶ σοφίας καὶ δυνάμεως νοεῖσθαί ποτε τὸν Πατέρα; πῶς δὲ ἡ σοφία τοῦ Θεοῦ καὶ Λόγος αὐτοῦ καὶ ἡ δύναμις αὐτοῦ νοοῖτ' ἄν ποτε δίχα τοῦ Πατρός; ἢ πῶς οὐκ ἐνυπάρξει ποτὲ αὐτῷ ὁ χαρακτὴρ αὐτοῦ; πῶς δὲ καὶ ὁ χαρακτὴρ δίχα τοῦ Πατρὸς οὗ ἐστι χαρακτήρ; Ἀλλά φασιν ὅτι οὐ συναπτέον ὑπόστασιν ὑποστάσει, οὔτε τὰς ἐν μιᾷ οὐσίᾳ ὑπαρχούσας, καὶ τάχα που τὰ καθ' ἡμᾶς παρακομίζουσιν εἰς ἀπόδειξιν τῶν αὐτοῖς πεφλυαρημένων. Εἶτα πῶς οὐκ ἔδει νοεῖν αὐτοὺς, ὅτι τὰ τῆς θείας φύσεως ἴδια καὶ ἐξαίρετα οὐ διὰ τῶν καθ' ἡμᾶς κανονίζεται μᾶλλον, ἀλλ' ἐν ἰδίοις εἰσὶ λόγοις, καὶ πίστει λαμβάνεται, περιεργοτέρων δὲ λογισμῶν οὐκ ἀνέχεται; μία γὰρ φύσις ἐστὶ τῆς ἀῤῥήτου θεότητος ἐν ὑποστάσει τρισί τε καὶ ἰδικαῖς, ἔξω δὲ τῶν καθ' ἡμᾶς ἐστὶ λόγων, καὶ τοῖς τῶν κτισμάτων ἔθεσιν οὐκ ἀκολουθεῖ. καὶ τοῦτο ἐκ πολλῶν ἔστιν ἰδεῖν. ἡμεῖς μὲν γὰρ πατέρες ἐσμὲν τῶν ἰδίων τέκνων κατὰ ἀπόῤῥοιαν καὶ μερισμόν. ἀναχωρεῖ γὰρ τὸ γεννώμενον εἰς ἰδικὴν ἑτερότητα τὴν εἰς ἅπαν καὶ ὁλοσχερῶς. ἀλλ' οὐχ οὕτως ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς γεννηθῆναί φαμεν τὸν Υἱόν· ἐξέλαμψε μὲν γὰρ τῆς οὐσίας αὐτοῦ, καὶ ἐξηυγάσθη φωτὸς δίκην, ἀλλ' οὐκ ἔξω γέγονεν αὐτοῦ, ἀλλ' ἐξ αὐτοῦ τέ ἐστι καὶ ἐν αὐτῷ· καὶ πρεσβύτεροι μὲν οἱ παρ' ἡμῖν πατέρες τῶν ἰδίων τέκνων· ἥκιστα δὲ τοῦτο ἀληθὲς ἐπὶ Θεοῦ. συνυφέστηκε γὰρ ἀεὶ τῷ Πατρὶ, καὶ συνάναρχον ἔχει τὴν ὕπαρξιν τῷ ἰδίῳ γεννήτορι, 581 ἵνα καὶ ἀεὶ φαίνηται Πατήρ. οὐ γὰρ ἦν ὅτε τοῦτο οὐκ ἦν. ἔστι τοίνυν ταὐτὸν μὲν τῷ Πατρὶ τῇ φύσει τὸ θεῖόν τε καὶ ὑπερκόσμιον γέννημα, ἐν ἑτερότητι δὲ τῇ κατὰ υἱότητα μόνην. οὐ γάρ ἐστι Πατὴρ, ὅτι μηδὲ ἐκεῖνος Υἱός. πάντα τοίνυν πληρούσης, ὡς ἔφην, τῆς ἀνωτάτω πασῶν οὐσίας, ὅτι καὶ ὑπὲρ κτίσιν ἐστὶ καὶ νοῦν καὶ λόγον, μὴ βατταριζέτωσάν τινες, "τὰ ἀπὸ καρδίας αὐτῶν λαλοῦντες, καὶ οὐκ ἀπὸ στό"ματος Κυρίου," καθὰ γέγραπται, ἵνα μὴ παραλύοντες τὴν ἀλήθειαν ταῖς ἑαυτῶν ψυχαῖς τὴν τοῖς τοῦτο δρᾶν εἰωθόσι πρέπουσαν ἐπαντλήσωσι δίκην. Πρὸς τοὺς λέγοντας ὅτι γενόμενος ἄνθρωπος ὁ Μονογενὴς κενοὺς ἀφῆκε

τῆς ἑαυτοῦ θεότητος τοὺς οὐρανούς. ΕΠΙΛΥΣΙΣ. Ἄπιστά τινες, ὡς ἔμαθον, καὶ γελοιότητος τῆς ἐσχάτης ἐπίμεστα ῥημάτια περικομίζουσι, "τὰ ἀπὸ καρδίας αὐτῶν "λαλοῦντες, καὶ οὐκ ἀπὸ στόματος Κυρίου," κατὰ τὸ γεγραμμένον. ὅπου γὰρ τὸ τῆς ἀληθείας οὐ διαφαίνεται κάλλος, ἐκεῖ πάντως ὁ τοῦ ψεύδους πατὴρ ἐκχεῖ τῆς ἐνούσης αὐτῷ σκαιότητος τὸν ἀνδροκτόνον ἰόν. μανθάνω τοίνυν τινὰς ἐκ πολλῆς ἄγαν ἀσυνεσίας διακεῖσθαι καὶ λέγειν, ὅτι γενόμενος ἄνθρωπος ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος, καὶ μετὰ σαρκὸς συναναστραφεὶς τοῖς ἐπὶ τῆς γῆς, κενοὺς ἀφῆκε τῆς ἑαυτοῦ θεότητος τοὺς οὐρανούς. τοῦτο δέ ἐστιν ἕτερον οὐδὲν 582