1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

4

τῆς σοφίας καὶ γνώσεως ἀπόκρυφοι·" ψάλλει δὲ καὶ ὁ θεσπέσιος ∆αυεὶδ πρὸς τὸν ἐν οὐρανοῖς πατέρα καὶ Θεόν "Ἐν τῇ βουλῇ σου ὡδήγησάς με," βουλὴν αὐτοῦ λέγων τὸν ἐξ αὐτοῦ φύντα Υἱόν. εἶτα πῶς οὐ γελοῖον ἀγνοεῖν οἴεσθαί τι τῶν ἐν τῷ Πατρὶ τὴν σοφίαν αὐτοῦ καὶ τὴν βουλὴν αὐτοῦ; καὶ ὁ μόνος εἰδὼς τὸν Πατέρα, πῶς ἀγνοεῖ τὴν τῆς συντελείας ἡμέραν; ποῖον ἄρα τὸ προὔχον ἐν γνώσει, τὸ εἰδέναι τί ἔστιν ὁ Πατὴρ, ἤγουν τὴν ἐσχάτην ἡμέραν; γέγραπται δὲ πάλιν ὅτι "τὸ Πνεῦμα πάντα ἐρευνᾷ "καὶ τὰ βάθη τοῦ Θεοῦ." ὅτε τοίνυν τὸ Πνεῦμα τὸ εἰδὸς τὰ βάθη τοῦ Θεοῦ καὶ πάντα τὰ ἐν αὐτῷ, Πνεῦμά ἐστι καὶ 585 αὐτοῦ τοῦ Υἱοῦ, πῶς οὐκ οἶδε τὰ ἐν τῷ ἰδίῳ Πατρί; πολλῶν τοιγαροῦν εἰς ἀτοπίαν ἐννοιῶν συνωθουσῶν τὸν ἀμαθῆ καὶ κίβδηλον ἐκείνων λόγον, ἀναγκαῖον ἐλθεῖν ἐπὶ τὴν οἰκονομίαν, φάναι τε, ὅτι πεφόρηκε μὲν ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος μετὰ τῆς ἀνθρωπότητος καὶ πάντα τὰ αὐτῆς, δίχα μόνης ἁμαρτίας. ἀνθρωπότητος δὲ μέτροις πρέποι ἂν εἰκότως καὶ τὸ ἀγνοεῖν τὰ ἐσόμενα· οὐκοῦν καθ' ὃ μὲν νοεῖται Θεὸς, οἶδε πάντα ὅσα καὶ ὁ Πατήρ· καθ' ὃ γεμὴν ἄνθρωπος ὁ αὐτὸς, οὐκ ἀποσείεται τὸ καὶ ἀγνοῆσαι δοκεῖν, διὰ τὸ τῇ ἀνθρωπότητι πρέπον. ὥσπερ δὲ αὐτὸς ὢν ἡ πάντων ζωὴ καὶ δύναμις τροφὴν ἐδέχετο σωματικὴν, οὐκ ἀτιμάζων τὸ τῆς κενώσεως μέτρον, ἀναγέγραπται δὲ καὶ ὑπνῶν καὶ κοπιάσας, οὕτω καὶ πάντα εἰδὼς τὴν τῇ ἀνθρωπότητι πρέπουσαν ἄγνοιαν οὐκ ἐρυθριᾷ προσνέμων ἑαυτῷ· γέγονε γὰρ αὐτοῦ πάντα τὰ τῆς ἀνθρωπότητος, δίχα μόνης ἁμαρτίας. ἐπειδὴ δὲ τὰ ὑπὲρ ἑαυτοὺς ἤθελον οἱ μαθηταὶ μανθάνειν, σκήπτεται χρησίμως τὸ μὴ εἰδέναι καθὸ ἄνθρωπος, καί φησι, μηδὲ αὐτοὺς εἰδέναι τοὺς κατὰ τὸν οὐρανὸν ὄντας ἁγίους ἀγγέλους, ἵνα μὴ λυπῶνται ὡς μὴ θαῤῥηθέντες τὸ μυστήριον. Πρὸς τοὺς λέγοντας ὅτι ἰδικῶς ὁ Λόγος ἐνεργεῖ τὰς θεοσημίας, οὐδὲν πρὸς τοῦτο ἐχούσης τῆς ἁγίας αὐτοῦ σαρκός. ΕΠΙΛΥΣΙΣ. Τοὺς δὲ λέγοντας, ὅτι οὐ χρὴ κοινοποιεῖν τὴν σάρκα 586 τῇ θεότητι τοῦ Μονογενοῦς, οὐδὲ τὴν θεότητα τῇ σαρκὶ ἐν ταῖς θαυματουργίαις· ἢ καὶ ὅτι τὸν Λάζαρον ἤγειρεν ἐκ τοῦ μνημείου φωνήσας ὁ Θεὸς Λόγος καὶ οὐχ ὁ ἄνθρωπος, καὶ ὅτι οὐχ ὁ Θεὸς ἐκοπίασεν ἐν τῇ ὁδοιπορίᾳ, ἀλλ' ὁ ἀναληφθεὶς ἄνθρωπος, καὶ αὐτὸς ἐπείνασε καὶ ἐδίψησε καὶ ἐσταυρώθη καὶ ἀπέθανεν· ὁλοτρόπως τῆς ἀληθείας διημαρτηκέναι φαμὲν, καὶ τῆς μετὰ σαρκὸς οἰκονομίας ἀγνοῆσαι τὸ μυστήριον. οὐ γὰρ εἶναί φαμεν υἱοὺς δύο, οὐδὲ δύο χριστοὺς, ἀλλ' ἕνα Χριστὸν καὶ Υἱὸν, τὸν ἐκ Θεοῦ μὲν Πατρὸς πρὸ παντὸς αἰῶνος καὶ χρόνου γεννηθέντα Θεὸν Μονογενῆ καὶ ἐνυπόστατον αὐτοῦ Λόγον, ἐν ἐσχάτοις δὲ τοῦ αἰῶνος καιροῖς τὸν αὐτὸν κατὰ σάρκα ἐκ γυναικός. μὴ τοίνυν ἀποδιοριζέτωσαν ὡς δίψυχοι, μηδὲ δύο ἡμῖν εἰσκομιζέτωσαν υἱοὺς, ἀλλ' ἕνα καὶ τὸν αὐτὸν ὁμολογείτωσαν, ὡς ἐνανθρωπήσαντα Θεοῦ Λόγον, καὶ αὐτοῦ πάντα καὶ φωνὰς καὶ ἐνεργείας. ἐπειδὴ γὰρ ἦν ὁ αὐτὸς Θεός τε ὁμοῦ καὶ ἄνθρωπος, λαλεῖ καὶ θεοπρεπῶς καὶ ἀνθρωπίνως· ἐνεργεῖ δὲ ὁμοίως καὶ τὰ ἀνθρώπινα καὶ τὰ θεοπρεπῆ. ὅταν τοίνυν ὁμολογῶσιν ἕνα Υἱὸν καὶ Χριστὸν καὶ Κύριον, πεπαύσονται διαιροῦντες ἀμαθῶς καὶ διιστάντες εἰς δύο, ὡς ἕνα μὲν ἰδικῶς καὶ ἀνὰ μέρος υἱὸν νοεῖσθαι τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον, ἕτερον δὲ πάλιν ἰδικῶς καὶ ἀνὰ μέρος υἱὸν τὸν, ὡς αὐτοί φασιν, ἀναληφθέντα ἄνθρωπον. ἡμεῖς γὰρ οὐχ οὕτως φαμὲν, οὐδὲ οὕτως πιστεύομεν, ἀλλ' ὅτι Θεὸς ὢν ὁ Λόγος γέγονεν σὰρξ τουτέστιν ἄνθρωπος, οὐκ ἀποβαλὼν τὸ εἶναι Θεὸς, ἀλλὰ καὶ μεμενηκὼς ὅπερ ἦν ἀτρέπτως καὶ ἀναλλοιώτως, καὶ μετεσχηκὼς σαρκὸς καὶ 587 αἵματος κατὰ τὰς γραφάς· τὴν δέ γε ἑνωθεῖσαν αὐτῷ καὶ ἰδίαν αὐτοῦ γενομένην σάρκα