1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

6

τεθεοποίηται μᾶλλον, ἀλλὰ Θεὸς ὢν φύσει, πέφηνεν ἄνθρωπος.

Πρὸς τοὺς ζητοῦντας, εἰ προσέθηκέ τι τῇ τοῦ ἀνθρώπου φύσει παραγενόμενος ὁ Χριστὸς ἐν σαρκί· καὶ πῶς κατ' εἰκόνα Θεοῦ ὁ ἄνθρωπος.

ΕΠΙΛΥΣΙΣ. Ὅτι δὲ παντὸς ἀγαθοῦ πρόξενος τῇ τοῦ ἀνθρώπου γέγονε φύσει παραγενόμενος ἄνθρωπος ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος, τίς ὁ μὴ φάναι τολμῶν; ἢ τίς καταρνήσεται, καὶ ἀνόνητον ἡμῖν γενέσθαι φήσει τὴν εἰς τόνδε τὸν κόσμον 590 ἀποστολὴν αὐτοῦ; γέγονε μὲν γὰρ κατ' εἰκόνα τὴν πρὸς αὐτὸν ὁ ἄνθρωπος ἐν ἀρχαῖς, καὶ ἦν ἡ φύσις ἐπιτηδείως ἔχουσα πρὸς ἀνάληψιν παντὸς ἀγαθοῦ καὶ εἰς κατόρθωσιν ἀρετῆς. ἔκτισε γὰρ ἡμᾶς "ἐπὶ ἔργοις ἀγαθοῖς," ὡς γοῦν ὁ πάνσοφος γράφει Παῦλος. ἀλλ' ἠφάνισε τῆς θεοειδοῦς εἰκόνος τὸ κάλλος ἡ ἁμαρτία, καὶ ῥυποῦ μεστὸν ἀπέφηνεν ὁ σατανᾶς τὸ λαμπρὸν τῆς ἀνθρωπότητος πρόσωπον· ἀλλ' ἐπέφανεν ὁ ἀνακαινιστὴς, ὁ ἀναμορφῶν εἰς τὸ ἐν ἀρχαῖς τὸ ἠδικημένον καὶ πάλιν ἡμᾶς εἰς τὴν ἑαυτοῦ μεταπλάττων εἰκόνα, ὥστε τῆς θείας αὐτοῦ φύσεως ἐμπρέπειν ἡμῖν τοὺς χαρακτῆρας δι' ἁγιασμοῦ καὶ δικαιοσύνης καὶ τῆς κατ' ἀρετὴν εὐζωΐας. αὐτὸς γάρ ἐστιν ἡ θύρα καὶ ἡ ὁδὸς, δι' ἧς πρὸς πᾶν ὁτιοῦν τῶν ἀρίστων εἰσελάσαι δεδυνήμεθα, καὶ ὀρθὰς ποιήσασθαι τροχιάς· ὥστε ἐν ἡμῖν μὲν τοῖς ἐν Χριστῷ τὸ τῆς ἀρίστης εἰκόνος ἐκφαίνεται κάλλος, οἳ δι' αὐτῶν τῶν ἔργων ἠνδραγαθήσαμεν. ἐν δέ γε τῷ πρωτοπλάστῳ πᾶσα μὲν ἐπιτηδειότης ἦν, ἀποφέρουσα δύναμιν πρὸς ἀνάληψιν ἀρετῆς, οὐ πάντως δὲ καὶ ἐνέργεια. τοιγαροῦν καὶ αὐτὸς ἔφη Χριστὸς περὶ ἡμῶν, ἤτοι τῶν ἰδίων προβάτων "Ἐγὼ ἦλθον "ἵνα ζωὴν ἔχωσι, καὶ περιττὸν ἔχωσιν." ἀποδέδοται μὲν γὰρ τῇ ἀνθρώπου φύσει τὸ ἐν Ἀδὰμ ἐν ἀρχῇ, τουτέστιν ὁ ἁγιασμός· τὸ δὲ περιττὸν, ὥστε οἶμαι, φησὶ, τὸ κατ' ἐνέργειαν ὁρᾶσθαι σεπτοὺς, καὶ δι' αὐτῶν τῶν κατορθωμάτων καταφαιδρύνεσθαι.

591 Ὅτι διὰ τῆς ἰδίας σαρκὸς ἐνεργεῖ τὰς θεοσημίας Θεὸς ὢν ὁ Λόγος.

ΕΠΙΛΥΣΙΣ. Ἄνθρωπον δὲ γενέσθαι φαμὲν τὸν Μονογενῆ τοῦ Θεοῦ Λόγον, οὐχ ἵνα τὸ εἶναι Θεὸς ἀποβάλῃ, ἀλλ' οὐδ' ἵνα γυμνὸς νοῆται Λόγος, ἐνανθρωπήσας δὲ μᾶλλον, καὶ ἴδιον ποιησάμενος σῶμα τὸ ἐκ τῆς ἁγίας καὶ θεοτόκου παρθένου. οὐκοῦν ὁ Χριστὸν ὀνομάζων, οὔτε Λόγον σημαίνει γυμνὸν, οὔτε ἄνθρωπον κοινὸν, ἢ ὡς ἕνα τῶν καθ' ἡμᾶς· ἐνανθρωπήσαντα δὲ ὡς ἔφην τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον, καὶ κεχρισμένον εἰς ἀποστολήν. οὐ γὰρ ἄνθρωπος ἐθεοποιήθη, καθά φασί τινες, ἑνωθεὶς τῷ Λόγῳ, ἀλλ' αὐτὸς ὁ Λόγος σάρκα λαβὼν καὶ γενόμενος ἄνθρωπος μεμένηκε καὶ οὕτω Θεός. Ὅταν οὖν ἐργάζεται τὰς θεοσημίας, μὴ διορίσας ἀνὰ μέρος τῆς ἁγίας αὐτοῦ σαρκὸς τὸν ἐκ Θεοῦ Λόγον αὐτῷ κατὰ μόνας τὴν ἐπὶ τοῖς τελουμένοις ἀνάψῃς δύναμιν· νόει δὲ μᾶλλον εὐσεβῶς ὅτι γενόμενος ἄνθρωπος ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος, καὶ διὰ τῆς ἰδίας αὐτοῦ σαρκὸς ἐνήργει πολλάκις, ὡς ἰδίαν ἔχων αὐτὴν, οὐ κατὰ σύγχυσιν ἢ φυρμόν. καὶ ὥσπερ ἔστιν ἐπὶ ἀνθρώπου τεχνίτου νοεῖν τέκτονος τυχὼν ἢ σιδηρέως, ὅτι ποιεῖ τὰ ἔργα μετὰ τοῦ ἰδίου σώματος ἡ ψυχή· καὶ οὐκ ἄν τις εἴποι ψυχῆς ἔργα μόνης εἶναι, εἰ καὶ αὐτὴ κινεῖ πρὸς ἔργα τὸ σῶμα, ἀλλὰ τοῦ συναμφοτέρου· 592 οὕτω νόει καὶ ἐπὶ Χριστοῦ. πρὸ μὲν γὰρ τῆς ἐνανθρωπήσεως γυμνὸς ὢν ἔτι καὶ καθ' ἑαυτὸν ὁ Λόγος εἰργάζετο τὰ θεοπρεπῆ, γεγονὼς δὲ ἄνθρωπος, ἐνήργει καὶ διὰ τῆς ἑαυτοῦ σαρκὸς, ὡς ἔφην. οὕτως ἥψατο τῶν τυφλῶν, ἤγειρε δὲ καὶ τὸν τῆς χήρας υἱὸν πάλιν ἐκτείνας τὴν χεῖρα καὶ ἁψάμενος τῆς σοροῦ· οὕτω πτύσας καὶ ποιήσας πηλὸν ἔχρισε τοὺς ὀφθαλμοὺς