1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

8

τοῦτο δρῶντες παρανομοῦσιν ἐμφανῶς. καὶ τοῦτο ἔστιν ἰδεῖν ἐκ τῶν ἱερῶν γραμμάτων. ἐκέλευε γὰρ ὁ νόμος θύεσθαι τὸ πρόβατον κατὰ τὴν ἡμέραν ἤτοι τὴν ἑορτὴν τοῦ πάσχα, καὶ ἦν εἰς τύπον Χριστοῦ· ἀλλ' "ἐν οἰκίᾳ μιᾷ βρωθήσεται, φησὶ, καὶ οὐκ "ἐξοίσετε τῶν κρεῶν αὐτοῦ ἔξω." ἔξω τοίνυν ἐκφέρουσι τὸ δῶρον, οἱ μὴ ἐν τῇ μιᾷ καὶ καθολικῇ οἰκίᾳ τοῦ Χριστοῦ, τουτέστι, τῇ Ἐκκλησίᾳ, τελοῦντες αὐτό· καὶ δι' ἑτέρου δὲ νόμου τοιοῦτόν τι σημαίνεται. γέγραπται γὰρ πάλιν "Καὶ "ὃς ἐὰν θύσῃ μόσχον ἢ πρόβατον ἐν τῇ παρεμβολῇ, καὶ "ἐπὶ τὰς θύρας τῆς σκηνῆς μὴ ἐνέγκῃ, ἐξολοθρευθήσεται ἡ "ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς." οὐκοῦν οἱ ἔξω θύοντες τῆς σκηνῆς, εἶεν ἂν οὐχ ἕτεροί τινες παρὰ τοὺς αἱρετικοὺς, καὶ ὄλεθρος αὐτοῖς ἐπήρτηται τοῖς τοῦτο τολμῶσι δρᾶν. πιστεύομεν τοίνυν τὰς ἐν ταῖς ἐκκλησίαις δωροφορίας καὶ ἁγιάζεσθαι καὶ εὐλογεῖσθαι καὶ τελειοῦσθαι παρὰ Χριστοῦ.

596 Ὅτι τὰς σαρκικὰς ἡδονὰς εἴτουν φυσικὰς κολοβῶσαι δυνάμεθα, ἐκκόψαι δὲ παντελῶς οὐκέτι.

ΕΠΙΛΥΣΙΣ. ∆οκεῖ τισιν ὁ πάνσοφος Παῦλος δυσχερῆ τινα λέγειν, ἤτοι δυσνόητα, κατὰ τὴν τῶν ἁγίων ἀποστόλων φωνήν. ὅτι δὲ σοφίας τῆς ἄνωθεν μεμέστωται ταῦτα, οὐκ ἔστιν ἀμφιβαλεῖν, λαλεῖ γὰρ ἐν αὐτῷ Χριστός. ἔφη τοίνυν "ὅτι "συνήδομαι γὰρ τῷ νόμῳ τοῦ Θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον, "βλέπω δὲ ἕτερον νόμον ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ "νοός μου, καὶ αἰχμαλωτίζοντά με τῷ νόμῳ τῆς ἁμαρτίας," καὶ πάλιν "Ταλαίπωρος ἐγὼ ἄνθρωπος, τίς με ῥύσεται ἐκ "τοῦ σώματος τοῦ θανάτου τούτου; χάρις δὲ τῷ Θεῷ διὰ "̓Ιησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν." καταστρατεύεται μὲν γὰρ τοῦ νοῦ βλέποντος εἰς ἐγκράτειαν διὰ τὸν τοῦ Θεοῦ φόβον τὸ κίνημα τῆς σαρκὸς, καὶ ταῖς εἰς ἁγνείαν ὁρμαῖς ἀντιτάττεται καὶ ἀντεξάγει δεινῶς. ἀλλ' οἱ νήψει χρώμενοι τῇ πρεπούσῃ τοῖς Θεὸν σεβομένοις, ἐπιτιμῶσι τῷ κινήματι τῆς σαρκὸς, καὶ τὸ τῆς ἁμαρτίας ἀπαμβλύνουσι κέντρον ἀσκήσεσι καὶ πόνοις καὶ ταῖς ἄλλαις ἐπιεικείαις χρώμενοι. ὥστε ἀποριζῶσαι μὲν τῆς σαρκὸς τὴν ἔμφυτον αὐτῆς ἐπιθυμίαν οὐκ ἔνεστι· νήψει δὲ, ὡς ἔφην, οὐκ ἐᾶν καταθρασύνεσθαι τοῦ νοῦ, δυνατὸν, μάλισθ' ὅτι γέγονεν ἄνθρωπος ὁ 597 Μονογενὴς τοῦ Θεοῦ Λόγος, καὶ ἀγριαίνοντα τῆς ἁμαρτίας τὸν νόμον τὸν ἐν τοῖς μέλεσιν ἡμῶν οὐκ ἔτι νεανιεύεσθαι συγκεχώρηκε καθ' ἡμῶν. καὶ τοῦτο διδάξει σαφῶς ὁ πανάριστος Παῦλος γράφων "Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν "ᾧ ἠσθένει διὰ τῆς σαρκὸς, ὁ Θεὸς τὸν ἑαυτοῦ υἱὸν πέμψας "ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας καὶ περὶ ἁμαρτίας κατέκρινε "τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ, ἵνα τὸ δικαίωμα τοῦ νόμου "πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ "κατὰ πνεῦμα." περιεσόμεθα τοίνυν τῶν ἐμφύτων κινημάτων οὐκ εἰς ἅπαν, οὐδὲ ὁλοτελῶς· τετήρηται γὰρ τοῦτο τῇ παμμακαρίᾳ ζωῇ τῇ ἔσεσθαι προσδοκωμένῃ κατὰ τὸν αἰῶνα τὸν μέλλοντα· δυνάμεθα δὲ κατανδραΐζεσθαι, καὶ ἐπιπλήττειν τοῖς τῆς σαρκὸς κινήμασι, Θεοῦ συμπράττοντος, καὶ τὴν ἐξ ὕψους ἡμῖν χορηγοῦντος δύναμιν. καὶ ἁδροτέρα μὲν ἐστὶν ἐν τοῖς ῥᾳθυμοῦσιν ἡ ἐπιθυμία, καὶ οἷον κατεξουσιάζουσα τῆς αὐτῶν καρδίας· ἀδρανὴς δὲ καὶ ῥᾳδίως ἐπιτιμωμένη καὶ ἐκπεμπομένη τοῦ νοῦ ἐν τοῖς τὸν θεῖον ἔχουσι φόβον. γέγραπται γὰρ ὅτι "ὁ φόβος Κυρίου ἁγνὸς," τουτέστιν, ἁγνοποιός.

Πρὸς τοὺς λέγοντας Εἰ ἐνεδέχετο ἁμαρτῆσαι Χριστὸν φορέσαντα τὴν

ὁμοίωσιν τοῦ Ἀδὰμ διὰ τὴν σάρκα.