In caecum a nativitate

 τὸν Ἰεσσαί· Τί καταπλήττεις, πρεσβῦτα; καταψηφίζῃ τοῦ ἀποστείλαντός με. Ἔστι προφήτην πλανηθῆναί ποτε; Εἰ μὲν οἰκείᾳ γνώμῃ παρεγενόμην, καλῶς δι στάζε

 γνωρίζει, ὅτι αὐ τός ἐστιν ὁ τῶν φύσεων δημιουργὸς, καὶ ὅτι περὶ αὑ τοῦ ἔλεγεν· «ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ·» τουτέστιν, ἵνα γνωρισθῶ δι' α

 ἡλίου τὸ κέν τρον, τῆς σελήνης τὸ φάος, τῆς ἡμέρας τὸν ὅρον, τῆς νυκτὸς τὸ μέτρον, τῶν ἀστέρων τὴν χορείαν, τῶν νεφῶν τὴν διαδρομὴν, τῆς γῆς τὴν εὐθύτ

 ἔστιν ἐν ταῦθα πλάνην διαλαθεῖν ποτε. Λέγε ἡμῖν μετὰ πάσης ἀκριβείας· Πῶς ἀνέβλεψας; Τί σοι ἐποίησεν ἐκεῖνος ὁ ἄνθρωπος, ὃν λέγεις; Ὁ δὲ, ἀναβλέψας πρ

 κατακρίνων αὐτοὺς ἔλεγεν· «Οὐαὶ ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταὶ, ὅτι ἤρατε τὴν κλεῖδα τῆς βασιλείας τῶν οὐρανῶν, καὶ οὔτε ὑμεῖς εἰσέρχεσθε, ο

 δαιμόνων θέλετε εἶναι; Οἱ γὰρ δαίμονες, καὶ μαστιζόμενοι ὑπ' αὐτοῦ, Υἱὸν Θεοῦ αὐτὸν ἀποκαλοῦσιν· κἀγὼ ὁ θεραπευθεὶς παρ' αὐτοῦ ἁμαρτωλὸν αὐτὸν προσφων

 ἐνισχύσαντα, λογικὸν, εὐπειθὲς, πολυγάλακτον πρόβατον προσειπεῖν. Ἐπέγνω γὰρ τὸν ἀρχιποιμένα Χριστὸν, ἀπεπήδησε τοὺς Φαρισαϊκοὺς λύκους· εἰσῆλθε διὰ τ

ἐνισχύσαντα, λογικὸν, εὐπειθὲς, πολυγάλακτον πρόβατον προσειπεῖν. Ἐπέγνω γὰρ τὸν ἀρχιποιμένα Χριστὸν, ἀπεπήδησε τοὺς Φαρισαϊκοὺς λύκους· εἰσῆλθε διὰ τῆς σταυρικῆς θύρας εἰς τὴν ἐκκλησιαστικὴν μάνδραν. Ἤκουες ἀρτίως τοῦ Κυρίου λέγοντος· «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας 28.1021 εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, κλέπτης ἐστὶ καὶ λῃστής» Θύραν ὁ Κύριος ἑαυτὸν προσηγόρευσε· καὶ γὰρ ὅπως μή τινες, θύραν ἀκούσαντες, δόξουσιν ἁπλῶς αὐτὸν περὶ θύρας λιτῆς λέγειν, ἐπάγει τὴν ἑρμηνείαν, ἵνα κρατύνῃ τὴν διδασκαλίαν· εὐθέως γὰρ προσθεὶς ἔλεγεν· «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν· Ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων· δι' ἐμοῦ ἐάν τις εἰσέλθῃ καὶ ἐξέλθῃ, νομὴν εὑρήσει.» Καλῶς ὁ Κύριος θύραν ἑαυτὸν προσηγόρευσεν, ὡς φυλάττων τοὺς ἔνδον τῆς πίστεως, ὡς ἀποσοβῶν τοὺς ἔξω περιαθροῦντας, καὶ εἰσάγων εἰς τὴν τοῦ οἰκοδεσπότου πατρὸς συντυχίαν. Οὐδεὶς γὰρ γινώσκει τὸν Πατέρα εἰ μὴ διὰ τοῦ Υἱοῦ, κατ' αὐτὸν τὸν λέγοντα· «Οὐδεὶς γινώσκει τὸν Πατέρα εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι.» Ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. Καλῶς ὁ Κύριος ἑαυτὸν προσηγόρευσε θύραν, καὶ οὐ θύρας· εἷς γὰρ ὁ Πατὴρ, καὶ εἷς ὁ Υἱὸς, καὶ ἓν Πνεῦμα τὸ ἅγιον, καὶ οὐ τρεῖς θεοί· ἀλλὰ μία θύρα γνώσεως. Καὶ τίς τούτου μάρτυς; Παῦλος βοῶν· «Εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα.» Οὐδαμοῦ, οὐ δύο, οὐ τρεῖς, οὐ τέσσαρες, οὐ πέντε, ἀλλὰ πανταχοῦ τὸ εἷς, ἐπειδὴ καὶ μία θύρα, εἷς Κύριος, ἀδιαίρετος οὐσία· μία πίστις, ἡ ἀβαθμίδοτος δοξολογία, ἓν βάπτισμα, καὶ ἀκαπήλευτον φώτισμα· ὁ ταύτην ἔχων τὴν γνῶσιν διὰ τῆς θύρας εἰσέρχεται, καὶ τῇ θύρᾳ Χριστοῦ περιπτύσσεται, καὶ τῆς θύρας οὐ χωρίζεται. Ἡμᾶς ὁ Κύριος ἀρτίως ἴδια πρόβατα ἀκολακεύτως προσηγόρευσεν· ἴδια πρόβατα, ὡς πολυποκοῦντα τῇ φιλοπτωχίᾳ· ὡς πλεονάζοντα τὸ γάλα τοῦ θρεπτικοῦ λόγου· ὡς χλοαζόμενα τὸ τοῦ Κυρίου σῶμα· ὡς πειθομένους τῇ σταυρικῇ βακτηρίᾳ· ὡς συναγομένους τῇ τριπλόκῳ τῆς πίστεως ἀλύσει· ὡς μὴ λειποτακτοῦντας, ἀλλ' ἐπερειδομένους τῷ ἀκρογωνιαίῳ λίθῳ Χριστῷ. Θύραν ὁ Κύριος ἑαυτὸν προσηγόρευσε· καὶ καλῶς θύραν· ἔχει γὰρ δύο παραστάδας, τὴν Παλαιὰν καὶ Καινὴν ∆ιαθήκην· ὁδὸν καὶ ὑπέρθυρον, περιτομὴν καὶ ἀκροβυστίαν· οἶκον τὴν ἐκκλησίαν· τράπεζαν τὸ θυσιαστήριον· ἄρτον τὸν ἀμνόν· κρατῆρα τὸν μυστικὸν οἶνον· χρυσὸν τὴν ἀκίβδηλον πίστιν· ἄργυρον τὴν λαμπρὰν πολιτείαν· μαργαρίτας τὰ θεῖα δόγματα· χλαῖναν τὴν στολὴν τοῦ βαπτίσματος. Ἤκουες ἀρτίως αὐτοῦ λέγοντος· «Ἐγώ εἰμι ὁ Ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων.» Ἑαυτὸν ὁ Κύριος ᾐνίττετο· ὃ γὰρ ἤμελλε ποιεῖν, προέλεγεν· οὐδεὶς γὰρ ὑπὲρ τῶν προβάτων θάνατον κατεδέξατο εἰ μὴ μόνος ὁ Κύριος. Αὐτὸς μόνος ὑπὲρ τῶν λογικῶν προβάτων κατεδέξατο θάνατον, οὐκ ἀκούσιον, ἀλλ' ἑκούσιον· θάνατον οὐκ ἐπιζήμιον, ἀλλ' ἐπικερδῆ· θάνατον οὐ φθορᾶς δεκτικὸν, ἀλλ' ἀφθαρ 28.1024 σίας χορηγόν· θάνατον πίστει κατανοούμενον, οὐ πολυπραγμονούμενον· θάνατον οὐ καθ' ὁμοιότητα τοῦ θανάτου γενόμενον, ἀλλ' αὐτοῦ τοῦ θανάτου θάνατον εὑρισκόμενον. Εἰ μὴ γὰρ ὁ Κύριος τὸν ἑκούσιον θάνατον κατεδέξατο, οὐκ ἂν ὁ διάβολος θάνατον ὑπέμεινε. ∆ιὸ καὶ ὁ Παῦλος βοῶν ἔλεγε· «Κατεπόθη ὁ θάνατος εἰς νῖκος. Ποῦ σου, θάνατε, τὸ κέντρον; Ποῦ σου, ᾅδη, τὸ νῖκος;» ἀλλ' ἐνταῦθα τὸν λόγον σφραγίσαντες, τῷ Θεῷ εὐχαριστήσωμεν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

8