In caecum a nativitate

 τὸν Ἰεσσαί· Τί καταπλήττεις, πρεσβῦτα; καταψηφίζῃ τοῦ ἀποστείλαντός με. Ἔστι προφήτην πλανηθῆναί ποτε; Εἰ μὲν οἰκείᾳ γνώμῃ παρεγενόμην, καλῶς δι στάζε

 γνωρίζει, ὅτι αὐ τός ἐστιν ὁ τῶν φύσεων δημιουργὸς, καὶ ὅτι περὶ αὑ τοῦ ἔλεγεν· «ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ·» τουτέστιν, ἵνα γνωρισθῶ δι' α

 ἡλίου τὸ κέν τρον, τῆς σελήνης τὸ φάος, τῆς ἡμέρας τὸν ὅρον, τῆς νυκτὸς τὸ μέτρον, τῶν ἀστέρων τὴν χορείαν, τῶν νεφῶν τὴν διαδρομὴν, τῆς γῆς τὴν εὐθύτ

 ἔστιν ἐν ταῦθα πλάνην διαλαθεῖν ποτε. Λέγε ἡμῖν μετὰ πάσης ἀκριβείας· Πῶς ἀνέβλεψας; Τί σοι ἐποίησεν ἐκεῖνος ὁ ἄνθρωπος, ὃν λέγεις; Ὁ δὲ, ἀναβλέψας πρ

 κατακρίνων αὐτοὺς ἔλεγεν· «Οὐαὶ ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταὶ, ὅτι ἤρατε τὴν κλεῖδα τῆς βασιλείας τῶν οὐρανῶν, καὶ οὔτε ὑμεῖς εἰσέρχεσθε, ο

 δαιμόνων θέλετε εἶναι; Οἱ γὰρ δαίμονες, καὶ μαστιζόμενοι ὑπ' αὐτοῦ, Υἱὸν Θεοῦ αὐτὸν ἀποκαλοῦσιν· κἀγὼ ὁ θεραπευθεὶς παρ' αὐτοῦ ἁμαρτωλὸν αὐτὸν προσφων

 ἐνισχύσαντα, λογικὸν, εὐπειθὲς, πολυγάλακτον πρόβατον προσειπεῖν. Ἐπέγνω γὰρ τὸν ἀρχιποιμένα Χριστὸν, ἀπεπήδησε τοὺς Φαρισαϊκοὺς λύκους· εἰσῆλθε διὰ τ

τὸν Ἰεσσαί· Τί καταπλήττεις, πρεσβῦτα; καταψηφίζῃ τοῦ ἀποστείλαντός με. Ἔστι προφήτην πλανηθῆναί ποτε; Εἰ μὲν οἰκείᾳ γνώμῃ παρεγενόμην, καλῶς δι στάζεις· εἰ δὲ ὁ τῶν καρδιῶν γνώστης ἀπέστειλέ με, τί ἀνανεύεις; Ὁ δὲ Ἰεσσαὶ πρὸς τὸν Σαμουήλ· Καὶ ἐν τίνι λοιπὸν ἐπινεύσω; Παρήγαγόν σοι πᾶσαν τῶν τέκνων μου τὴν καλλονὴν, καὶ οὐδαμοῦ τῆς ἐπαγγε λίας τὸ γνώρισμα. Μὴ μᾶλλον οὐκ ἔγνως τὸν ἀποστεί λαντά σε; Μὴ ἆρα ἀλλαχοῦ ἀπεστάλης; Μήτιγε ἐμὲ τὸν πρεσβύτην κατέδραμες χειροτονῆσαι; Ὁ δὲ Σαμουὴλ πρὸς τὸν Ἰεσσαί· Τί με καταπλήττεις, πρεσβῦτα; Οὐκ ἔχεις ἄλλον υἱόν; εἰ μὲν οὐκ ἔχεις, ἐσφάλην· εἰ δὲ ἔχεις, οὐκ ἐπλανήθην. Ὁ δὲ Ἰεσσαὶ πρὸς τὸν Σαμουήλ· Ἔχω μὲν καὶ ἄλλον υἱὸν, ἀλλ' ὅμως μικρὸν, εὐτελῆ, μὴ ποιοῦντα βασιλέα. Αἰσχύνομαι καὶ προβιβάσαι αὐτόν. Ὁ δὲ Σαμουὴλ πρὸς αὐ τόν· Παραδιατάττῃ τῷ Κτίσαντι; αἰσχύνῃ προβιβά σαι τοῦτον; Τί γάρ; Πολυσαρκίαν χρίζει ὁ Θεός; 28.1005 Προχείρισαι οὖν τοῦτον· λιμνάσει πάντως τὸ ἔλαιον, ἐπινεύσει, οἶδα, τὸ κέρας. Εὐφραινέσθω σου ὁ οἶκος. Τί γάρ; Ὅτι μικρός ἐστιν, οὐ ποιεῖ βασιλέα; Περίμεινον μικρὸν, καὶ ὄψῃ· πῶς οὗτος ὁ μικρὸς τὸν γιγανταῖον πύργον, τὸν Γολιὰθ λέγω δὴ, καταστρέψει. Τοιγαροῦν ταύτην τῶν γονέων τὴν λοιδορίαν ὁ ∆αβὶδ κατανοήσας, καὶ τὴν τοῦ Κυρίου παράδοξον εὐεργεσίαν θείᾳ Γραφῇ παραδιδοὺς, ἐβόα· «Ὁ πατήρ μου καὶ ἡ μήτηρ μου ἐγκατέλιπόν με· ὁ δὲ Κύριος προσελάβετό με.» Ταύτην τοίνυν τὴν τοῦ προφήτου ∆αβὶδ εὐχάρι στον φωνὴν, εὐκαίρως καὶ ὁ ἐκ γενετῆς τυφλὸς ἀνα βλέψας, ἐρεῖ μεγαλοφώνως καὶ αὐτός· «Ὁ πατήρ μου καὶ ἡ μήτηρ μου ἐγκατέλιπόν με· ὁ δὲ Κύριος προσελάβετό με.» Ἴστε πάντες σαφῶς, πῶς καὶ οὗτος ὑπὸ μὲν τῶν γονέων διεπτύσθη, ὑπὸ δὲ τοῦ Θεοῦ οὐκ ἐγκατελείφθη. Ὅπως δὲ τὸ χρέως ἀποδωσώμεθα, καὶ μικρὸν ἀναψύξωμεν, ἵνα καὶ πάλιν πιστευθῶμεν ὀφει λήματα· φέρε τοίνυν ἐπὶ τὸν ἐκ γενετῆς τυφλὸν εὐκαίρως παραγάγωμεν. Ἤκουες, ἀγαπητὲ, τῇ προ τέρᾳ τοῦ εὐαγγελιστοῦ Ἰωάννου βοῶντος· «Καὶ παρ άγων, φησὶν, ὁ Ἰησοῦς, εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς καθήμενον· καὶ ἐπηρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ, λέγοντες· Ῥαββὶ, τίς ἥμαρτεν, οὗ τος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ;» Ὁ δὲ Κύριος πρὸς αὐτούς· «Οὐδὲ οὗτος ἥμαρτεν, οὐδὲ οἱ γονεῖς αὐτοῦ· ἀλλ' ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ. Ταῦτα εἰπὼν ὁ Κύριος, ἔπτυσε χαμαὶ, καὶ ἐποίησε πηλὸν ἐκ τοῦ πτύσματος, καὶ ἐπέχρισε τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ.» Καὶ ἀπέστειλεν αὐτὸν εἰς τὸν Σιλωάμ· καὶ ἀπελθὼν ἐνίψατο· καὶ νιψάμενος ἀνέβλεψε· καὶ ἀναβλέψας ἐπίστευσε τῷ ἀποστεί λαντι. Ἄκουε συνετῶς. Ἐπηρώτησαν τὸν Κύριον οἱ μαθηταὶ, λέγοντες· «∆ιδάσκαλε, τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ;» ∆ικαία τῶν ἀποστόλων ἡ ἐπερώτησις, ἔνθεν δείκνυται, ὅτι ὡς Θεῷ τῷ Κυρίῳ Ἰησοῦ προσίεσαν. Τίς γὰρ οἶδε τὰ κρυπτὰ τῶν ἀνθρώπων, εἰ μὴ ὁ τῶν καρδιῶν ἰχνηλάτης; ∆ιὸ καὶ ὁ Κύριος οὐκ ἀνένευσε πρὸς τὴν ἐπερώτησιν, ἀλλὰ παραυτὰ ἐποίει τὴν ἀπόκρισιν, ἐν ταυτῷ καὶ τῶν ἀποστόλων τὴν ἐπερώτησιν πληροφορῶν, καὶ τὴν αὐτοῦ θεοπιστίαν βεβαιῶν. Ἀποκριθεὶς γὰρ ὁ Κύριος εἶπεν· «Οὔτε οὗτος ἥμαρτεν, οὔτε οἱ γονεῖς αὐτοῦ· ἀλλ' ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ·» τουτέστιν ἡ παροῦσα τούτου τύφλωσις οὐκ ἔστιν ἁμαρτιῶν πρόσκομμα, ἀλλὰ φύσεως σφάλμα. Ὥσπερ γὰρ φυτὸν πρὸ τοῦ τῆς γῆς ἐκκύψαι, ἐν τῇ ῥίζῃ πολλάκις ἀπὸ περιστάσεως ἀερίου τὴν βλάβην δέχεται, οὕτω καὶ οὗτος ὁ ἐκ γενετῆς τυφλὸς, ἐν τῇ νηδύϊ τὴν πήρωσιν ἐδέξατο· ἢ τοῦ μητρῴου κόλπου ἀνευθέτου ὑπάρχοντος, ἢ τοῦ πατρῴου σπόρου κακο χύμου καταβληθέντος. Ὁ δὲ τὴν σφαλεῖσαν φύσιν διορ θώσασθαι δυνάμενος οὐδὲν ἕτερον ἢ τῶν φύσεων δη μιουργὸς εὑρεθήσεται. ∆ιὸ καὶ ὁ Κύριος ἀπεφήνατο 28.1008 λέγων· «Οὔτε οὗτος ἥμαρτεν, οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ' ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ.» Καὶ ταῦτα εἰπὼν εὐθέως διὰ τοῦ ἔργου

2