In caecum a nativitate

 τὸν Ἰεσσαί· Τί καταπλήττεις, πρεσβῦτα; καταψηφίζῃ τοῦ ἀποστείλαντός με. Ἔστι προφήτην πλανηθῆναί ποτε; Εἰ μὲν οἰκείᾳ γνώμῃ παρεγενόμην, καλῶς δι στάζε

 γνωρίζει, ὅτι αὐ τός ἐστιν ὁ τῶν φύσεων δημιουργὸς, καὶ ὅτι περὶ αὑ τοῦ ἔλεγεν· «ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ·» τουτέστιν, ἵνα γνωρισθῶ δι' α

 ἡλίου τὸ κέν τρον, τῆς σελήνης τὸ φάος, τῆς ἡμέρας τὸν ὅρον, τῆς νυκτὸς τὸ μέτρον, τῶν ἀστέρων τὴν χορείαν, τῶν νεφῶν τὴν διαδρομὴν, τῆς γῆς τὴν εὐθύτ

 ἔστιν ἐν ταῦθα πλάνην διαλαθεῖν ποτε. Λέγε ἡμῖν μετὰ πάσης ἀκριβείας· Πῶς ἀνέβλεψας; Τί σοι ἐποίησεν ἐκεῖνος ὁ ἄνθρωπος, ὃν λέγεις; Ὁ δὲ, ἀναβλέψας πρ

 κατακρίνων αὐτοὺς ἔλεγεν· «Οὐαὶ ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταὶ, ὅτι ἤρατε τὴν κλεῖδα τῆς βασιλείας τῶν οὐρανῶν, καὶ οὔτε ὑμεῖς εἰσέρχεσθε, ο

 δαιμόνων θέλετε εἶναι; Οἱ γὰρ δαίμονες, καὶ μαστιζόμενοι ὑπ' αὐτοῦ, Υἱὸν Θεοῦ αὐτὸν ἀποκαλοῦσιν· κἀγὼ ὁ θεραπευθεὶς παρ' αὐτοῦ ἁμαρτωλὸν αὐτὸν προσφων

 ἐνισχύσαντα, λογικὸν, εὐπειθὲς, πολυγάλακτον πρόβατον προσειπεῖν. Ἐπέγνω γὰρ τὸν ἀρχιποιμένα Χριστὸν, ἀπεπήδησε τοὺς Φαρισαϊκοὺς λύκους· εἰσῆλθε διὰ τ

γνωρίζει, ὅτι αὐ τός ἐστιν ὁ τῶν φύσεων δημιουργὸς, καὶ ὅτι περὶ αὑ τοῦ ἔλεγεν· «ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ·» τουτέστιν, ἵνα γνωρισθῶ δι' αὐτοῦ, ὅτι οὐκ εἰμὶ λιτὸς ἄνθρωπος, ἀλλὰ Θεὸς κραταιός. Ἠδύνατο γὰρ ὁ Κύριος τῷ ῥήματι μόνῳ τὸν τυφλὸν ἰάσασθαι, ὁ λόγῳ τοὺς οὐρανοὺς στερεώσας, κατὰ τὸ φάσκον θεῖον ῥητόν· «Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν·» ἠδύνατο οὖν λόγῳ καὶ τοῦτον τὸν ἐκ γενετῆς τυφλὸν θεραπεῦσαι. Ἀλλ' οὐ ποιεῖ τοῦτο, πηλὸν δὲ ἐπιχρίει τοῖς ὀφθαλμοῖς αὐτοῦ, ἵνα πᾶσι φανε ρὸν καταστήσῃ, ὅτι αὐτός ἐστιν ὁ καὶ τοῦ Ἀδὰμ κε ραμεὺς, καὶ διὰ τοῦ ὁμοίου τὸ ὅμοιον ἀποπληρῶν. Οὐ ξενίζει τὴν περιοδίαν, ἵνα μὴ διασκεδάσῃ τὴν θαυματουργίαν· πηλὸν ἐπὶ πηλὸν ἐπιχρίει, διὰ τοῦ ὁμοίου τὸ ὅμοιον ἀναπληρῶν. Ἔστι δὲ πάντως εἰπεῖν τινα, καὶ ὅτι τούτου χάριν ὁ Κύριος ἔχρισε πηλῷ τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ, ἵνα πᾶσι φανερὸν καταστήσῃ, ὅτι αὐτός ἐστιν ὁ καὶ τὸν Ἀδὰμ χοοπλαστήσας. Τίνος δὲ ἕνεκεν ἀπέστειλεν αὐτὸν εἰς τὸν Σι λωάμ; Μὴ καὶ τὸν Ἀδὰμ εἰς τὸν Σιλωὰμ ἐχάλασεν; Ἄκουε συνετῶς. Ὅτε τὸν Ἀδὰμ ὁ Κύριος ἐπηλόπλασε, τότε οὐδεὶς τῶν ἀντιλεγόντων Ἰουδαίων παρῆν· ἐπεὶ οὖν οὐδεὶς ἦν ἀντιλέγων, τότε μὲν ὁ Κύ ριος εὐσυσταλτικώτερον τὸν λογικὸν ἀνδριάντα κα τασκευάζει· νυνὶ δὲ ὡς πολλῶν ὄντων τῶν ἀντιλε γόντων, πλατύνει τὴν περιοδίαν, ἵνα κρατύνῃ τὴν ἐξουσίαν, ὅπως καὶ ἄκοντας τοὺς ἀντιλέγοντας ἐπι νεῦσαι τῷ θαύματι παρασκευάσῃ. Τούτου οὖν χάριν ἀπέστειλε τὸν πηλοφόρον εἰς τὸν Σιλωὰμ νίψασθαι, οὐχ ὅτι τοῦ Σιλωὰμ ἔχρῃζεν ὁ τοῦ Σιλωὰμ δεσπότης· ἀλλ' ὅπως, τοῦ τυφλοῦ τρέχοντος, οἱ βλέποντες ἀκο λουθήσωσι καὶ γενήσηται ὁ μὴ βλέπων τῶν βλεπόν των ὁδηγὸς, αὐτοὶ δὲ οἱ καταδραμόντες μάρτυρες γενήσωνται τοῦ θαύματος. Ὅταν γὰρ καὶ τοῦτο ἐποίησεν ὁ Κύριος, καὶ ἀπέστειλεν αὐτὸν εἰς τὸν Σι λωὰμ, ἄπειρα πλήθη κατέδραμον μαρτυροῦντα τῷ θαύματι. Καὶ ἔτι ἐνήχουν οἱ τῶν Φαρισαίων παῖδες πο λυπραγμονοῦντες, καὶ φαντασίαν τὴν θαυματουργίαν βοῶντες. Τί ἔμελλον ποιεῖν, εἰ μὴ ἐπλάτυνε τὴν θαυματουργίαν; Ἄλλως δὲ πάλιν, εἰ βουληθῇς τὸν Σι λωὰμ εἰς τύπον λαβεῖν τῆς τοῦ βαπτίσματος κολυμ βήθρας, οὐκ ἂν ἁμάρτοις· ἐπειδὴ ἐν ἐκείνῃ πάντες ἀπονίπτονται τὸ σκότος τῆς ἀγνωσίας, καὶ λαμβά νουσι τὸ φῶς τῆς εὐσεβείας. Καὶ ὅτι μετὰ τὴν τοσαύτην τοῦ θαύματος πλατύτητα οἱ πλείους τῶν Ἰουδαίων ἀντέλεγον τῷ θαύ ματι, ἤκουες τοῦ εὐαγγελιστοῦ λέγοντος· «Οἱ δὲ γεί τονες, καὶ οἱ ἰδόντες αὐτὸν πρὸ τούτου, ὅτι προσαίτης ἦν, ἔλεγον· Οὐχ οὗτός ἐστιν ὁ προσαιτῶν, ὁ ἐκ γενε τῆς τυφλός; Ἄλλοι ἔλεγον· Οὗτός ἐστιν. Ἕτεροι δὲ ἔλεγον· Οὐκ ἔστιν οὗτος, ἀλλ' ὅμοιος αὐτῷ ἐστιν. Ὁ δὲ ἀναβλέψας ἔλεγεν ὅτι, Ἐγώ εἰμι, ὃν λέγετε.» 28.1009 Εἶδες τύφλωσιν ἀναβλέψεως πρόξενον; Ὁ τυφλὸς ἀνέβλεψε καὶ οἱ βλέποντες ἐτυφλώθησαν τῇ κακίᾳ. Ἀεὶ γὰρ ἡ κακία τυφλή. ∆ιὸ καὶ Ἰουδαίων παῖδες ἀπὸ κακίας ἐπήχουν τὸν ἐκ γενετῆς τυφλὸν, λέ γοντες πρὸς αὐτόν· Λέγε ἡμῖν, ἄνθρωπε, τίνος χάριν συγκροτεῖς ἡμῖν τὸν υἱὸν τοῦ τέκτονος, καὶ ὡς Θεὸν αὐτὸν θέλεις διαφημίζεσθαι; Οὐκ εἶ σὺ ὁ ἐκ γενετῆς τυφλός· γνωρίζομεν ἡμεῖς ἐκεῖνον· πολλο στὸν αὐτῷ τὰ πρὸς τὰς χρείας ἐχορηγήσαμεν. Πῶς οὖν θρυλλεῖς σὺ, καὶ λέγεις, ὅτι Αὐτὸς ἀνέῳξέ μου τοὺς ὀφθαλμούς; Εἰ χρημάτων δέῃ, καὶ τούτων χά ριν ψευδολογεῖς, ὅσον βούλει κομίζου· μόνον τῆς ἀληθείας μὴ ἀπέχου. Πάντα οὖν ἐποίουν, ἵνα πως διασκεδάσωσι τὸ θαῦμα. Ὁ δὲ ἀναβλέψας πρὸς τοὺς ἀντιλέγοντας Ἰουδαίους ἔφασκε· Τί με συκοφαν τεῖτε; Τί μου τὸ ψυχικὸν βλέμμα τυφλῶσαι προαι ρεῖσθε; Ἀνέβλεψα, οὐ τυφλοῦμαι· μάτην μοι κο νιορτὸν βλασφημίας προσρίπτετε. Ἄλλος ἐφιλαν θρωπεύσατο, καὶ ὑμεῖς ἀντιβάλλετε. Οὐ προσκυνεῖτε, ἀλλὰ λοιδορεῖτε. Καλῶς δὲ αὐτὸν υἱὸν τοῦ τέκτονος προσαγορεύετε· μετημφίασε γὰρ τῶν ἐμῶν ὀφθαλ μῶν τὰς θυρίδας. Μικρόν μοι συγχωρήσατε, εἰ μετ' ὀλίγον ὑμῖν διαλέγομαι. Συγχωρήσατέ μοι πρῶτον κα τανοῆσαι τοῦ οὐρανοῦ τὸ κάλλος, τοῦ

3