In caecum a nativitate

 τὸν Ἰεσσαί· Τί καταπλήττεις, πρεσβῦτα; καταψηφίζῃ τοῦ ἀποστείλαντός με. Ἔστι προφήτην πλανηθῆναί ποτε; Εἰ μὲν οἰκείᾳ γνώμῃ παρεγενόμην, καλῶς δι στάζε

 γνωρίζει, ὅτι αὐ τός ἐστιν ὁ τῶν φύσεων δημιουργὸς, καὶ ὅτι περὶ αὑ τοῦ ἔλεγεν· «ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ·» τουτέστιν, ἵνα γνωρισθῶ δι' α

 ἡλίου τὸ κέν τρον, τῆς σελήνης τὸ φάος, τῆς ἡμέρας τὸν ὅρον, τῆς νυκτὸς τὸ μέτρον, τῶν ἀστέρων τὴν χορείαν, τῶν νεφῶν τὴν διαδρομὴν, τῆς γῆς τὴν εὐθύτ

 ἔστιν ἐν ταῦθα πλάνην διαλαθεῖν ποτε. Λέγε ἡμῖν μετὰ πάσης ἀκριβείας· Πῶς ἀνέβλεψας; Τί σοι ἐποίησεν ἐκεῖνος ὁ ἄνθρωπος, ὃν λέγεις; Ὁ δὲ, ἀναβλέψας πρ

 κατακρίνων αὐτοὺς ἔλεγεν· «Οὐαὶ ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταὶ, ὅτι ἤρατε τὴν κλεῖδα τῆς βασιλείας τῶν οὐρανῶν, καὶ οὔτε ὑμεῖς εἰσέρχεσθε, ο

 δαιμόνων θέλετε εἶναι; Οἱ γὰρ δαίμονες, καὶ μαστιζόμενοι ὑπ' αὐτοῦ, Υἱὸν Θεοῦ αὐτὸν ἀποκαλοῦσιν· κἀγὼ ὁ θεραπευθεὶς παρ' αὐτοῦ ἁμαρτωλὸν αὐτὸν προσφων

 ἐνισχύσαντα, λογικὸν, εὐπειθὲς, πολυγάλακτον πρόβατον προσειπεῖν. Ἐπέγνω γὰρ τὸν ἀρχιποιμένα Χριστὸν, ἀπεπήδησε τοὺς Φαρισαϊκοὺς λύκους· εἰσῆλθε διὰ τ

κατακρίνων αὐτοὺς ἔλεγεν· «Οὐαὶ ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταὶ, ὅτι ἤρατε τὴν κλεῖδα τῆς βασιλείας τῶν οὐρανῶν, καὶ οὔτε ὑμεῖς εἰσέρχεσθε, οὔτε δὲ τοὺς βουλομένους εἰσελθεῖν συγ χωρεῖτε.» Τί οὖν οἱ Φαρισαϊκοὶ κριταί; Ὡς εἶδον τοὺς γονεῖς τοῦ ἀναβλέψαντος μηδὲν πρὸς τὸ δοκοῦν αὐτοῖς ἀποκρινομένους, τούτους ἀπωσάμενοι δι' ἑτέρας θύ ρας, καὶ ἐκ δευτέρου προφωνήσαντες τὸν ἀναβλέψαντα παῖδα· οὐκ ἦν γὰρ παρὼν ὁ παῖς, ὅτε τὴν πεῦσιν προσῆγον οἱ Φαρισαῖοι τοῖς γονεῦσιν αὐτοῦ· πιθανο λογοῦντες ἐπηρώτων πάλιν τὸν ἀναβλέψαντα, λέγοντες αὐτῷ Κἂν νῦν ὁμολογεῖς τὴν ἀλήθειαν, καὶ πᾶσι φανερὸν καθιστᾷς, ὅτι οὐκ εἶ σὺ ὁ ἐκ γε νετῆς τυφλός· ἤδη γὰρ παρὼν ἔφης γονέων ἐκείνων εἶναι, καὶ ἰδοὺ ἀκηκόαμεν παρ' αὐτῶν, ὅτι οὐκ εἶ αὐτῶν υἱὸς, οὐδὲ ἔσχον ἐκ γενετῆς τυφλὸν τέκνον. Πῶς οὖν σὺ ἐπιτρίβῃ λέγων, ὅτι Ἄνθρωπός τις λεγόμενος Ἰησοῦς ἐπέχρισε πηλὸν ἐπὶ τοὺς ὀφθαλ μούς μου, καὶ ἐνιψάμην, καὶ βλέπω; Ταῦτα ἀκούσας ὁ ἀναβλέψας, καὶ ἐπιγνοὺς αὐτῶν τὴν κακίαν, ἀντ απεκρίνατο πρὸς αὐτοὺς λέγων· Θαυμάζω, εἰ ἀλη θεύετε ταῦτα λέγοντες. Οἱ γονεῖς εἶχον ἀρνήσασθαι τὸ ἴδιον τέκνον, καὶ μάλιστα μήτηρ ἄῤῥενα, ἢ πατὴρ μὴ παροξυνθείς; σφόδρα ἄπιστόν μοι φαίνεται τὸ λεγόμενον, καὶ τῶν ἐμῶν ἀκοῶν ἀπρόσδεκτον. Εἰ δὲ τοῦτο γέγονεν, οὐδὲν θαυμαστόν· τοῦτο ἴδιον τῆς ἀνθρωπίνης φύσεως ὑπάρχει, διὸ καὶ συγγνώμης ἀξιωθήσονται, ὡς φόβῳ τοῦτο ποιήσαντες. Ὑμεῖς οἱ γραμματεῖς τὸν Θεὸν ἀρνεῖσθε, καὶ ὡς μηδὲν φαῦλον πράττοντες διάκεισθε. Καὶ περὶ τῶν ἐμῶν γονέων ὁ λόγος· ὃ ὑμεῖς πρὸς τὸν Θεὸν ποιεῖτε, τοῦτο τοὺς γονεῖς πρὸς ἐμὲ ποιεῖν διαβάλλετε. Οὐχὶ περὶ ὑμῶν ὁ Κύριος ἔκραξεν ἐκ πολλῶν τῶν χρόνων διὰ τοῦ προ φήτου Ἡσαΐου λέγων· «Υἱοὺς ἐγέννησα, καὶ ὕψωσα· αὐτοὶ δέ με ἠθέτησαν;» εἰ καὶ ὑμῖν φίλον τὸ ἀρ νεῖσθαι, ἀλλ' ὅμως ἐγὼ τοῦτο ποιεῖν οὐκ ἀνέχομαι. Ὁμολογῶ καὶ τὸν θεραπεύσαντά με, γνωρίζω δὲ καὶ τοὺς γεννήσαντάς με· εἰ γὰρ καὶ ἠρνήσαντό με οἱ γονεῖς μου, καὶ οὕτως οὐ διστάζω. Οἶδα, οἶδα σαφῶς βοῶντα τὸν ∆αβίδ· «Ὁ πατήρ μου καὶ ἡ μήτηρ μου ἐγκατέλιπόν με, ὁ δὲ Κύριος προσελάβετό μου.» Οἱ δὲ Φαρισαῖοι δριμυχθέντες ἔλεγον αὐτῷ· Τί λέγεις, ματαιόφρον, τῷ ∆αβὶδ ἑαυτὸν συγκρίνεις; καὶ τὸν υἱὸν τοῦ τέκτονος Κύριον ὁμολογεῖς, τὸν μὴ ἔχοντα 28.1017 ποῦ τὴν κεφαλὴν κλῖναι; Κείσθω, ὅτι ἀνέβλεψας· τὸν Θεὸν ὑμνολόγει. Τί τούτῳ εὐχαριστεῖς; Οὐκ ἔστιν οὗτος ἐκ τοῦ Θεοῦ· εἰ ἦν ἐκ τοῦ Θεοῦ, οὐκ ἂν ἔλυεν τὸ σάββατον. «∆ὸς δόξαν τῷ Θεῷ· ἡμεῖς γὰρ οἴδαμεν, ὅτι ὁ ἄνθρωπος οὗτος ἁμαρτωλός ἐστιν.» Ὁ δὲ ἀναβλέψας, ἀκούσας ὅτι ἁμαρτωλὸν τὸν Κύριον λέγουσι, τὴν ψυχὴν εἰλιγγιάσας, καὶ τὰς ἀκοὰς ἐπισχὼν, ἀνταποκρίνεται πρὸς τοὺς Φαρισαίους λέγων· Τί λέγετε; Ἁμαρτωλός ἐστιν, ὁ τῶν ἐμῶν ὀφθαλμῶν φωτοδότης; Τί τῇ πικρίᾳ μέλι προσμι γνύετε; Ἐν ταὐτῷ με καὶ δοξάζειν καὶ βλασφημεῖν παρακελεύετε. Τὸ μὲν δοξάσαι τὸν Θεὸν, καλὸν, τὸ δὲ ἁμαρτωλὸν εἰπεῖν, ἐσκοτισμένης διανοίας ἐστὶν ἐπιχείρημα. Εἰ ἁμαρτωλός ἐστιν, δείξατέ μοι ἁμαρ τίας ἔμφασιν ἐν αὐτῷ, καὶ πείθωμαι τῇ διδασκαλίᾳ ὑμῶν· ἢ ὑμεῖς ἔμφασιν ἐν αὐτῷ ἁμαρτίας δείξατε, ἢ ἐγὼ θείας ἐν αὐτῷ θαυματουργίας ὑπάρχειν ἐχέγγυα. Καταλιμπάνω τὰ κατ' ἐμαυτὸν, καὶ λοιπὸν ἐκ τῶν ἄλλων ποιοῦμαι τὴν ἐπερώτησιν· Ἁμαρτωλός ἐστιν, ὥς φατε; Οὐχ οὗτος τὸν υἱὸν τῆς χήρας ἐκκομιζόμε νον νεκρὸν λόγῳ ἀνέστησεν; Ἁμαρτωλοῦ ἀνθρώπου, ἢ Θεοῦ Λόγου ἦν τὸ ἔργον; Οὐχὶ τῶν δέκα λεπρῶν ὑφ' ἓν τὴν καταστιχθεῖσαν ὑπὸ τοῦ πάθους παρδα λιαίαν δορὰν ῥήματι ἐκκαθαίρων, εἰς τὴν ἀνθρωπό μορφον μονοειδῆ μετήνεγκε θέαν; Ἁμαρτωλοῦ ἀνθρώπου, ἢ Θεοῦ Λόγου τὸ ἔργον; Οὐχὶ τὸν ὑπὸ λεγεῶνος τῶν δαιμόνων παρενοχλούμενον ἄνθρωπον, τὸν μήτε κρα τηθῆναι δυνάμενον, μήτε οἶκον εἰσδεχόμενον, ἀλλ' ἐν τοῖς μνήμασιν αὐλιζόμενον, βασιλικῶς τῆς τυραννίδος ἀπέλυσεν; Ἁμαρτωλοῦ ἀνθρώπου, ἢ Θεοῦ Λόγου τὸ ἔργον; Ἀγνωμονέστερόν με τῶν

6