In caecum a nativitate

 τὸν Ἰεσσαί· Τί καταπλήττεις, πρεσβῦτα; καταψηφίζῃ τοῦ ἀποστείλαντός με. Ἔστι προφήτην πλανηθῆναί ποτε; Εἰ μὲν οἰκείᾳ γνώμῃ παρεγενόμην, καλῶς δι στάζε

 γνωρίζει, ὅτι αὐ τός ἐστιν ὁ τῶν φύσεων δημιουργὸς, καὶ ὅτι περὶ αὑ τοῦ ἔλεγεν· «ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ·» τουτέστιν, ἵνα γνωρισθῶ δι' α

 ἡλίου τὸ κέν τρον, τῆς σελήνης τὸ φάος, τῆς ἡμέρας τὸν ὅρον, τῆς νυκτὸς τὸ μέτρον, τῶν ἀστέρων τὴν χορείαν, τῶν νεφῶν τὴν διαδρομὴν, τῆς γῆς τὴν εὐθύτ

 ἔστιν ἐν ταῦθα πλάνην διαλαθεῖν ποτε. Λέγε ἡμῖν μετὰ πάσης ἀκριβείας· Πῶς ἀνέβλεψας; Τί σοι ἐποίησεν ἐκεῖνος ὁ ἄνθρωπος, ὃν λέγεις; Ὁ δὲ, ἀναβλέψας πρ

 κατακρίνων αὐτοὺς ἔλεγεν· «Οὐαὶ ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταὶ, ὅτι ἤρατε τὴν κλεῖδα τῆς βασιλείας τῶν οὐρανῶν, καὶ οὔτε ὑμεῖς εἰσέρχεσθε, ο

 δαιμόνων θέλετε εἶναι; Οἱ γὰρ δαίμονες, καὶ μαστιζόμενοι ὑπ' αὐτοῦ, Υἱὸν Θεοῦ αὐτὸν ἀποκαλοῦσιν· κἀγὼ ὁ θεραπευθεὶς παρ' αὐτοῦ ἁμαρτωλὸν αὐτὸν προσφων

 ἐνισχύσαντα, λογικὸν, εὐπειθὲς, πολυγάλακτον πρόβατον προσειπεῖν. Ἐπέγνω γὰρ τὸν ἀρχιποιμένα Χριστὸν, ἀπεπήδησε τοὺς Φαρισαϊκοὺς λύκους· εἰσῆλθε διὰ τ

ἡλίου τὸ κέν τρον, τῆς σελήνης τὸ φάος, τῆς ἡμέρας τὸν ὅρον, τῆς νυκτὸς τὸ μέτρον, τῶν ἀστέρων τὴν χορείαν, τῶν νεφῶν τὴν διαδρομὴν, τῆς γῆς τὴν εὐθύτητα, τῆς θαλάσσης τὸ κύτος, τῶν πλοίων τὴν ἄτριβον διά βασιν, τῶν ἀνωμάλων τὴν περιοχὴν, τῶν ὀρέων τὰ κυρτώματα, τῶν ποταμῶν τὰ ῥεύματα, τῶν πηγῶν τὰ νάματα, τῶν φρεάτων τὰ ἀντλήματα, τῶν κτηνῶν τὰ σκιρτήματα, τῶν θηρίων τὰ ποικίλματα, τῶν ὀρνέων τὰ σχιζόπτερα, τῶν ἰχθύων τὰ ἰδιώματα, τῶν δένδρων τὰ ὑψώματα, τῶν καρπῶν τὰ γλυκάσματα. Συγχωρήσατέ μοι πρῶτον ταῦτα καὶ παραπλήσια τούτων θεάσασθαι, καὶ εἶθ' οὕτως ὑμῖν διαλέγομαι, πῶς ἀνέβλεψα. Πάλαι μὲν ἐγεννήθην, νυνὶ δὲ πρῶτον εἰσῆλθον εἰς τὸν κόσμον τῷ μέρει τῆς ὄψεως. Ἤκουσα τοῦ προφήτου βοῶντος· «Ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖ ται.» Ἐγὼ ἐκ τῶν κτισμάτων, ὑμεῖς ἐκ τῶν ἐμῶν ὀφθαλμῶν ἀναλόγως τὸν δημιουργὸν θεωρήσατε. Τί μοι χρημάτων περιουσίαν ἐπαγγέλλεσθε; Οὐ πιπρά σκω τὸ δῶρον, οὐ καπηλεύω τῶν ἐμῶν ὀφθαλμῶν τὴν ἀνάβλεψιν. Ἄμεινον εὐγνωμόνως προσαιτεῖν, ἢ κα κοτρόπως πλουτεῖν. Τὸ λοιπὸν οὐκέτι προσαιτῶ· ἔλαβον γὰρ τὸν παράπτοντά μοι πρὸς ἐργασίαν λύ χνον τοῦ σώματος. Οὐκέτι οὖν προσαιτῶ, ἀλλὰ γεωργῶ· οὐκέτι χάριν αἰτῶ, ἀλλὰ μισθὸν ἀπαιτῶ· οὐκέτι ῥάβδῳ τὴν γῆν ψηλαφῶ, ἀλλὰ τὴν ἄμπελον δρεπάνῳ κλαδεύω· οὐκέτι ἀργύρια συνάγω, ἀλλὰ δράγματα θερίζω· οὐκ έτι τὴν πήραν περισφίγγω, ἀλλ' ἅμαξαν ἕλκω· οὐκ έτι ἄρτων κλάσματα λαμβάνω, ἀλλὰ σῖτον κομίζω· οὐκέτι στένων βοῶ· ∆ῶτε τῷ τὸ φῶς μὴ ἔχοντι, ἀλλὰ 28.1012 μεγαλοφώνως κράζω· «Κύριος φωτισμός μου καὶ σωτήρ μου, τίνα φοβηθήσομαι;» Ταῦτα ἀκούσαντες οἱ ἀντιλέγοντες Ἰουδαῖοι, ὡς εἶδον αὐτὸν μὴ μόνον ἰαθέντα, ἀλλὰ καὶ συνηγο ροῦντα τῷ θαύματι, προσῄεσαν ἔτι ἐπερωτῶντες αὐτόν· Πῶς ἀνέβλεψας; Τί σοι ἐποίησεν ἐκεῖνος ὁ ἄν θρωπος, ὅτι ἐπιμένεις τῷ πράγματι; Ὁ δὲ ἀναβλέψας πρὸς τοὺς τυφλωθέντας ἔφη· Πῶς ἀνέβλεψα; Ἐπὶ Θεοῦ λέγετε, πῶς τῆς φύσεως ἀκολουθία γίνε ται; Εἰ τὸ πῶς ἐρωτᾶτε, ἀντερωτήσω ὑμᾶς κἀγώ· Πῶς τὸ ὕδωρ εἰς οἶνον μετέβαλεν, ἀκολουθίαν ἢ θαυ ματουργίαν μηνύσας; Πῶς τὸν Λάζαρον ἐκ τοῦ τάφου ἐκάλεσε, φυσικῶς ἢ θεοπρεπῶς; Πῶς τὸν λεπρὸν τοῦ πάθους ἀπέλυσε, περιοδεύσας, ἢ θελήσας; Πῶς τὴν αἱμοῤῥοοῦσαν γυναῖκα, ναυαγοῦσαν ἐκ τῆς τῶν αἱμάτων φορᾶς, τοῦ κλύδωνος διέσωσε; Τὸ πάθος ἐρευνήσας, ἢ τὴν πίστιν κατανοήσας; Οἱ δὲ ἀντιλέ γοντες Ἰουδαῖοι, ὡς εἶδον αὐτὸν ἐπιμένοντα, δριμύ τερον κατεσχηκότες, εἷλκον αὐτὸν μετὰ βίας ἐπὶ τὸ Φαρισαϊκὸν κριτήριον, λέγοντες πρὸς αὐτόν· Νυνί σου τὰς σάρκας καταξανθῆναι παρασκευάσομεν, ἵνα δου λείαν, καὶ μὴ διδασκαλίαν μετέρχῃ. Οὐ σιωπᾷς, ἀλλὰ δημηγορεῖς, καὶ ὡς Θεὸν αὐτὸν θέλεις φημίζεσθαι, ἐκεῖνον τὸν υἱὸν τοῦ Ἰωσήφ; Ἀπὸ συμβεβηκότος τινὸς ἀνέβλεψας, καὶ προσφωνεῖς ἡμῖν, ὡς ἐκ γενετῆς τυφλὸς ἐτέχθης, καὶ ἐπάγεις ἡμῖν ἐκεῖνον τὸν τοῦ τέκτονος υἱόν; Οὐ σιωπᾷς, ἀλλὰ μεγάλα βοᾷς; Ὁ δὲ ἀναβλέψας πρὸς τοὺς ἀντιλέγοντας ἔλεγεν· Εἰ οὐ θέ λετέ με βοᾷν, τί ἐπερωτᾶτέ με συχνῶς; Ὑμεῖς ἑαυτοὺς θρυλλεῖτε, κἀμοὶ τὸ ἔγκλημα προσάπτετε. Ὥς φατε, εἰ ἐκ συμβεβηκότος τινὸς ἀνέβλεψα, τί μου τοὺς γονεῖς παρεστήσατε; Μάτην θορυβεῖσθε· οὐ δύ νασθε κρύψαι τὸ θαῦμα· κἂν γὰρ ἐγὼ σιωπήσω, οἱ ὀφθαλμοί μου βοῶσιν. Ἄνθρωπός τις λεγόμενος Ἰησοῦς, οὗ καὶ τὸ ὄνομα ἴασις, πηλὸν ἐπέχρισέ μου τοῖς ὀφθαλμοῖς, καὶ εἶπέ μοι· «Ὕπαγε νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ.» Καὶ ἀπελθὼν ἐνιψά μην· νιψάμενος, τὸν μὲν πηλὸν ἀπεθέμην, τὸ δὲ φῶς ἐδεξάμην. Ταῦτα ἀκούσαντες οἱ Φαρισαϊκοὶ κριταὶ, καὶ πλή θους ἀπείρου συναθροιζομένου· σάββατον γὰρ ἦν, ὅτε τὸ θαῦμα τοῦτο πεποίηκεν ὁ Ἰησοῦς· ἐπηρώτων αὐτὸν τὰ αὐτὰ τοῖς Ἰουδαίοις λέγοντες· Οἶδας, ἄν θρωπε, ποίῳ τόπῳ παρέστηκας, καὶ ὅτι ἀσυγχώρητον τὸ παρὸν κριτήριον τυγχάνει, καὶ ὡς οὐκ

4