In caecum a nativitate

 τὸν Ἰεσσαί· Τί καταπλήττεις, πρεσβῦτα; καταψηφίζῃ τοῦ ἀποστείλαντός με. Ἔστι προφήτην πλανηθῆναί ποτε; Εἰ μὲν οἰκείᾳ γνώμῃ παρεγενόμην, καλῶς δι στάζε

 γνωρίζει, ὅτι αὐ τός ἐστιν ὁ τῶν φύσεων δημιουργὸς, καὶ ὅτι περὶ αὑ τοῦ ἔλεγεν· «ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ·» τουτέστιν, ἵνα γνωρισθῶ δι' α

 ἡλίου τὸ κέν τρον, τῆς σελήνης τὸ φάος, τῆς ἡμέρας τὸν ὅρον, τῆς νυκτὸς τὸ μέτρον, τῶν ἀστέρων τὴν χορείαν, τῶν νεφῶν τὴν διαδρομὴν, τῆς γῆς τὴν εὐθύτ

 ἔστιν ἐν ταῦθα πλάνην διαλαθεῖν ποτε. Λέγε ἡμῖν μετὰ πάσης ἀκριβείας· Πῶς ἀνέβλεψας; Τί σοι ἐποίησεν ἐκεῖνος ὁ ἄνθρωπος, ὃν λέγεις; Ὁ δὲ, ἀναβλέψας πρ

 κατακρίνων αὐτοὺς ἔλεγεν· «Οὐαὶ ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταὶ, ὅτι ἤρατε τὴν κλεῖδα τῆς βασιλείας τῶν οὐρανῶν, καὶ οὔτε ὑμεῖς εἰσέρχεσθε, ο

 δαιμόνων θέλετε εἶναι; Οἱ γὰρ δαίμονες, καὶ μαστιζόμενοι ὑπ' αὐτοῦ, Υἱὸν Θεοῦ αὐτὸν ἀποκαλοῦσιν· κἀγὼ ὁ θεραπευθεὶς παρ' αὐτοῦ ἁμαρτωλὸν αὐτὸν προσφων

 ἐνισχύσαντα, λογικὸν, εὐπειθὲς, πολυγάλακτον πρόβατον προσειπεῖν. Ἐπέγνω γὰρ τὸν ἀρχιποιμένα Χριστὸν, ἀπεπήδησε τοὺς Φαρισαϊκοὺς λύκους· εἰσῆλθε διὰ τ

δαιμόνων θέλετε εἶναι; Οἱ γὰρ δαίμονες, καὶ μαστιζόμενοι ὑπ' αὐτοῦ, Υἱὸν Θεοῦ αὐτὸν ἀποκαλοῦσιν· κἀγὼ ὁ θεραπευθεὶς παρ' αὐτοῦ ἁμαρτωλὸν αὐτὸν προσφωνήσω; Ὡς Θεὸς ἐργάζεται, καὶ ὡς ἁμαρτωλὸς φημίζεται; «Εἰ ἁμαρτωλός ἐστιν, οὐκ οἶδα· ἓν δὲ οἶδα, ὅτι τυ φλὸς ὢν, ἄρτι βλέπω.» Τοῦτο δὲ Θεοῦ, καὶ οὐχ ἁμαρτωλοῦ τὸ ἔργον. Ταῦτα ἀκούσαντες οἱ Φαρισαῖοι, ὡς εἶδον ἑαυ τοὺς ἐπιπολὺ τῆς αἰσχύνης ἐμπλέους, ἀπεκρίναντο πρὸς τὸν ἀναβλέψαντα, λέγοντες· Ἔδει μέν σε ὡς κατάδικον μαστιχθῆναι, καὶ κατὰ τοὺς νόμους τιμωρηθῆναι· ἀλλ' ἵνα μὴ παρὰ τῶν ματαιοφρόνων ὡς βάσκανοι διαβληθῶμεν, συμπεριφερώμεθά σου τῇ ἕξει· διὸ δὴ πρὸς τὴν ἐπερώτησιν ἀποκρίθητι τί σοι ἐποίησεν ἐκεῖνος; πῶς ἀνέβλεψας; Λέγε, τί πέπον θας; Ὁ δὲ ἀναβλέψας, ἐπιθαῤῥήσας, προέκοπτε γὰρ τῇ πίστει, ἀνταπεκρίνετο λέγων· Πάλιν ἐρωτᾶτέ με, πῶς ἀνέβλεψα; Καθ' ἑαυτῶν πράττετε, καὶ οὐκ οἴδα τε. Ὅσον θέλετε τὸ θαῦμα σβέσαι, τοσοῦτον πλειόνως αὐτὸ φαιδρύνεται. Πάλιν ἐρωτᾶτέ με, πῶς ἀνέβλεψα, ἤδη τρίτον ὑμῖν εἶπον, καὶ οὐκ ἐπιστεύσατέ μοι. «Τί πάλιν θέλετε ἀκούειν; Μὴ καὶ ὑμεῖς θέλετε μαθηταὶ αὐτοῦ γενέσθαι;» Οὐχὶ διὰ τοῦτο μετὰ ἀκριβείας τὴν περιοδίαν ἐρευνᾶτε; Εἰ τοῦτο βού λεσθε, τὸ λοιπὸν προσέλθετε πρὸς αὐτὸν ἀνενδοιά 28.1020 στως, καὶ φωτίσθητε· γνωρίσατε αὐτὸν ἀναμφιβόλως· οὐκ ἀποστρέφεται τὸν μετὰ πίστεως προσιόντα αὐτῷ. Ταῦτα ἀκούσαντες οἱ Φαρισαῖοι, ἐλοιδόρησαν τὸν ἀνα βλέψαντα, λέγοντες αὐτῷ· «Σὺ εἶ μαθητὴς ἐκείνου· ἡμεῖς γὰρ τοῦ Μωσέως ἐσμὲν μαθηταί. Ἡμεῖς οἴδα μεν, ὅτι Μωσῇ λελάληκεν ὁ Θεός· τοῦτον δὲ οὐκ οἴδα μεν, πόθεν ἐστί. Σὺ εἶ μαθητὴς ἐκείνου.» Ὁ δὲ ἀναβλέψας, ὑπομειδιάσας, ἀπεκρίνατο λέγων· Ἐγώ εἰμι μαθητὴς ἐκείνου; καλῶς ἐλέξατε λοιδορήσαντές με. Ὢ ὕβρεως ἐνδόξου! Ἐδοξάσατέ με μᾶλλον, καὶ οὐκ οἴδατε. Τοῦ Μωσέως ἐστὲ μαθηταί; Καὶ τί δυ νάμεως ἀπεδείξασθε ἔργον; Ὑμεῖς μὲν τοῦ Μωσέως ἐστὲ μαθηταί· οἱ δὲ ἀπόστολοι τοῦ ἐμοῦ ἰατροῦ εἰσι μαθηταί. Ἐπιδείξατε καὶ ὑμεῖς οἱ τοῦ Μωσέως μαθη ταί τί ποτε κατὰ τῶν μαθητῶν τοῦ ἐμοῦ ἰατροῦ. Εἴ τί ποτε δυνάμεως ἔχετε, οὐ λέγω νεκροὺς, τοὺς καθ εύδοντας διυπνίσατε, ὡς οἱ ἀπόστολοι τοὺς τεθνεῶ τας. Εἰ δύνασθε τοῖς ἀποστόλοις ἐξισοῦσθαι, οὐ λέγω ἐπὶ ὕδατος, ἐπὶ γῆς βαδίσατε, ὡς ὁ Πέτρος ἐπὶ θα λάσσης. Εἴ τι δυνάμεως ἔχετε, τοῖς ἀποστόλοις ἁμιλλᾶσθε, οὐ λέγω πνεύματα, τὰ ὄρνεα σοβήσατε, ὡς οἱ ἀπόστολοι τοὺς δαίμονας. Εἴπατέ μοι· Τοῦ Μωσέως ἐστὲ μαθηταί; Εἰ Μωσέως ἐστὲ μαθηταὶ, ἐπειθαρχεῖτε ἂν τῷ Μωσῇ λέγοντι περὶ αὐτοῦ· «Ὅτι προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμέ. Αὐτοῦ ἀκούσεσθε κατὰ πάντα, ὅσα ἂν λαλήσῃ πρὸς ὑμᾶς. Ἔσται δὲ, πᾶσα ψυχὴ ἥτις ἂν μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου, ἐξολοθρευθήσεται.» Βλέπετε μὴ ἐξολοθρευθήσεσθε, καὶ εἰς πάντα τὰ ἔθνη διασπαρήσεσθε, ὡς τοῦ προφητευθέντος τὴν δύναμιν μὴ γνωρίζοντες. Οὐκ οἴδατε τίς ἐστιν ὁ τῶν ἐμῶν ὀφθαλμῶν περιοδευτής; Οὐκ οἴδατε, ἐπειδὴ πρὸς φόνον αὐτὸν ζητεῖτε. Οἴδατε δὲ καὶ τίς ἐστι, καὶ πόθεν ἐστίν. Ὅτε γὰρ παρὰ Ἡρώδου ἠρωτᾶσθε, ποῦ ὁ Χριστὸς γεννᾶται, εὐθυβόλως καὶ τὸν τόπον καὶ τὸν τρόπον ἀνηγγείλατε λέγοντες, ὅτι ἐν Βηθλεὲμ γεννᾶται. Ὅτε πρὸς φονοκτονίαν ἐπιζητεῖται, γνωρίζετε· ὅτε δὲ πρὸς θαυματουργίαν ἐνδείκνυται, οὐ γνωρίζετε. Ἔστι δὲ πάντως εἰπεῖν τινα, Καὶ πόθεν ἡμῖν ἡ γνῶσις, ὅτι ὁ ἀναβλέψας τυφλὸς τοσαύτην δικαιολογίαν εἶχε ποιήσασθαι πρὸς τοὺς Φαρισαϊκοὺς κριτάς; Τί λέγεις, ὦ φίλε; σίδηρος πυρὶ προσομιλήσας ὅλως πυρακτοῦται, καὶ στομωθεὶς ὀξύτατα τέμνει· καὶ οὗτος τῶν ∆εσποτικῶν χειρῶν ἀξιωθεὶς, καὶ τοῦ θεϊκοῦ ἐμπτύσματος, οὐκ εἶχεν ἀσυλλόγιστα κατὰ τῶν παρανόμων ῥητόρων σοφιστεύειν; Οὐ περὶ τούτου καὶ τῶν τοιούτων ἔλεγεν ἡ θεία Γραφή· «Κύριος σοφοῖ τυφλούς;» Εὔκαιρον καὶ τοῦτον τὸν παραδόξως ἀναβλέψαντα, καὶ τῷ Κυρίῳ γνησίως πιστεύσαντα, καὶ κατὰ Ἰουδαίων κραταιῶς

7