In caecum a nativitate

 τὸν Ἰεσσαί· Τί καταπλήττεις, πρεσβῦτα; καταψηφίζῃ τοῦ ἀποστείλαντός με. Ἔστι προφήτην πλανηθῆναί ποτε; Εἰ μὲν οἰκείᾳ γνώμῃ παρεγενόμην, καλῶς δι στάζε

 γνωρίζει, ὅτι αὐ τός ἐστιν ὁ τῶν φύσεων δημιουργὸς, καὶ ὅτι περὶ αὑ τοῦ ἔλεγεν· «ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ·» τουτέστιν, ἵνα γνωρισθῶ δι' α

 ἡλίου τὸ κέν τρον, τῆς σελήνης τὸ φάος, τῆς ἡμέρας τὸν ὅρον, τῆς νυκτὸς τὸ μέτρον, τῶν ἀστέρων τὴν χορείαν, τῶν νεφῶν τὴν διαδρομὴν, τῆς γῆς τὴν εὐθύτ

 ἔστιν ἐν ταῦθα πλάνην διαλαθεῖν ποτε. Λέγε ἡμῖν μετὰ πάσης ἀκριβείας· Πῶς ἀνέβλεψας; Τί σοι ἐποίησεν ἐκεῖνος ὁ ἄνθρωπος, ὃν λέγεις; Ὁ δὲ, ἀναβλέψας πρ

 κατακρίνων αὐτοὺς ἔλεγεν· «Οὐαὶ ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταὶ, ὅτι ἤρατε τὴν κλεῖδα τῆς βασιλείας τῶν οὐρανῶν, καὶ οὔτε ὑμεῖς εἰσέρχεσθε, ο

 δαιμόνων θέλετε εἶναι; Οἱ γὰρ δαίμονες, καὶ μαστιζόμενοι ὑπ' αὐτοῦ, Υἱὸν Θεοῦ αὐτὸν ἀποκαλοῦσιν· κἀγὼ ὁ θεραπευθεὶς παρ' αὐτοῦ ἁμαρτωλὸν αὐτὸν προσφων

 ἐνισχύσαντα, λογικὸν, εὐπειθὲς, πολυγάλακτον πρόβατον προσειπεῖν. Ἐπέγνω γὰρ τὸν ἀρχιποιμένα Χριστὸν, ἀπεπήδησε τοὺς Φαρισαϊκοὺς λύκους· εἰσῆλθε διὰ τ

ἔστιν ἐν ταῦθα πλάνην διαλαθεῖν ποτε. Λέγε ἡμῖν μετὰ πάσης ἀκριβείας· Πῶς ἀνέβλεψας; Τί σοι ἐποίησεν ἐκεῖνος ὁ ἄνθρωπος, ὃν λέγεις; Ὁ δὲ, ἀναβλέψας πρὸς τὸ Φαρισαϊκὸν κριτήριον, ἀπεκρίνατο· Πῶς ἀνέβλεψα, πάλιν περιεργάζεσθε; πάλιν ὡς κατάδικον εὐθύνετε, λέγοντές μοι· Πῶς ἀνέβλεψας; Ἐὰν ὑμῖν εἴπω, πάλιν θορυβεῖσθε. Τὸ πῶς ἀνέβλεψα, ἐγὼ ὑμῖν ἐρῶ. Τὴν μὲν αἰτίαν τῆς περιοδίας λέγω, τὴν δὲ ἐξουσίαν τῆς θαυματουργίας, οὐκ ἔχω λέγειν· «Τίς γὰρ ἔγνω νοῦν 28.1013 Κυρίου; ἢ τίς ξύμβουλος αὐτοῦ ἐγένετο; ἢ τίς προ έδωκεν αὐτῷ, καὶ οὐκ ἀνταποδοθήσεται αὐτῷ;» Εἰ θέλετε μαθεῖν τὴν περιοδίαν, αὕτη ἐστὶν, ἣν ἤδη προεῖπον· «Πηλὸν ἐποίησε, καὶ ἐπέχρισέ μου τοὺς ὀφθαλμούς· καὶ εἶπέ μοι· Ὕπαγε νίψαι εἰς τὴν κο λυμβήθραν τοῦ Σιλωάμ. Ἀπῆλθον δὲ, καὶ ἐνιψάμην, καὶ εὐθέως ἀνέβλεψα·» οὐ τοῦ ὕδατος ἐνεργήσαντος, ἀλλὰ τοῦ πτύσματος παραδοξοποιήσαντος. Ταῦτα ἀκούσαντες οἱ Φαρισαϊκοὶ κριταὶ, ὡς εἶδον αὐτὸν ἔτι ἐπιμένοντα τοῖς αὐτοῖς, τοῦτον ἀπωσάμενοι, τοὺς γονεῖς τοῦ ἀναβλέψαντος ἐφώνησαν, καὶ ἐπυνθάνοντο παρ' αὐτῶν λέγοντες· «Εἴπατε ἡμῖν· οὗτός ἐστιν ὁ Υἱὸς ὑμῶν, ὃν λέγεται, ὅτι τυφλὸς ἐγεννήθη; Πῶς οὖν ἄρτι βλέπει;» Οἱ δὲ γονεῖς τοῦ ἀναβλέψαντος ἀνταποκριθέντες πρὸς τοὺς ἐπερωτῶντας, εἶπον τὰ τῆς μακαρίας Σουσάννης· Στενὰ ἡμῖν πάντοθεν. Ἐὰν εἴπωμεν ὅτι Υἱὸς ἡμῶν ἐστιν, οὐκ ἐκφευξόμεθα τὰς χεῖρας ὑμῶν· τοῦτο γὰρ ἐπηγγείλασθε· ἐὰν δὲ εἴπω μεν, ὅτι οὐκ ἔστιν υἱὸς ἡμῶν, αἰωνίαν κόλασιν ὑπο στησόμεθα· τοῦτο γὰρ ἀπόκειται τοῖς τὴν ἀλήθειαν κρύπτουσι. ∆ιὸ, τὴν αἰωνίαν μᾶλλον κόλασιν προτι μήσαντες, τοσοῦτον ἐροῦμεν, ὅσον καὶ ἐν τοῖς παροῦσι ζημίαν οὐχ ὑπομείνωμεν· «Οὗτος ὁ παῖς, ὦ ἄρχον τες, ὅτι μὲν υἱὸς ἡμῶν ἐστιν, ἴσμεν, καὶ ὅτι τυφλὸς ἐγεννήθη οὐκ ἀγνοοῦμεν· τὸ δὲ πῶς ἀνέβλεψεν, οὐκ οἴδαμεν· ἢ τίς ἤνοιξεν αὐτοῦ τοὺς ὀφθαλμοὺς, ἡμεῖς οὐκ οἴδαμεν. Ἡλικίαν ἔχει, αὐτὸν ἐρωτήσατε, αὐτὸς λαλήσει περὶ ἑαυτοῦ.» Ταῦτα ἀκούσαντες οἱ Φαρισαῖοι, καὶ σφόδρα δια πορούμενοι· ἐπέφερεν γὰρ αὐτοῖς οὐ τὴν τυχοῦσαν αἰσχύνην τὸ ὅλως ὁμολογεῖσθαι, ὅτι υἱὸς αὐτῶν ἐστι, καὶ ὅτι τυφλὸς ἐγεννήθη· ὡς οὖν εἶδον οἱ Φαρισαϊκοὶ κριταὶ ἐπιμένοντας τοὺς γονεῖς τοῦ τυφλοῦ, καὶ λέ γοντας, ὅτι Οὗτος ὁ υἱὸς ἡμῶν ἐστι, καὶ ὅτι τυφλὸς ἐγεννήθη, ἐπὶ τούτῳ δακνόμενοι, ἐπειδὴ ὡμολογεῖτο ἡ ἀλήθεια, τινὰς τῶν ἀπατεώνων ἐκ τῶν ὄπισθεν ἀπέστειλαν πρὸς τοὺς γονεῖς τοῦ τυφλοῦ, περιηχοῦν τας αὐτῶν τὰς ἀκοὰς, καὶ ἐν τῷ κρυπτῷ λέγοντας· Ἀρνήσασθε τὸ τέκνον ὑμῶν, καὶ μὴ ὁμολογήσητε, ὅτι τυφλὸς ἐγεννήθη, ὅπως ἕξητε τοὺς ἄρχοντας φί λους, καὶ πολλῶν δωρεῶν ἀξιωθήσεσθε. Οἱ δὲ γονεῖς τοῦ ἀναβλέψαντος, ὅσα τε γονεῖς, δακρύοντες ἀπεκρί ναντο πρὸς τοὺς τὰ μάταια συμβουλεύοντας· Τί λέ γετε, ὦ ἄνθρωποι; Τί ἡμᾶς ὑποσύρετε; ἀρνησώμεθα τὸ ἴδιον ἡμῶν τέκνον; Θηρίων ἡμᾶς ὠμοτέρους θέ λετε εἶναι. ∆ράκων τὰ ἴδια τέκνα περιπτύσσεται, καὶ ἡμεῖς τὸ ἴδιον τέκνον ἀρνησώμεθα; μὴ γὰρ ἠπεί θησε τοῖς γονεῦσί ποτε· ἀλλὰ καὶ τυφλὸς ὢν διέτρε φεν ἡμᾶς, καὶ ἀναβλέψας πολλῷ μᾶλλον γηροκομήσει ἡμᾶς. Ἀρκείσθω οὖν ὑμῖν· ἔστω, ὅτι οὐ θέλομεν δι' ὑμᾶς κηρύττειν τὸν περιοδεύσαντα τὸ ἡμέτερον τέ κνον, οὔτε εἰπεῖν μετὰ παῤῥησίας, τίς ἐστιν οὗτος. Ἔστι δὲ εἰπεῖν τινα πάντως· Καὶ πόθεν ἡμῖν ἡ γνῶ σις, ὅτι διὰ τὸν Φαρισαϊκὸν φόβον ἔκρυψαν οἱ γονεῖς τοῦ ἀναβλέψαντος τὸ κηρύξαι τὸν ∆εσπότην Χριστὸν 28.1016 ἐπὶ πάντων; Πόθεν οὖν ἡμῖν ἡ ἀπόδειξις, αὐτὸς ὁ εὐαγγελιστὴς Ἰωάννης ἀπεμνημόνευσε, λέγων· «Ταῦτα δὲ ἔλεγον οἱ γονεῖς τοῦ ἀναβλέψαντος, ὅτι ἐφοβοῦντο τοὺς Ἰουδαίους. Ἤδη γὰρ συνετέθειντο οἱ Ἰουδαῖοι, ἵνα, ἐάν τις αὐτὸν ὁμολογήσῃ Χριστὸν, ἀπο συνάγωγος γένηται.» Εἶδες Φαρισαϊκὴν πονηρίαν. ∆έον αὐτοὺς ὁμολογεῖν τὸν Κύριον, προσπίπτειν τε, καὶ προσκυνεῖν τὸν Κτίστην, ἔτι δὲ καὶ τῶν παθῶν τὴν λύσιν ἐπιζητεῖν· ἐκεῖνοι δὲ οὐ μόνον οὐχ ὡμολόγησαν, ἀλλὰ καὶ τοὺς ὁμολογοῦντας ἐμάστιζον. ∆ιὸ καὶ ὁ Κύριος

5