{Πίναξ σὺν θεῷ τῶν φιλοσόφων κεφαλαίων τοῦ Δαμασκηνοῦ} « Προοίμιον_Ἐπιστολή » αʹ Περὶ γνώσεως

 {« Προοίμιον_Ἐπιστολή » Τῷ ὁσιωτάτῳ καὶ θεοτιμήτῳ Κοσμᾷ, ἁγιωτάτῳ ἐπισκόπῳ τοῦ Μαιουμᾶ, Ἰωάννης μοναχός} Τὸ μὲν στενὸν τῆς διανοίας καὶ τὸ ἄπορον τῆς

 {Περὶ γνώσεως.} Οὐδὲν τῆς γνώσεώς ἐστι τιμιώτερον: εἰ γὰρ ἡ γνῶσις φῶς ἐστι ψυχῆς λογικῆς, τοὔμπαλιν ἡ ἄγνοια σκότος. Ὡς γὰρ ἡ τοῦ φωτὸς στέρησις σκότ

 {Τίς ὁ σκοπός.} Ἐπειδὴ πᾶς ἀσκόπως ἐναρχόμενος πράγματος ὡς ἐν σκότει διαπορεύεται_ὁ γὰρ ἀσκόπως κοπιῶν καθολικῶς πτωχεύει_, φέρε τὸν προκείμενον τοῦ

 {Περὶ φιλοσοφίας.} αʹ Φιλοσοφία ἐστὶ γνῶσις τῶν ὄντων, ᾗ ὄντα ἐστί, τουτέστι γνῶσις τῆς τῶν ὄντων φύσεως. Καὶ πάλιν: βʹ Φιλοσοφία ἐστὶ γνῶσις θείων τε

 {Περὶ τοῦ ὄντος οὐσίας τε καὶ συμβεβηκότος.} Τὸ ὂν κοινὸν ὄνομά ἐστι πάντων τῶν ὄντων. Τοῦτο διαιρεῖται εἰς οὐσίαν καὶ συμβεβηκός. Οὐσία μὲν οὖν ἐστι

 See alternate

 {Περὶ φωνῆς.} Ἐπειδὴ σκοπὸς ἡμῖν ἐστι διαλαβεῖν περὶ πάσης ἁπλῶς φιλοσόφου φωνῆς, δεῖ δὲ ἡμᾶς πρότερον γνῶναι, περὶ ποίας φωνῆς ἡ φιλοσοφία καταγίνετα

 {Περὶ διαιρέσεως.} Διαίρεσίς ἐστιν ἡ πρώτη τομὴ τοῦ πράγματος, οἷον τὸ ζῷον διαιρεῖται εἰς λογικὸν καὶ ἄλογον. Ἐπιδιαίρεσις δέ ἐστιν ἡ δευτέρα τομὴ το

 See alternate

 {Περὶ τοῦ φύσει προτέρου.} Φύσει οὖν πρότερόν ἐστι τὸ συνεισφερόμενον καὶ μὴ συνεισφέρον καὶ συναναιροῦν καὶ μὴ συναναιρούμενον, οἷον τὸ ζῷον φύσει πρ

 {Περὶ ὁρισμοῦ.} Ὁρισμός ἐστι λόγος σύντομος δηλωτικὸς τῆς φύσεως τοῦ ὑποκειμένου πράγματος τουτέστιν ὁ λόγος ὁ δι' ὀλίγου σημαίνων τὴν φύσιν τοῦ ὑποκε

 {Περὶ γένους.} Ἰστέον, ὡς ἐπὶ τῶν ὁμωνύμων τρία δεῖ ζητεῖν. Ἐάν ἐστι τῶν ὁμωνύμων, καὶ πόσα σημαίνει καὶ περὶ ποίου αὐτῶν ἐστιν ὁ λόγος. Δεῖ οὖν πρότε

 {Περὶ εἴδους.} Καὶ τὸ εἶδος δὲ τῶν ὁμωνύμων ἐστίν, δισσῶς λεγόμενον: λέγεται γὰρ εἶδος καὶ ἡ ἑκάστου μορφή, καθ' ὃ εἴρηται: «Πρῶτον μὲν εἶδος ἄξιον τυ

 See alternate

 {Περὶ ἀτόμου.} Τὸ ἄτομον τετραχῶς λέγεται. Ἄτομον γάρ ἐστι τὸ μὴ τεμνόμενον μηδὲ μεριζόμενον, ὡς ἡ στιγμὴ καὶ τὸ νῦν καὶ ἡ μονάς, ἅτινα καὶ ἄποσα λέγο

 {Περὶ διαφορᾶς.} Διαφορὰ καὶ ποιότης καὶ ἰδίωμα κατὰ μὲν τὸ ὑποκείμενον ἕν εἰσιν, κατὰ δὲ τὴν ἐνέργειαν ἕτερον καὶ ἕτερον: ἡ γὰρ λογικότης λέγεται καὶ

 {Περὶ συμβεβηκότος.} Συμβεβηκός ἐστιν, ὃ γίνεται καὶ ἀπογίνεται χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς. Καὶ πάλιν, ὃ ἐνδέχεται τῷ αὐτῷ καὶ εἶναι καὶ μὴ εἶνα

 {Περὶ ἰδίου.} Τὸ ἴδιον τετραχῶς λέγεται. Πρῶτον, ὃ μόνῳ μὲν ὑπάρχει τῷ εἴδει, οὐ παντὶ δέ, ὥσπερ τὸ γεωμετρεῖν τῷ ἀνθρώπῳ: μόνος γὰρ ὁ ἄνθρωπος γεωμέτ

 {Περὶ τῶν κατηγορουμένων.} Πᾶσα κατηγορία ἢ ἐπὶ πλέον γίνεται ἢ ἐπίσης, ἐπ' ἔλαττον δὲ οὐδέποτε. Καὶ ἐπὶ πλέον μέν, ὅτε τὰ καθολικώτερα κατηγοροῦνται

 {Περὶ συνωνύμου καὶ ὁμωνύμου κατηγορίας.} Συνώνυμος μὲν κατηγορία ἐστίν, ὅτε καὶ τὸ ὄνομα καὶ τὸν ὅρον αὐτοῦ τοῦ ὀνόματος δέχεται τὸ ὑποκείμενον, οἷον

 {Περὶ ὑποκειμένου.} Τὸ ὑποκείμενον δισσῶς λέγεται, τὸ μὲν πρὸς ὕπαρξιν, τὸ δὲ πρὸς κατηγορίαν. Καὶ πρὸς ὕπαρξιν μέν, ὥσπερ ὑπόκειται ἡ οὐσία τοῖς συμβ

 {Περὶ τῆς ἐν τῷ τί ἐστι καὶ τῆς ἐν τῷ ποῖόν τί ἐστι κατηγορίας.} Ἐν τῷ τί μέν ἐστι κατηγορία ἐστὶν ἡ τῶν γενῶν κατὰ τῶν εἰδῶν αὐτῶν κατηγορία τουτέστι

 {Κοινωνίαι καὶ διαφοραὶ τῶν εʹ φωνῶν.} Δεῖ γινώσκειν, ὅτι κοινωνοῦσιν αἱ πέντε αὗται φωναὶ ἀλλήλαις κατὰ τὸ πάσας κατὰ πλειόνων κατηγορεῖσθαι. Διαφέρο

 {Κοινωνία καὶ διαφορὰ γένους καὶ διαφορᾶς.} Κοινὰ δὲ γένους καὶ διαφορᾶς τὸ περιεκτικὰ εἶναι τῶν εἰδῶν ἀμφότερα καὶ τὸ συνωνύμως κατηγορεῖσθαι τῶν εἰδ

 {Κοινωνία καὶ διαφορὰ γένους καὶ εἴδους.} Κοινὰ γένους καὶ εἴδους: τὸ κατὰ πλειόνων ἐν τῷ τί ἐστι κατηγορεῖσθαι: τὸ φύσει πρότερα εἶναι τῶν ὑπ' αὐτά:

 {Κοινωνία καὶ διαφορὰ γένους καὶ ἰδίου.} Κοινὰ γένους καὶ ἰδίου: ὅτι ἀμφότερα τοῖς εἴδεσιν ἕπονται ἤγουν κατηγοροῦνται: ὅτι ἐπίσης κατηγοροῦνται, ὧν κ

 {Κοινωνία καὶ διαφορὰ γένους καὶ συμβεβηκότος.} Κοινὸν γένους καὶ συμβεβηκότος τὸ κατὰ πλειόνων κατηγορεῖσθαι. Ἴδια δὲ γένους καὶ συμβεβηκότος: ὅτι τὸ

 {Κοινωνία καὶ διαφορὰ διαφορᾶς καὶ εἴδους.} Κοινὰ διαφορᾶς καὶ εἴδους: ὅτι ἐπίσης μετέχονται: ὅτι ἀεὶ πάρεισιν, οἷς μετέχονται. Ἴδια διαφορᾶς καὶ εἴδο

 {Κοινωνία καὶ διαφορὰ διαφορᾶς καὶ ἰδίου.} Κοινὰ διαφορᾶς καὶ ἰδίου: τὸ ἐπίσης κατηγορεῖσθαι πᾶσι τοῖς μετέχουσι: τὸ ἀεὶ καὶ παντὶ τῷ εἴδει παρεῖναι.

 {Κοινωνία καὶ διαφορὰ διαφορᾶς καὶ συμβεβηκότος.} Κοινὰ διαφορᾶς καὶ συμβεβηκότος, ὅτι ἀμφότερα κατὰ πλειόνων ἐν τῷ ποῖόν τί ἐστι κατηγοροῦνται καὶ ὅτ

 {Κοινωνία καὶ διαφορὰ εἴδους καὶ ἰδίου.} Κοινὰ εἴδους καὶ ἰδίου: ὅτι ἀλλήλων ἀντικατηγοροῦνται ἤγουν ἀντιστρέφουσιν: ὅτι ἐπίσης μετέχονται: ἐπίσης δὲ

 {Κοινωνία καὶ διαφορὰ εἴδους καὶ συμβεβηκότος.} Κοινὰ εἴδους καὶ συμβεβηκότος τὸ κατὰ πλειόνων κατηγορεῖσθαι. Διαφορὰ εἴδους καὶ συμβεβηκότος: ὅτι τὸ

 {Κοινωνία καὶ διαφορὰ ἰδίου καὶ ἀχωρίστου συμβεβηκότος.} Κοινὰ ἰδίου καὶ συμβεβηκότος ἀχωρίστου τὸ μὴ ἄνευ αὐτῶν συστῆναι ἐκεῖνα, οἷς ὑπάρχουσι, καὶ ὅ

 {Περὶ ὑποστάσεως καὶ ἐνυποστάτου καὶ ἀνυποστάτου.} Τὸ τῆς ὑποστάσεως ὄνομα δύο σημαίνει: ἁπλῶς μὲν γὰρ λεγόμενον σημαίνει τὴν ἁπλῶς οὐσίαν, ἡ δὲ καθ'

 {Περὶ οὐσίας καὶ φύσεως καὶ μορφῆς ἀτόμου τε καὶ προσώπου καὶ ὑποστάσεως.} Οἱ μὲν ἔξω φιλόσοφοι κατὰ τὸν προλελεγμένον λόγον διαφορὰν εἶπον οὐσίας καὶ

 {Περὶ ὁμωνύμων.} Ὁμώνυμα μέν εἰσι τὰ τῷ ὀνόματι κοινωνοῦντα, τῷ δὲ ὁρισμῷ ἢ τῇ ὑπογραφῇ διαφέροντα. Οἷον τὸ κύων ὄνομα ὁμώνυμόν ἐστι, δηλοῖ δὲ τὸν χερ

 {Περὶ συνωνύμου.} Συνώνυμα δέ εἰσιν, ὅσα καὶ τῷ ὀνόματι καὶ τῷ ὁρισμῷ ἢ τῇ ὑπογραφῇ τοῦ αὐτοῦ ὀνόματος κοινωνοῦσιν, οἷον τὸ ζῷον δηλοῖ καὶ τὸν ἄνθρωπο

 {Περὶ πολυωνύμων.} Πολυώνυμα δέ εἰσιν, ὅσα τῷ μὲν ὁρισμῷ κοινωνοῦσι, τῷ δὲ ὀνόματι διαφέρουσιν, ἤγουν ὅτε τὸ αὐτὸ πρᾶγμα πολλοῖς καλεῖται ὀνόμασιν οἷο

 {Περὶ ἑτέρων καὶ ἑτερωνύμων.} Τὰ δὲ κατ' ἄμφω ἤγουν τῷ ὀνόματι καὶ τῷ ὁρισμῷ διαφέροντα ἢ ἓν ὑποκείμενον ἔχουσι καὶ λέγεται ἑτερώνυμα ὡς ἀνάβασις καὶ

 {Περὶ παρωνύμων.} Εἰσὶ δέ τινα μέσον τῶν ὁμωνύμων καὶ συνωνύμων, κοινωνοῦντα καὶ διαφέροντα τῷ τε ὀνόματι καὶ τῷ ὅρῳ, ἅτινα λέγονται παρώνυμα, ὡς ἀπὸ

 {Περὶ τῶν δέκα γενικωτάτων γενῶν.} Τῶν λεγομένων τὰ μὲν ἁπλῶς καὶ ἄνευ συμπλοκῆς λέγεται ὡς οὐσία, συμβεβηκὸς καὶ τὰ τοιαῦτα, τὰ δὲ μετὰ συμπλοκῆς, ὡς

 {Περὶ ὁμογενῶν καὶ ὁμοειδῶν ἑτερογενῶν τε καὶ ἑτεροειδῶν καὶ ἀριθμῷ διαφερόντων.} Ὁμογενῆ εἰσιν, ὅσα ὑπὸ τὴν αὐτὴν κατηγορίαν τάσσεται. Ἑτερογενῆ δέ ε

 {Περὶ τοῦ ἔν τινι.} Τὸ ἔν τινι ἑνδεκαχῶς: αʹ ὡς γένος ἐν εἴδει ὡς τὸ ζῷον ἐν τῷ ὁρισμῷ τοῦ ἀνθρώπου γένος ὂν τοῦ ἀνθρώπου: βʹ ὡς εἶδος ἐν γένει ὡς ἄνθ

 {Περὶ οὐσίας.} Οὐσία ἐστὶ πρᾶγμα αὐθύπαρκτον μὴ δεόμενον ἑτέρου πρὸς σύστασιν: καὶ πάλιν οὐσία ἐστὶ πᾶν, ὅτιπερ αὐθυπόστατόν ἐστι καὶ μὴ ἐν ἑτέρῳ ἔχει

 {Περὶ φύσεως.} Φύσις ἐστὶν ἀρχὴ τῆς ἑκάστου τῶν ὄντων κινήσεώς τε καὶ ἠρεμίας, οἷον ἡ γῆ κινεῖται μὲν κατὰ τὸ βλαστάνειν, ἠρεμεῖ δὲ κατὰ τὴν ἐκ τόπου

 {Περὶ μορφῆς.} Μορφή ἐστιν ὑπὸ τῶν οὐσιωδῶν διαφορῶν οἱονεὶ μορφωθεῖσα καὶ εἰδοποιηθεῖσα οὐσία, ἥτις σημαίνει τὸ εἰδικώτατον εἶδος: οἷον ἡ οὐσία μορφω

 {Περὶ ὑποστάσεως.} Τὸ τῆς ὑποστάσεως ὄνομα δύο σημαίνει: ποτὲ μὲν τὴν ἁπλῶς ὕπαρξιν, καθὸ σημαινόμενον ταὐτόν ἐστιν οὐσία καὶ ὑπόστασις, ὅθεν τινὲς τῶ

 {Περὶ προσώπου.} Πρόσωπόν ἐστιν, ὅπερ διὰ τῶν οἰκείων ἐνεργημάτων τε καὶ ἰδιωμάτων ἀρίδηλον καὶ περιωρισμένην τῶν ὁμοφυῶν αὐτοῦ παρέχεται ἡμῖν τὴν ἐμφ

 {Περὶ ἐνυποστάτου.} Καὶ τὸ ἐνυπόστατον δὲ ποτὲ μὲν τὴν ἁπλῶς ὕπαρξιν σημαίνει, καθ' ὃ σημαινόμενον οὐ μόνον τὴν ἁπλῶς οὐσίαν ἐνυπόστατον λέγομεν ἀλλὰ

 {Περὶ ἀνυποστάτου.} Καὶ τὸ ἀνυπόστατον δὲ δισσῶς λέγεται: ποτὲ μὲν γὰρ τὸ μηδαμῇ μηδαμῶς ὂν σημαίνει ἤγουν τὸ ἀνύπαρκτον, ποτὲ δὲ τὸ μὴ ἐν ἑαυτῷ ἔχον

 {Διαίρεσις τοῦ ὄντος καὶ τῆς οὐσίας.} Τὸ ὂν διαιρεῖται εἰς οὐσίαν καὶ συμβεβηκός, οὐχ ὡς γένος εἰς εἴδη ἀλλ' ὡς ὁμώνυμος φωνὴ ἢ ὡς τὰ ἀφ' ἑνὸς καὶ πρὸ

 {Περὶ τοῦ τί ὑπάρχει ἴδιον τῆς οὐσίας.} Τί μὲν οὖν ἐστιν οὐσία καὶ φύσις καὶ μορφή, εἴρηται καὶ τί ὑπόστασις καὶ ἄτομον καὶ πρόσωπον ἐνυπόστατόν τε κα

 {Ἔτι περὶ ὁμογενῶν καὶ ὁμοειδῶν ἑτερογενῶν τε καὶ ἑτεροειδῶν καὶ ὁμοϋποστάτων καὶ ἀριθμῷ διαφερόντων.} Ὁμογενῆ εἰσιν, ὅσα ὑπὸ τὴν αὐτὴν κατηγορίαν τάσ

 {Περὶ ποσοῦ καὶ ποσότητος.} Ποσότης ἐστὶ σωρεία μονάδων: τὴν μὲν γὰρ μονάδα οὔ φασι ποσότητα ἀλλ' ἀρχὴν ποσότητος. Μονάδος οὖν καὶ μονάδος συνερχομένω

 {Περὶ τῶν πρός τι.} Πρός τι ταῦτά εἰσιν, ὅσα αὐτά, ἅπερ ἐστίν, ἑτέρων εἶναι λέγεται ἢ ὁπωσοῦν ἄλλως πρὸς ἕτερον. Καὶ ἑτέρων μὲν εἶναι λέγεται ὡς πατὴρ

 {Περὶ ποιοῦ καὶ ποιότητος.} Ποιότης ἐστί, καθ' ἣν ποιοί τινες ὀνομάζονται. Καὶ πάλιν ποιότης ἐστί, καθ' ἣν παρωνύμως τὰ μετέχοντα αὐτῆς λέγεται: ἐκ τῆ

 {Περὶ τοῦ ποιεῖν καὶ πάσχειν.} Χρὴ γινώσκειν, ὅτι ἡ ποίησις καὶ ἡ πάθησις ἤγουν ἡ ποιητικὴ δύναμις καὶ ἡ παθητικὴ ὑπὸ τὴν ποιότητά εἰσι, τὸ δὲ ποιεῖν

 {Περὶ τοῦ κεῖσθαι.} Κεῖσθαί ἐστι τὸ ἔχον θέσιν πως πρὸς ἕτερον οἷον τὸ σῶμα τὸ κείμενόν πως πρὸς τὴν τοιαύτην θέσιν ἢ πρὸς ἀνάκλισιν ἢ καθέδραν ἢ στάσ

 {Περὶ τῆς ποῦ.} Τὸ ποῦ τόπον σημαίνει: ἐρωτώμενοι γὰρ ‘ποῦ ἐστιν ὁ δεῖνα’ φαμὲν ‘ἐν τῷ οἴκῳ, ἐν τῇ πόλει’: ταῦτα δὲ τόπον σημαίνουσιν. Εἴδη δὲ τῆς ποῦ

 {Περὶ τῆς ποτέ.} Τὸ ποτὲ χρόνον δηλοῖ: ἐρωτώμενοι γὰρ ‘πότε ἐγένετο τόδε ’ λέγομεν ‘πέρυσι, προπέρυσι’, ἅτινα χρόνον σημαίνουσιν. Εἴδη δὲ τῆς ποτὲ κατ

 {Περὶ τοῦ ἔχειν.} Τὸ ἔχειν ἐστὶν οὐσία περὶ οὐσίαν. Δηλοῖ δὲ τὸ περιέχειν ἢ περιέχεσθαι καὶ μὴ εἶναί τι μέρος τοῦ πράγματος. Καὶ περιέχει μὲν χιτών, ὅ

 {Περὶ ἀντικειμένων.} Πᾶν ἀντικείμενον ἢ ὡς πρᾶγμα ἀντίκειται ἢ ὡς λόγος. Καὶ εἰ μὲν ὡς λόγος λόγῳ, ποιεῖ κατάφασιν καὶ ἀπόφασιν. Κατάφασις μὲν οὖν ἐστ

 {Περὶ ἕξεως καὶ στερήσεως.} Ἕξις λέγεται ἡ ἐνέργεια τοῦ ἐχομένου καὶ τοῦ ἔχοντος ὡς τοῦ ὅπλου καὶ τοῦ ὡπλισμένου ἤγουν τοῦ ἐνδύοντος καὶ τοῦ ἐνδυομένο

 {Περὶ προτέρου καὶ ὑστέρου.} Τὸ δὲ πρότερον διαιρεῖται εἰς τέσσαρα σημαινόμενα. Καὶ κυριώτατόν ἐστι τὸ τῷ χρόνῳ πρότερον. Λέγεται δὲ κυρίως ἐπὶ μὲν ἐμ

 {Περὶ τοῦ ἅμα.} Ἅμα λέγεται κυρίως μέν, ὧν ἡ γένεσις ἐν τῷ αὐτῷ χρόνῳ, οἷον δύο τινὲς ἐγεννήθησαν ἐν τῇ αὐτῇ ῥοπῇ. Οὗτος ὁ τρόπος ἀντίκειται τῷ πρώτῳ

 {Περὶ κινήσεως.} Κίνησίς ἐστιν ἐντελέχεια τοῦ δυνάμει, καθὸ τοιοῦτόν ἐστιν, οἷον ὁ χαλκὸς δυνάμει ἐστὶν ἀνδριάς: δύναται γὰρ ὁ χαλκὸς ἀπολαβεῖν τὸ εἶδ

 {Περὶ τοῦ ἔχειν.} Τὸ ἔχειν κατὰ ὀκτὼ τρόπους λέγεται: _ἢ γὰρ ὡς ἕξιν ἢ διάθεσιν ἢ ἄλλην ποιότητα: λεγόμεθα γὰρ ἔχειν ἐπιστήμην καὶ ἀρετήν. _ἢ ὡς ποσόν

 {Περὶ ἀποφάνσεως ἀποφάσεώς τε καὶ καταφάσεως.} Χρὴ γινώσκειν, ὅτι ἡ κατάφασις καὶ ἡ ἀπόφασις ἀπόφανσις λέγεται. Κατάφασις μὲν οὖν ἐστιν ἡ σημαίνουσα,

 {Περὶ ὅρου καὶ προτάσεως καὶ συλλογισμοῦ.} Χρὴ γινώσκειν, ὅτι σκοπὸν ἔχει ἡ λογικὴ πραγματεία περὶ τῆς ἀποδείξεως. Ἡ δὲ ἀπόδειξις συλλογισμός ἐστιν: ὁ

 [b] Πρότασίς ἐστι λόγος ἀποφαντικός τινος ἀπό τινος, ὅπερ ἐστὶν ἀπόφασις, οἷον ‘Σωκράτης οὐ γελᾷ’, ἤ τινος κατά τινος, ὅπερ ἐστὶ κατάφασις, ὡς ‘Σωκράτ

 {Ὁρισμοὶ τῆς φιλοσοφίας εἰσὶν ἕξ.} αʹ Φιλοσοφία ἐστὶ γνῶσις τῶν ὄντων, ᾗ ὄντα ἐστίν, ἤγουν τῆς φύσεως αὐτῶν. βʹ Φιλοσοφία ἐστὶ γνῶσις θείων τε καὶ ἀνθ

 {Περὶ τῆς καθ' ὑπόστασιν ἑνώσεως.} Χρὴ γινώσκειν, ὅτι ἡ καθ' ὑπόστασιν ἕνωσις μίαν ὑπόστασιν τῶν ἑνουμένων ἀποτελεῖ σύνθετον σῴζουσα τὰς συνελθούσας π

 Provenance unknown

 « Ὅροι διάφοροι » Ἀνάγκη ἐστὶ βίας αἰτία. _Στοιχεῖόν ἐστι κοινῶς μέν, ἐξ οὗ τι γίνεται πρώτου, καὶ εἰς αὐτὸ ἐπ' ἐσχάτου ἀναλύεται: ἰδίως δὲ στοιχεῖόν

Chapter 61

Motion is the actualization of potency as such. For example, the bronze is potentially a statue, because it can take on the form of the statue. Thus, the melting down, the molding, and the finishing, which are all motions, are an actualization of the metal which is potentially a statue. Consequently, motion will be considered in all the categories in which potency is considered. And in those in which potency is not considered, motion will not be considered either. Thus motion is considered in the categories of substance, quantity, quality, and place. In substance there is generation and destruction; in quantity there is increase and decrease; in quality, alteration; and in place, motion in a circle, which is called ‘circular, and motion in straight line, which is called ‘direct. There are, moreover, six kinds of direct motion: upward, downward, inward, outward, motion to the right, and motion to the left. And so with circular motion there are seven kinds of motion with respect to place.

Now, everything that is changed is changed either in itself, or in something within itself, or in something around itself. If this is in the thing itself, it will constitute generation and destruction. If, however, it is in something in the thing itself, this will either be in quantity, in which case it will constitute increase and decrease, or it will be in quality, in which case it will constitute alteration. And if it is in something around the thing, then it will constitute change in place, because place is neither the thing itself which is moved, nor is it anything in it; rather, it accompanies the things moved and is round about them.

Generation differs from destruction. This is because generation is the passing from non-being to being, for that comes into being, or is generated, which was not before. But with destruction it is just the reverse, for destruction is the change from being to non-being. And increase differs from decrease, because increase is the motion to a greater quantity, whereas decrease is that to a lesser. And again, there are opposite passions in alteration, as heat is opposed to cold and black to white. Thus, while destruction is opposed to generation, and increase to decrease, to alteration are opposed the corresponding opposite and rest. For cooling is opposed to heating and so is rest, because, when the object being heated attains its highest temperature and reaches a limit, then it rests and ceases being heated. In the same way, both the contrary motion and rest are opposed to change in place. For here, while there are contraries, such as upward and downward, there is also rest. Thus, should one throw a lump of earth up into the air, it will not start its downward motion before it first comes to rest. There is, however, no contrary motion to that of the heavens.

Moreover, it seems that alteration accompanies the other kinds of motion. This is because the thing which is being generated and that which is being destroyed, the thing which is increasing and that which is decreasing, and that which is being moved with respect to place are all definitely being altered. Although with the natural motions we do find the motion of alteration accompanying the others, nevertheless it is possible for a thing to be altered without, however, its being moved with any other motion. A stone, for example, may be heated and cooled, but it will neither increase nor cease to be. And in the same way with the rest. So, even if alteration does accompany the other motions, it is possible for it to be considered in itself, and for that reason the distinction between it and the others has been conceded.

Now, Aristotle does not call change a motion. Thus in Book 5 of his Physics he has demonstrated that generation and destruction are changes, but not motions, because motion takes place while the thing moved remains intact. However, although we said that there were two contraries to alteration and to change in place, namely the opposite motion and rest, one should know that it is not impossible for two things to be contrary to one thing in different respects. Thus, rest is like habit and privation, whereas the opposite motion is contrary in the proper sense as cooling is to heating.

{Περὶ κινήσεως.} Κίνησίς ἐστιν ἐντελέχεια τοῦ δυνάμει, καθὸ τοιοῦτόν ἐστιν, οἷον ὁ χαλκὸς δυνάμει ἐστὶν ἀνδριάς: δύναται γὰρ ὁ χαλκὸς ἀπολαβεῖν τὸ εἶδος τοῦ ἀνδριάντος. Ἐντελέχεια οὖν ἐστι τοῦ χαλκοῦ τοῦ δυνάμει ὄντος ἀνδριάντος τὸ διαλύεσθαι, τὸ διαπλάττεσθαι, τὸ διαξέεσθαι, ἅπερ εἰσὶ κινήσεις. Ἐν ὅσαις οὖν κατηγορίαις θεωρεῖται τὸ δυνάμει, ἐν ταύταις θεωρηθήσεται ἡ κίνησις: ἐν ὅσαις δὲ οὐ θεωρεῖται τὸ δυνάμει, οὐδὲ ἡ κίνησις θεωρηθήσεται. Θεωρεῖται οὖν ἐν τῇ οὐσίᾳ, ἐν τῷ ποσῷ, ἐν τῷ ποιῷ, ἐν τῇ ποῦ κατηγορίᾳ. Ἐν μὲν τῇ οὐσίᾳ γένεσις καὶ φθορά, ἐν δὲ τῷ ποσῷ αὔξησις καὶ μείωσις, ἐν δὲ τῷ ποιῷ ἀλλοίωσις, ἐν δὲ τῇ ποῦ τὸ κύκλῳ φερόμενον, ὅπερ καλεῖται περιφορά, καὶ τὸ ἐπ' εὐθείας κινούμενον, ὅπερ λέγεται ἐπ' εὐθείας κίνησις. Τῆς δὲ ἐπ' εὐθείας κινήσεως διαφοραί εἰσιν ἕξ: τὸ ἄνω, τὸ κάτω, τὸ ἔσω, τὸ ἔξω, τὸ δεξιά, τὸ ἀριστερά. Διὸ μετὰ τῆς περιφορᾶς ἑπτὰ τοπικαὶ κινήσεις εἰσί: πᾶν γὰρ μεταβαλλόμενον ἢ καθ' αὑτὸ μεταβάλλεται ἢ κατά τι τῶν ἐν αὐτῷ ἢ κατά τι τῶν περὶ αὐτό: καὶ εἰ μὲν καθ' αὑτό, ποιεῖ γένεσιν καὶ φθοράν: εἰ δὲ κατά τι τῶν ἐν αὐτῷ ἢ κατὰ τὸ ποσόν, καὶ ποιεῖ αὔξησιν καὶ μείωσιν, ἢ κατὰ τὸ ποιόν, καὶ ποιεῖ ἀλλοίωσιν: εἰ δὲ κατὰ τὸ περὶ αὐτό, ποιεῖ τὴν κατὰ τόπον μεταβολήν: ὁ γὰρ τόπος οὔτε αὐτό ἐστι κινούμενον οὔτε τι τῶν ἐν αὐτῷ, ἀλλὰ τοῖς κινουμένοις παρέπεται καὶ περὶ τὰ κινούμενά ἐστι. Διαφέρει δὲ γένεσις καὶ φθορά: γένεσις μὲν γάρ ἐστιν ἡ ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι πρόοδος: ὅπερ γὰρ οὐκ ἦν πρότερον, τοῦτο γίνεται. Ἡ δὲ φθορὰ τὸ ἀνάπαλιν ἀπὸ τοῦ ὄντος ἐπὶ τὸ μὴ εἶναι μεταβολή. _ αὔξησις δὲ καὶ μείωσις: αὔξησις μὲν γάρ ἐστιν ἡ ἐπὶ τὸ μεῖζον κίνησις: μείωσις δὲ ἡ ἐπὶ τὸ ἔλαττον. _ἐν δὲ τῇ ἀλλοιώσει πάλιν τὰ ἀντικείμενα πάθη, θερμότης ψύξει, τῷ λευκῷ τὸ μέλαν. Ἀντίκειται τοίνυν τῇ μὲν γενέσει φθορά, τῇ δὲ αὐξήσει μείωσις, τῇ δὲ ἀλλοιώσει τὸ ἀντικείμενον καὶ ἡ ἠρεμία. Ἀντικείμενον μὲν θερμάνσει ψύξις ἠρεμία τε: ὅταν γὰρ λάβῃ πέρας τὸ θερμαινόμενον καὶ ἔλθῃ ἐπὶ τὴν ἄκραν θερμότητα, ἠρεμεῖ καὶ παύεται τοῦ θερμαίνεσθαι. Οὕτω καὶ τῇ κατὰ τόπον μεταβολῇ καὶ ἡ ἐναντία κίνησις ἀντίκειται καὶ ἡ ἠρεμία, ἐναντία μέν, ὡς ἡ ἄνω κίνησις τῇ κάτω ἠρεμίᾳ τε: ἐὰν γὰρ βῶλον ῥίψῃ τις ἐπὶ τὰ ἄνω, οὐ πρότερον ἐπὶ τὰ κάτω κινηθήσεται, πρὶν ἠρεμία τις γένηται. Τῇ δὲ οὐρανίᾳ κινήσει οὐκ ἔστιν ἐναντία κίνησις. Δοκεῖ δὲ ἡ ἀλλοίωσις παρέπεσθαι ταῖς λοιπαῖς κινήσεσι: καὶ γὰρ καὶ τὸ γινόμενον καὶ τὸ φθειρόμενον καὶ τὸ αὐξάνον καὶ τὸ μειούμενον καὶ τὸ κινούμενον κατὰ τόπον πάντως ἀλλοιοῦται. Ἐπὶ δὲ τῶν φυσικῶν κινήσεων, εἰ καὶ εὑρίσκομεν παρεπομένην τὴν ἀλλοίωσιν ταῖς λοιπαῖς κινήσεσιν, ὅμως ἐνδέχεται ἀλλοιοῦσθαι μέν, μὴ μέντοι δὲ κινεῖσθαι καθ' ἑτέραν κίνησιν, ὡς ἐπὶ λίθου: οὗτος γὰρ θερμαίνεται καὶ ψύχεται καὶ οὔτε αὔξει οὔτε γίνεται: καὶ ἐπὶ τῶν λοιπῶν ὁμοίως. Ὥστε εἰ καὶ παρέπεται ἀλλοίωσις ταῖς λοιπαῖς κινήσεσιν, ὅμως ἐνδέχεται καθ' αὑτὴν θεωρεῖσθαι: ὅθεν ὁμολογεῖται αὐτῶν τὸ διάφορον. Κίνησιν δὲ λέγει Ἀριστοτέλης τὴν μεταβολήν. Ἐν γὰρ τῷ πέμπτῳ λόγῳ τῆς Φυσικῆς ἀκροάσεως ἀπέδειξεν, ὅτι γένεσις καὶ φθορὰ μεταβολαὶ μέν εἰσι, κινήσεις δὲ οὔκ εἰσι, διότι ἡ κίνησις σῳζομένου τοῦ πράγματος γίνεται. Εἰ δὲ καὶ τῇ ἀλλοιώσει καὶ τῇ κατὰ τόπον μεταβολῇ ἔφημεν δύο ἐναντία εἶναι, τήν τε κίνησιν καὶ τὴν ἠρεμίαν, ἰστέον, ὡς οὐκ ἀδύνατον κατ' ἄλλο καὶ ἄλλο δύο ἑνὶ εἶναι ἐναντία: ἠρεμία μὲν γὰρ ὡς λῆξις καὶ στέρησις, ἡ δὲ ἀντικειμένη κυρίως ὡς θερμάνσει ψύξις.