{Πίναξ σὺν θεῷ τῶν φιλοσόφων κεφαλαίων τοῦ Δαμασκηνοῦ} « Προοίμιον_Ἐπιστολή » αʹ Περὶ γνώσεως

 {« Προοίμιον_Ἐπιστολή » Τῷ ὁσιωτάτῳ καὶ θεοτιμήτῳ Κοσμᾷ, ἁγιωτάτῳ ἐπισκόπῳ τοῦ Μαιουμᾶ, Ἰωάννης μοναχός} Τὸ μὲν στενὸν τῆς διανοίας καὶ τὸ ἄπορον τῆς

 {Περὶ γνώσεως.} Οὐδὲν τῆς γνώσεώς ἐστι τιμιώτερον: εἰ γὰρ ἡ γνῶσις φῶς ἐστι ψυχῆς λογικῆς, τοὔμπαλιν ἡ ἄγνοια σκότος. Ὡς γὰρ ἡ τοῦ φωτὸς στέρησις σκότ

 {Τίς ὁ σκοπός.} Ἐπειδὴ πᾶς ἀσκόπως ἐναρχόμενος πράγματος ὡς ἐν σκότει διαπορεύεται_ὁ γὰρ ἀσκόπως κοπιῶν καθολικῶς πτωχεύει_, φέρε τὸν προκείμενον τοῦ

 {Περὶ φιλοσοφίας.} αʹ Φιλοσοφία ἐστὶ γνῶσις τῶν ὄντων, ᾗ ὄντα ἐστί, τουτέστι γνῶσις τῆς τῶν ὄντων φύσεως. Καὶ πάλιν: βʹ Φιλοσοφία ἐστὶ γνῶσις θείων τε

 {Περὶ τοῦ ὄντος οὐσίας τε καὶ συμβεβηκότος.} Τὸ ὂν κοινὸν ὄνομά ἐστι πάντων τῶν ὄντων. Τοῦτο διαιρεῖται εἰς οὐσίαν καὶ συμβεβηκός. Οὐσία μὲν οὖν ἐστι

 See alternate

 {Περὶ φωνῆς.} Ἐπειδὴ σκοπὸς ἡμῖν ἐστι διαλαβεῖν περὶ πάσης ἁπλῶς φιλοσόφου φωνῆς, δεῖ δὲ ἡμᾶς πρότερον γνῶναι, περὶ ποίας φωνῆς ἡ φιλοσοφία καταγίνετα

 {Περὶ διαιρέσεως.} Διαίρεσίς ἐστιν ἡ πρώτη τομὴ τοῦ πράγματος, οἷον τὸ ζῷον διαιρεῖται εἰς λογικὸν καὶ ἄλογον. Ἐπιδιαίρεσις δέ ἐστιν ἡ δευτέρα τομὴ το

 See alternate

 {Περὶ τοῦ φύσει προτέρου.} Φύσει οὖν πρότερόν ἐστι τὸ συνεισφερόμενον καὶ μὴ συνεισφέρον καὶ συναναιροῦν καὶ μὴ συναναιρούμενον, οἷον τὸ ζῷον φύσει πρ

 {Περὶ ὁρισμοῦ.} Ὁρισμός ἐστι λόγος σύντομος δηλωτικὸς τῆς φύσεως τοῦ ὑποκειμένου πράγματος τουτέστιν ὁ λόγος ὁ δι' ὀλίγου σημαίνων τὴν φύσιν τοῦ ὑποκε

 {Περὶ γένους.} Ἰστέον, ὡς ἐπὶ τῶν ὁμωνύμων τρία δεῖ ζητεῖν. Ἐάν ἐστι τῶν ὁμωνύμων, καὶ πόσα σημαίνει καὶ περὶ ποίου αὐτῶν ἐστιν ὁ λόγος. Δεῖ οὖν πρότε

 {Περὶ εἴδους.} Καὶ τὸ εἶδος δὲ τῶν ὁμωνύμων ἐστίν, δισσῶς λεγόμενον: λέγεται γὰρ εἶδος καὶ ἡ ἑκάστου μορφή, καθ' ὃ εἴρηται: «Πρῶτον μὲν εἶδος ἄξιον τυ

 See alternate

 {Περὶ ἀτόμου.} Τὸ ἄτομον τετραχῶς λέγεται. Ἄτομον γάρ ἐστι τὸ μὴ τεμνόμενον μηδὲ μεριζόμενον, ὡς ἡ στιγμὴ καὶ τὸ νῦν καὶ ἡ μονάς, ἅτινα καὶ ἄποσα λέγο

 {Περὶ διαφορᾶς.} Διαφορὰ καὶ ποιότης καὶ ἰδίωμα κατὰ μὲν τὸ ὑποκείμενον ἕν εἰσιν, κατὰ δὲ τὴν ἐνέργειαν ἕτερον καὶ ἕτερον: ἡ γὰρ λογικότης λέγεται καὶ

 {Περὶ συμβεβηκότος.} Συμβεβηκός ἐστιν, ὃ γίνεται καὶ ἀπογίνεται χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς. Καὶ πάλιν, ὃ ἐνδέχεται τῷ αὐτῷ καὶ εἶναι καὶ μὴ εἶνα

 {Περὶ ἰδίου.} Τὸ ἴδιον τετραχῶς λέγεται. Πρῶτον, ὃ μόνῳ μὲν ὑπάρχει τῷ εἴδει, οὐ παντὶ δέ, ὥσπερ τὸ γεωμετρεῖν τῷ ἀνθρώπῳ: μόνος γὰρ ὁ ἄνθρωπος γεωμέτ

 {Περὶ τῶν κατηγορουμένων.} Πᾶσα κατηγορία ἢ ἐπὶ πλέον γίνεται ἢ ἐπίσης, ἐπ' ἔλαττον δὲ οὐδέποτε. Καὶ ἐπὶ πλέον μέν, ὅτε τὰ καθολικώτερα κατηγοροῦνται

 {Περὶ συνωνύμου καὶ ὁμωνύμου κατηγορίας.} Συνώνυμος μὲν κατηγορία ἐστίν, ὅτε καὶ τὸ ὄνομα καὶ τὸν ὅρον αὐτοῦ τοῦ ὀνόματος δέχεται τὸ ὑποκείμενον, οἷον

 {Περὶ ὑποκειμένου.} Τὸ ὑποκείμενον δισσῶς λέγεται, τὸ μὲν πρὸς ὕπαρξιν, τὸ δὲ πρὸς κατηγορίαν. Καὶ πρὸς ὕπαρξιν μέν, ὥσπερ ὑπόκειται ἡ οὐσία τοῖς συμβ

 {Περὶ τῆς ἐν τῷ τί ἐστι καὶ τῆς ἐν τῷ ποῖόν τί ἐστι κατηγορίας.} Ἐν τῷ τί μέν ἐστι κατηγορία ἐστὶν ἡ τῶν γενῶν κατὰ τῶν εἰδῶν αὐτῶν κατηγορία τουτέστι

 {Κοινωνίαι καὶ διαφοραὶ τῶν εʹ φωνῶν.} Δεῖ γινώσκειν, ὅτι κοινωνοῦσιν αἱ πέντε αὗται φωναὶ ἀλλήλαις κατὰ τὸ πάσας κατὰ πλειόνων κατηγορεῖσθαι. Διαφέρο

 {Κοινωνία καὶ διαφορὰ γένους καὶ διαφορᾶς.} Κοινὰ δὲ γένους καὶ διαφορᾶς τὸ περιεκτικὰ εἶναι τῶν εἰδῶν ἀμφότερα καὶ τὸ συνωνύμως κατηγορεῖσθαι τῶν εἰδ

 {Κοινωνία καὶ διαφορὰ γένους καὶ εἴδους.} Κοινὰ γένους καὶ εἴδους: τὸ κατὰ πλειόνων ἐν τῷ τί ἐστι κατηγορεῖσθαι: τὸ φύσει πρότερα εἶναι τῶν ὑπ' αὐτά:

 {Κοινωνία καὶ διαφορὰ γένους καὶ ἰδίου.} Κοινὰ γένους καὶ ἰδίου: ὅτι ἀμφότερα τοῖς εἴδεσιν ἕπονται ἤγουν κατηγοροῦνται: ὅτι ἐπίσης κατηγοροῦνται, ὧν κ

 {Κοινωνία καὶ διαφορὰ γένους καὶ συμβεβηκότος.} Κοινὸν γένους καὶ συμβεβηκότος τὸ κατὰ πλειόνων κατηγορεῖσθαι. Ἴδια δὲ γένους καὶ συμβεβηκότος: ὅτι τὸ

 {Κοινωνία καὶ διαφορὰ διαφορᾶς καὶ εἴδους.} Κοινὰ διαφορᾶς καὶ εἴδους: ὅτι ἐπίσης μετέχονται: ὅτι ἀεὶ πάρεισιν, οἷς μετέχονται. Ἴδια διαφορᾶς καὶ εἴδο

 {Κοινωνία καὶ διαφορὰ διαφορᾶς καὶ ἰδίου.} Κοινὰ διαφορᾶς καὶ ἰδίου: τὸ ἐπίσης κατηγορεῖσθαι πᾶσι τοῖς μετέχουσι: τὸ ἀεὶ καὶ παντὶ τῷ εἴδει παρεῖναι.

 {Κοινωνία καὶ διαφορὰ διαφορᾶς καὶ συμβεβηκότος.} Κοινὰ διαφορᾶς καὶ συμβεβηκότος, ὅτι ἀμφότερα κατὰ πλειόνων ἐν τῷ ποῖόν τί ἐστι κατηγοροῦνται καὶ ὅτ

 {Κοινωνία καὶ διαφορὰ εἴδους καὶ ἰδίου.} Κοινὰ εἴδους καὶ ἰδίου: ὅτι ἀλλήλων ἀντικατηγοροῦνται ἤγουν ἀντιστρέφουσιν: ὅτι ἐπίσης μετέχονται: ἐπίσης δὲ

 {Κοινωνία καὶ διαφορὰ εἴδους καὶ συμβεβηκότος.} Κοινὰ εἴδους καὶ συμβεβηκότος τὸ κατὰ πλειόνων κατηγορεῖσθαι. Διαφορὰ εἴδους καὶ συμβεβηκότος: ὅτι τὸ

 {Κοινωνία καὶ διαφορὰ ἰδίου καὶ ἀχωρίστου συμβεβηκότος.} Κοινὰ ἰδίου καὶ συμβεβηκότος ἀχωρίστου τὸ μὴ ἄνευ αὐτῶν συστῆναι ἐκεῖνα, οἷς ὑπάρχουσι, καὶ ὅ

 {Περὶ ὑποστάσεως καὶ ἐνυποστάτου καὶ ἀνυποστάτου.} Τὸ τῆς ὑποστάσεως ὄνομα δύο σημαίνει: ἁπλῶς μὲν γὰρ λεγόμενον σημαίνει τὴν ἁπλῶς οὐσίαν, ἡ δὲ καθ'

 {Περὶ οὐσίας καὶ φύσεως καὶ μορφῆς ἀτόμου τε καὶ προσώπου καὶ ὑποστάσεως.} Οἱ μὲν ἔξω φιλόσοφοι κατὰ τὸν προλελεγμένον λόγον διαφορὰν εἶπον οὐσίας καὶ

 {Περὶ ὁμωνύμων.} Ὁμώνυμα μέν εἰσι τὰ τῷ ὀνόματι κοινωνοῦντα, τῷ δὲ ὁρισμῷ ἢ τῇ ὑπογραφῇ διαφέροντα. Οἷον τὸ κύων ὄνομα ὁμώνυμόν ἐστι, δηλοῖ δὲ τὸν χερ

 {Περὶ συνωνύμου.} Συνώνυμα δέ εἰσιν, ὅσα καὶ τῷ ὀνόματι καὶ τῷ ὁρισμῷ ἢ τῇ ὑπογραφῇ τοῦ αὐτοῦ ὀνόματος κοινωνοῦσιν, οἷον τὸ ζῷον δηλοῖ καὶ τὸν ἄνθρωπο

 {Περὶ πολυωνύμων.} Πολυώνυμα δέ εἰσιν, ὅσα τῷ μὲν ὁρισμῷ κοινωνοῦσι, τῷ δὲ ὀνόματι διαφέρουσιν, ἤγουν ὅτε τὸ αὐτὸ πρᾶγμα πολλοῖς καλεῖται ὀνόμασιν οἷο

 {Περὶ ἑτέρων καὶ ἑτερωνύμων.} Τὰ δὲ κατ' ἄμφω ἤγουν τῷ ὀνόματι καὶ τῷ ὁρισμῷ διαφέροντα ἢ ἓν ὑποκείμενον ἔχουσι καὶ λέγεται ἑτερώνυμα ὡς ἀνάβασις καὶ

 {Περὶ παρωνύμων.} Εἰσὶ δέ τινα μέσον τῶν ὁμωνύμων καὶ συνωνύμων, κοινωνοῦντα καὶ διαφέροντα τῷ τε ὀνόματι καὶ τῷ ὅρῳ, ἅτινα λέγονται παρώνυμα, ὡς ἀπὸ

 {Περὶ τῶν δέκα γενικωτάτων γενῶν.} Τῶν λεγομένων τὰ μὲν ἁπλῶς καὶ ἄνευ συμπλοκῆς λέγεται ὡς οὐσία, συμβεβηκὸς καὶ τὰ τοιαῦτα, τὰ δὲ μετὰ συμπλοκῆς, ὡς

 {Περὶ ὁμογενῶν καὶ ὁμοειδῶν ἑτερογενῶν τε καὶ ἑτεροειδῶν καὶ ἀριθμῷ διαφερόντων.} Ὁμογενῆ εἰσιν, ὅσα ὑπὸ τὴν αὐτὴν κατηγορίαν τάσσεται. Ἑτερογενῆ δέ ε

 {Περὶ τοῦ ἔν τινι.} Τὸ ἔν τινι ἑνδεκαχῶς: αʹ ὡς γένος ἐν εἴδει ὡς τὸ ζῷον ἐν τῷ ὁρισμῷ τοῦ ἀνθρώπου γένος ὂν τοῦ ἀνθρώπου: βʹ ὡς εἶδος ἐν γένει ὡς ἄνθ

 {Περὶ οὐσίας.} Οὐσία ἐστὶ πρᾶγμα αὐθύπαρκτον μὴ δεόμενον ἑτέρου πρὸς σύστασιν: καὶ πάλιν οὐσία ἐστὶ πᾶν, ὅτιπερ αὐθυπόστατόν ἐστι καὶ μὴ ἐν ἑτέρῳ ἔχει

 {Περὶ φύσεως.} Φύσις ἐστὶν ἀρχὴ τῆς ἑκάστου τῶν ὄντων κινήσεώς τε καὶ ἠρεμίας, οἷον ἡ γῆ κινεῖται μὲν κατὰ τὸ βλαστάνειν, ἠρεμεῖ δὲ κατὰ τὴν ἐκ τόπου

 {Περὶ μορφῆς.} Μορφή ἐστιν ὑπὸ τῶν οὐσιωδῶν διαφορῶν οἱονεὶ μορφωθεῖσα καὶ εἰδοποιηθεῖσα οὐσία, ἥτις σημαίνει τὸ εἰδικώτατον εἶδος: οἷον ἡ οὐσία μορφω

 {Περὶ ὑποστάσεως.} Τὸ τῆς ὑποστάσεως ὄνομα δύο σημαίνει: ποτὲ μὲν τὴν ἁπλῶς ὕπαρξιν, καθὸ σημαινόμενον ταὐτόν ἐστιν οὐσία καὶ ὑπόστασις, ὅθεν τινὲς τῶ

 {Περὶ προσώπου.} Πρόσωπόν ἐστιν, ὅπερ διὰ τῶν οἰκείων ἐνεργημάτων τε καὶ ἰδιωμάτων ἀρίδηλον καὶ περιωρισμένην τῶν ὁμοφυῶν αὐτοῦ παρέχεται ἡμῖν τὴν ἐμφ

 {Περὶ ἐνυποστάτου.} Καὶ τὸ ἐνυπόστατον δὲ ποτὲ μὲν τὴν ἁπλῶς ὕπαρξιν σημαίνει, καθ' ὃ σημαινόμενον οὐ μόνον τὴν ἁπλῶς οὐσίαν ἐνυπόστατον λέγομεν ἀλλὰ

 {Περὶ ἀνυποστάτου.} Καὶ τὸ ἀνυπόστατον δὲ δισσῶς λέγεται: ποτὲ μὲν γὰρ τὸ μηδαμῇ μηδαμῶς ὂν σημαίνει ἤγουν τὸ ἀνύπαρκτον, ποτὲ δὲ τὸ μὴ ἐν ἑαυτῷ ἔχον

 {Διαίρεσις τοῦ ὄντος καὶ τῆς οὐσίας.} Τὸ ὂν διαιρεῖται εἰς οὐσίαν καὶ συμβεβηκός, οὐχ ὡς γένος εἰς εἴδη ἀλλ' ὡς ὁμώνυμος φωνὴ ἢ ὡς τὰ ἀφ' ἑνὸς καὶ πρὸ

 {Περὶ τοῦ τί ὑπάρχει ἴδιον τῆς οὐσίας.} Τί μὲν οὖν ἐστιν οὐσία καὶ φύσις καὶ μορφή, εἴρηται καὶ τί ὑπόστασις καὶ ἄτομον καὶ πρόσωπον ἐνυπόστατόν τε κα

 {Ἔτι περὶ ὁμογενῶν καὶ ὁμοειδῶν ἑτερογενῶν τε καὶ ἑτεροειδῶν καὶ ὁμοϋποστάτων καὶ ἀριθμῷ διαφερόντων.} Ὁμογενῆ εἰσιν, ὅσα ὑπὸ τὴν αὐτὴν κατηγορίαν τάσ

 {Περὶ ποσοῦ καὶ ποσότητος.} Ποσότης ἐστὶ σωρεία μονάδων: τὴν μὲν γὰρ μονάδα οὔ φασι ποσότητα ἀλλ' ἀρχὴν ποσότητος. Μονάδος οὖν καὶ μονάδος συνερχομένω

 {Περὶ τῶν πρός τι.} Πρός τι ταῦτά εἰσιν, ὅσα αὐτά, ἅπερ ἐστίν, ἑτέρων εἶναι λέγεται ἢ ὁπωσοῦν ἄλλως πρὸς ἕτερον. Καὶ ἑτέρων μὲν εἶναι λέγεται ὡς πατὴρ

 {Περὶ ποιοῦ καὶ ποιότητος.} Ποιότης ἐστί, καθ' ἣν ποιοί τινες ὀνομάζονται. Καὶ πάλιν ποιότης ἐστί, καθ' ἣν παρωνύμως τὰ μετέχοντα αὐτῆς λέγεται: ἐκ τῆ

 {Περὶ τοῦ ποιεῖν καὶ πάσχειν.} Χρὴ γινώσκειν, ὅτι ἡ ποίησις καὶ ἡ πάθησις ἤγουν ἡ ποιητικὴ δύναμις καὶ ἡ παθητικὴ ὑπὸ τὴν ποιότητά εἰσι, τὸ δὲ ποιεῖν

 {Περὶ τοῦ κεῖσθαι.} Κεῖσθαί ἐστι τὸ ἔχον θέσιν πως πρὸς ἕτερον οἷον τὸ σῶμα τὸ κείμενόν πως πρὸς τὴν τοιαύτην θέσιν ἢ πρὸς ἀνάκλισιν ἢ καθέδραν ἢ στάσ

 {Περὶ τῆς ποῦ.} Τὸ ποῦ τόπον σημαίνει: ἐρωτώμενοι γὰρ ‘ποῦ ἐστιν ὁ δεῖνα’ φαμὲν ‘ἐν τῷ οἴκῳ, ἐν τῇ πόλει’: ταῦτα δὲ τόπον σημαίνουσιν. Εἴδη δὲ τῆς ποῦ

 {Περὶ τῆς ποτέ.} Τὸ ποτὲ χρόνον δηλοῖ: ἐρωτώμενοι γὰρ ‘πότε ἐγένετο τόδε ’ λέγομεν ‘πέρυσι, προπέρυσι’, ἅτινα χρόνον σημαίνουσιν. Εἴδη δὲ τῆς ποτὲ κατ

 {Περὶ τοῦ ἔχειν.} Τὸ ἔχειν ἐστὶν οὐσία περὶ οὐσίαν. Δηλοῖ δὲ τὸ περιέχειν ἢ περιέχεσθαι καὶ μὴ εἶναί τι μέρος τοῦ πράγματος. Καὶ περιέχει μὲν χιτών, ὅ

 {Περὶ ἀντικειμένων.} Πᾶν ἀντικείμενον ἢ ὡς πρᾶγμα ἀντίκειται ἢ ὡς λόγος. Καὶ εἰ μὲν ὡς λόγος λόγῳ, ποιεῖ κατάφασιν καὶ ἀπόφασιν. Κατάφασις μὲν οὖν ἐστ

 {Περὶ ἕξεως καὶ στερήσεως.} Ἕξις λέγεται ἡ ἐνέργεια τοῦ ἐχομένου καὶ τοῦ ἔχοντος ὡς τοῦ ὅπλου καὶ τοῦ ὡπλισμένου ἤγουν τοῦ ἐνδύοντος καὶ τοῦ ἐνδυομένο

 {Περὶ προτέρου καὶ ὑστέρου.} Τὸ δὲ πρότερον διαιρεῖται εἰς τέσσαρα σημαινόμενα. Καὶ κυριώτατόν ἐστι τὸ τῷ χρόνῳ πρότερον. Λέγεται δὲ κυρίως ἐπὶ μὲν ἐμ

 {Περὶ τοῦ ἅμα.} Ἅμα λέγεται κυρίως μέν, ὧν ἡ γένεσις ἐν τῷ αὐτῷ χρόνῳ, οἷον δύο τινὲς ἐγεννήθησαν ἐν τῇ αὐτῇ ῥοπῇ. Οὗτος ὁ τρόπος ἀντίκειται τῷ πρώτῳ

 {Περὶ κινήσεως.} Κίνησίς ἐστιν ἐντελέχεια τοῦ δυνάμει, καθὸ τοιοῦτόν ἐστιν, οἷον ὁ χαλκὸς δυνάμει ἐστὶν ἀνδριάς: δύναται γὰρ ὁ χαλκὸς ἀπολαβεῖν τὸ εἶδ

 {Περὶ τοῦ ἔχειν.} Τὸ ἔχειν κατὰ ὀκτὼ τρόπους λέγεται: _ἢ γὰρ ὡς ἕξιν ἢ διάθεσιν ἢ ἄλλην ποιότητα: λεγόμεθα γὰρ ἔχειν ἐπιστήμην καὶ ἀρετήν. _ἢ ὡς ποσόν

 {Περὶ ἀποφάνσεως ἀποφάσεώς τε καὶ καταφάσεως.} Χρὴ γινώσκειν, ὅτι ἡ κατάφασις καὶ ἡ ἀπόφασις ἀπόφανσις λέγεται. Κατάφασις μὲν οὖν ἐστιν ἡ σημαίνουσα,

 {Περὶ ὅρου καὶ προτάσεως καὶ συλλογισμοῦ.} Χρὴ γινώσκειν, ὅτι σκοπὸν ἔχει ἡ λογικὴ πραγματεία περὶ τῆς ἀποδείξεως. Ἡ δὲ ἀπόδειξις συλλογισμός ἐστιν: ὁ

 [b] Πρότασίς ἐστι λόγος ἀποφαντικός τινος ἀπό τινος, ὅπερ ἐστὶν ἀπόφασις, οἷον ‘Σωκράτης οὐ γελᾷ’, ἤ τινος κατά τινος, ὅπερ ἐστὶ κατάφασις, ὡς ‘Σωκράτ

 {Ὁρισμοὶ τῆς φιλοσοφίας εἰσὶν ἕξ.} αʹ Φιλοσοφία ἐστὶ γνῶσις τῶν ὄντων, ᾗ ὄντα ἐστίν, ἤγουν τῆς φύσεως αὐτῶν. βʹ Φιλοσοφία ἐστὶ γνῶσις θείων τε καὶ ἀνθ

 {Περὶ τῆς καθ' ὑπόστασιν ἑνώσεως.} Χρὴ γινώσκειν, ὅτι ἡ καθ' ὑπόστασιν ἕνωσις μίαν ὑπόστασιν τῶν ἑνουμένων ἀποτελεῖ σύνθετον σῴζουσα τὰς συνελθούσας π

 Provenance unknown

 « Ὅροι διάφοροι » Ἀνάγκη ἐστὶ βίας αἰτία. _Στοιχεῖόν ἐστι κοινῶς μέν, ἐξ οὗ τι γίνεται πρώτου, καὶ εἰς αὐτὸ ἐπ' ἐσχάτου ἀναλύεται: ἰδίως δὲ στοιχεῖόν

Chapter 6

Division is the first section of the thing. Thus, for example, the animal is divided into rational and irrational. Redivision is the second section of the same thing. For example, the animal is redivided into apod, biped and quadruped—apod, as a fish; biped as a man or a bird; quadruped, as an ox, horse, or other such. Subdivision is the section of the already divided-off branch. For example, the animal is divided into rational and irrational, and then the rational into mortal and immortal. Now, the first thing is divided into two branches: the rational and the irrational. It is the division of one of these branches, namely, the division of the rational into mortal and immortal, that is subdivision. Division and redivision are not used in all cases. However, when everything is not covered by the first division—as, for example, when the animal is divided into rational and irrational, the biped is found both among the rational and the irrational animals—then of necessity we redivide, that is to say, we make a second division of the same thing, and we say: ‘The animal is divided into apod, biped, and quadruped.

For a similar reason, there are eight modes of division. Thus, everything that is divided is divided either according to itself, namely, according to substance, or according to accident. If it is divided according to itself, then it is either as a thing or as a term. If it is divided as a thing, then it is either as genus into species, as when you divide the animal into rational and irrational, or as species into individuals, as man into Peter and Paul and all other individual men, or as a whole into parts. This last division is twofold, being either into like or unlike parts. Now, a thing is of like parts whenever its sections admit of the name and the definition of the whole and of each other. For instance, when flesh is divided into several pieces, each portion is called flesh and admits of the definition of flesh. On the contrary, the thing is of unlike parts whenever the part cut off will not admit either of the name or of the definition, whether of the whole or of the parts. Thus, should you divide Socrates into hands and feet and head, the foot cut off from Socrates would neither be called Socrates nor his head, nor would it admit of the definition either of Socrates or of his head. Or division may be as that of an equivocal term into its various meanings. This, again, is of two kinds, because the term may signify either the whole of something or a part of it. It may signify the whole, as does the word ‘dog, since this last is used for land-dog, dog-star, and sea-dog, all of which are wholes and not part of an animal. On the other hand, it may signify a part, as when the name ‘tongue’ is given to the top part of a shoe, to a part of the flute, and to the organ of taste in animals, all of which are parts and not wholes.

The foregoing are the modes in which a thing is divided according to itself. When it is divided according to accident, however, it may be divided as substance into accidents, as when I say that some men are white and some black— for men are substance, while white and black are accidents. Or it may be divided as an accident into substances, as when I speak of animate white things and inanimate white things—for the white is an accident, while the animate and inanimate things are substances. Or it may be divided as an accident into accidents, as when I say that some cold things are white and dry, while others are black and wet— for the cold and the white, the black, and the wet, and the dry are all accidents.

There is still another mode of division, which is that of things which are derivative (deep* ivbq, from one) and those which are relative (upoq £v? to one). Things are derivative as in the case of a medical book or a medical instrument deriving from medicine; for from one thing, medicine, medical things are named. On the other hand, a healthful drug or healthful food are relative because they relate to one thing, namely, health. Of the things which are derivative, some derive from some cause—as the man’s image is said to be from the man as from a true cause; whereas others are as having being invented by someone, as the medical scalpel, and the like.

Now, this is the general division according to which everything that is divided is divided. It is either as genus into species, or as species into individuals, or as a whole into parts, or as an equivocal term into its various meanings, or as substance into accidents, or as accident into substances, or as accidents into accidents, or as the derivatives and relatives. There are some who deny the division of species into individuals, because they say that it rather is an enumeration, since all division is into two, or three, or, rarely, into four. But the species is divided into an unlimited number of individuals, because the number of individual men is unlimited.

One must furthermore know that that which is by nature prior and posterior, as well as that which is more and less, is not found to be divided into parts by any mode of division. However, that which is by nature prior and posterior, and that which is more and less, fall under derivatives and relatives—whence their classification.

{Περὶ διαιρέσεως.} Διαίρεσίς ἐστιν ἡ πρώτη τομὴ τοῦ πράγματος, οἷον τὸ ζῷον διαιρεῖται εἰς λογικὸν καὶ ἄλογον. Ἐπιδιαίρεσις δέ ἐστιν ἡ δευτέρα τομὴ τοῦ αὐτοῦ πράγματος, οἷον τὸ ζῷον ἐπιδιαιρεῖται εἰς ἄπουν, δίπουν, τετράπουν, ἄπουν μὲν ἰχθύν, δίπουν δὲ ἄνθρωπον καὶ ὄρνεον, τετράπουν βοῦν, ἵππον καὶ τὰ τοιαῦτα. Ὑποδιαίρεσις δέ ἐστιν ἡ τοῦ τμηθέντος σκέλους τομὴ οἷον τὸ ζῷον διαιρεῖται εἰς λογικὸν καὶ ἄλογον, τὸ λογικὸν εἰς θνητὸν καὶ ἀθάνατον. Ἰδοὺ τὸ πρῶτον διαιρεῖται εἰς δύο σκέλη, εἰς λογικὸν καὶ ἄλογον. Ἡ δὲ τοῦ ἑνὸς τῶν σκελῶν διαίρεσις ἡ λέγουσα ‘τὸ λογικὸν διαιρεῖται εἰς θνητὸν καὶ ἀθάνατον’ ὑποδιαίρεσίς ἐστιν. (v. s. 4_10) Οὐκ ἐπὶ πάντων δὲ γίνεται διαίρεσις καὶ ἐπιδιαίρεσις, ἀλλ' ὅτε μὴ πάντα περιέχονται ὑπὸ τὴν πρώτην διαίρεσιν, οἷον τοῦ ζῴου διαιρουμένου εἰς λογικὸν καὶ ἄλογον καὶ ἐν τοῖς λογικοῖς καὶ ἐν τοῖς ἀλόγοις θεωρεῖται τὸ δίπουν. Ἀναγκαίως οὖν ἐπιδιαιροῦμεν ἤγουν δευτέραν διαίρεσιν τοῦ αὐτοῦ πράγματος ποιούμεθα ἤγουν τοῦ ζῴου καί φαμεν: Τὸ ζῷον διαιρεῖται εἰς ἄπουν, δίπουν, τετράπουν. Διαιρετικοὶ δὲ τρόποι εἰσὶν ὀκτὼ δι' αἰτίαν τοιαύτην: πᾶν γὰρ διαιρούμενον ἢ καθ' αὑτὸ διαιρεῖται ἤγουν κατ' οὐσίαν ἢ κατὰ συμβεβηκός. Καὶ εἰ μὲν καθ' αὑτὸ ἢ ὡς πρᾶγμα ἢ ὡς φωνή: καὶ εἰ ὡς πρᾶγμα_ἢ ὡς γένος εἰς εἴδη, ὡς ὅταν διέλῃς τὸ ζῷον εἰς λογικὸν καὶ ἄλογον, _ἢ ὡς εἶδος εἰς ἄτομα, ὡς ὁ ἄνθρωπος εἰς Πέτρον καὶ Παῦλον καὶ τοὺς λοιποὺς κατὰ μέρος ἀνθρώπους, _ἢ ὡς ὅλον εἰς μέρη: καὶ τοῦτο διχῶς, ἢ εἰς ὁμοιομερῆ ἢ εἰς ἀνομοιομερῆ. Καὶ ὁμοιομερὲς μέν ἐστιν, ὅταν τὰ τμήματα καὶ τὸ ὄνομα καὶ τὸν ὅρον τοῦ τε ὅλου καὶ ἀλλήλων δέχωνται, οἷον ἡ σὰρξ διαιρεῖται εἰς πολλὰς σάρκας, καὶ ἕκαστον μέρος τῆς σαρκὸς σὰρξ λέγεται καὶ τὸν ὁρισμὸν τῆς σαρκὸς ἐπιδέχεται. Ἀνομοιομερὲς δέ ἐστι τὸ ἀνάπαλιν, ὅταν τὸ τμηθὲν μὴ ἐπιδέξηται μήτε τὸ ὄνομα μήτε τὸν ὁρισμὸν μήτε τοῦ ὅλου μήτε ἀλλήλων, ὡς ἵνα διέλῃς τὸν Σωκράτην εἰς χεῖρας καὶ πόδας καὶ κεφαλήν: οὔτε γὰρ ὁ τμηθεὶς ποῦς ἀπὸ Σωκράτους Σωκράτης λέγεται ἢ κεφαλὴ οὔτε τὸν ὁρισμὸν Σωκράτους ἢ τῆς κεφαλῆς ἐπιδέχεται. _ἢ ὡς ὁμώνυμος φωνὴ εἰς διάφορα σημαινόμενα, καὶ οὕτω πάλιν διχῶς: ἢ γὰρ ὅλον τι σημαίνεται ὑπὸ τῆς φωνῆς ἢ μέρος. Καὶ ὅλον μὲν ὡς ἡ κύων φωνή: φέρεται γὰρ κατά τε χερσαίου κυνὸς καὶ ἀστρῴου καὶ θαλασσίου, ἅπερ ὅλον τί εἰσι καὶ οὐ μέρος ζῴου: ὡς δὲ μέρος, ὅτε τὸ τῆς γλώσσης ὄνομα φέρεται κατὰ τοῦ ἄκρου τοῦ ὑποδήματος καὶ τοῦ αὐλοῦ καὶ τοῦ γευστικοῦ μορίου τῶν ζῴων, ἅτινα μέρη εἰσὶ καὶ οὐχὶ ὅλα. Καὶ οὕτω μὲν καθ' αὑτὸ διαιρεῖται τὸ διαιρούμενον. Κατὰ συμβεβηκὸς δέ_ἢ ὡς οὐσία εἰς συμβεβηκότα, ὡς ὅταν εἴπω: Τῶν ἀνθρώπων οἱ μέν εἰσι λευκοὶ οἱ δὲ μέλανες: ἄνθρωποι μὲν γὰρ οὐσία, λευκότης δὲ καὶ μελανία συμβεβηκότα. _ἢ ὡς συμβεβηκὸς εἰς οὐσίας, ὡς ὅταν εἴπω: Τῶν λευκῶν τὰ μὲν ἔμψυχα τὰ δὲ ἄψυχα: λευκὸν μὲν γὰρ συμβεβηκός, ἔμψυχον δὲ καὶ ἄψυχον οὐσίαι. _ἢ ὡς συμβεβηκὸς εἰς συμβεβηκότα, ὡς ὅταν εἴπω: Τῶν ψυχρῶν τὰ μὲν λευκὰ καὶ ξηρὰ τὰ δὲ μελανὰ καὶ ὑγρά: τό τε γὰρ ψυχρὸν καὶ τὸ λευκὸν καὶ τὸ μελανὸν καὶ τὸ ὑγρὸν καὶ τὸ ξηρόν, ἅπαντα συμβεβηκότα. _Ἔστι δὲ καὶ ἕτερος τρόπος ὡς τὰ ἀφ' ἑνὸς καὶ πρὸς ἕν. Ἀφ' ἑνὸς μὲν ἀπὸ τῆς ἰατρικῆς ἰατρικὸν βιβλίον, ἰατρικὸν ἐργαλεῖον: ἀπὸ γὰρ ἑνός, τῆς ἰατρικῆς, ὠνομάσθησαν ἰατρικά. Πρὸς ἓν δὲ ὑγιεινὸν φάρμακον, ὑγιεινὸν βρῶμα: πρὸς ἓν γὰρ βλέπουσι, τὴν ὑγίειαν. Τῶν δὲ ἀφ' ἑνὸς τὰ μὲν ἔκ τινος αἰτίου λέγεται, ὡς ἡ εἰκὼν τοῦ ἀνθρώπου ἐξ ἀληθινοῦ αἰτίου τοῦ ἀνθρώπου λέγεται, τὰ δὲ ὡς ἀπό τινος ἐξῃρημένου ὡς ἰατρικὸν σμιλίον καὶ τὰ τοιαῦτα. Καὶ αὕτη μέν ἐστιν ἡ καθόλου διαίρεσις, καθ' ἣν διαιρεῖται πᾶν διαιρούμενον, ἢ ὡς γένος εἰς εἴδη ἢ ὡς εἶδος εἰς ἄτομα ἢ ὡς ὅλον εἰς μέρη ἢ ὡς ὁμώνυμος φωνὴ εἰς διάφορα σημαινόμενα ἢ ὡς οὐσία εἰς συμβεβηκότα ἢ ὡς συμβεβηκὸς εἰς οὐσίας ἢ ὡς συμβεβηκὸς εἰς συμβεβηκότα ἢ ὡς τὰ ἀφ' ἑνὸς καὶ πρὸς ἕν. Τινὲς δὲ ἀπαγορεύουσι τὴν ἀπὸ εἴδους εἰς ἄτομα διαίρεσιν μᾶλλον ἀπαρίθμησιν φάσκοντες: πᾶσα γὰρ διαίρεσις εἰς δύο ἢ τρία ἢ σπανίως πάνυ εἰς τέσσαρα γίνεται. Τὸ δὲ εἶδος εἰς ἄπειρα τῷ πλήθει διαιρεῖται: ἄπειροι γὰρ τῷ πλήθει οἱ κατὰ μέρος ἄνθρωποι. Δεῖ δὲ γινώσκειν, ὡς οὐδὲ ἑνὶ τρόπῳ τῆς διαιρέσεως θεωρεῖται ἐν τοῖς τμήμασι τὸ φύσει πρότερον καὶ ὕστερον οὐδὲ τὸ μᾶλλον καὶ ἧττον. Ἐν δὲ τοῖς ὡς ἀφ' ἑνὸς καὶ πρὸς ἓν διαιρουμένοις καὶ τὸ φύσει πρότερον καὶ ὕστερον θεωρεῖται καὶ τὸ μᾶλλον καὶ ἧττον καὶ ἐξ οὗ ἡ ὀνομασία.