{Πίναξ σὺν θεῷ τῶν φιλοσόφων κεφαλαίων τοῦ Δαμασκηνοῦ} « Προοίμιον_Ἐπιστολή » αʹ Περὶ γνώσεως

 {« Προοίμιον_Ἐπιστολή » Τῷ ὁσιωτάτῳ καὶ θεοτιμήτῳ Κοσμᾷ, ἁγιωτάτῳ ἐπισκόπῳ τοῦ Μαιουμᾶ, Ἰωάννης μοναχός} Τὸ μὲν στενὸν τῆς διανοίας καὶ τὸ ἄπορον τῆς

 {Περὶ γνώσεως.} Οὐδὲν τῆς γνώσεώς ἐστι τιμιώτερον: εἰ γὰρ ἡ γνῶσις φῶς ἐστι ψυχῆς λογικῆς, τοὔμπαλιν ἡ ἄγνοια σκότος. Ὡς γὰρ ἡ τοῦ φωτὸς στέρησις σκότ

 {Τίς ὁ σκοπός.} Ἐπειδὴ πᾶς ἀσκόπως ἐναρχόμενος πράγματος ὡς ἐν σκότει διαπορεύεται_ὁ γὰρ ἀσκόπως κοπιῶν καθολικῶς πτωχεύει_, φέρε τὸν προκείμενον τοῦ

 {Περὶ φιλοσοφίας.} αʹ Φιλοσοφία ἐστὶ γνῶσις τῶν ὄντων, ᾗ ὄντα ἐστί, τουτέστι γνῶσις τῆς τῶν ὄντων φύσεως. Καὶ πάλιν: βʹ Φιλοσοφία ἐστὶ γνῶσις θείων τε

 {Περὶ τοῦ ὄντος οὐσίας τε καὶ συμβεβηκότος.} Τὸ ὂν κοινὸν ὄνομά ἐστι πάντων τῶν ὄντων. Τοῦτο διαιρεῖται εἰς οὐσίαν καὶ συμβεβηκός. Οὐσία μὲν οὖν ἐστι

 See alternate

 {Περὶ φωνῆς.} Ἐπειδὴ σκοπὸς ἡμῖν ἐστι διαλαβεῖν περὶ πάσης ἁπλῶς φιλοσόφου φωνῆς, δεῖ δὲ ἡμᾶς πρότερον γνῶναι, περὶ ποίας φωνῆς ἡ φιλοσοφία καταγίνετα

 {Περὶ διαιρέσεως.} Διαίρεσίς ἐστιν ἡ πρώτη τομὴ τοῦ πράγματος, οἷον τὸ ζῷον διαιρεῖται εἰς λογικὸν καὶ ἄλογον. Ἐπιδιαίρεσις δέ ἐστιν ἡ δευτέρα τομὴ το

 See alternate

 {Περὶ τοῦ φύσει προτέρου.} Φύσει οὖν πρότερόν ἐστι τὸ συνεισφερόμενον καὶ μὴ συνεισφέρον καὶ συναναιροῦν καὶ μὴ συναναιρούμενον, οἷον τὸ ζῷον φύσει πρ

 {Περὶ ὁρισμοῦ.} Ὁρισμός ἐστι λόγος σύντομος δηλωτικὸς τῆς φύσεως τοῦ ὑποκειμένου πράγματος τουτέστιν ὁ λόγος ὁ δι' ὀλίγου σημαίνων τὴν φύσιν τοῦ ὑποκε

 {Περὶ γένους.} Ἰστέον, ὡς ἐπὶ τῶν ὁμωνύμων τρία δεῖ ζητεῖν. Ἐάν ἐστι τῶν ὁμωνύμων, καὶ πόσα σημαίνει καὶ περὶ ποίου αὐτῶν ἐστιν ὁ λόγος. Δεῖ οὖν πρότε

 {Περὶ εἴδους.} Καὶ τὸ εἶδος δὲ τῶν ὁμωνύμων ἐστίν, δισσῶς λεγόμενον: λέγεται γὰρ εἶδος καὶ ἡ ἑκάστου μορφή, καθ' ὃ εἴρηται: «Πρῶτον μὲν εἶδος ἄξιον τυ

 See alternate

 {Περὶ ἀτόμου.} Τὸ ἄτομον τετραχῶς λέγεται. Ἄτομον γάρ ἐστι τὸ μὴ τεμνόμενον μηδὲ μεριζόμενον, ὡς ἡ στιγμὴ καὶ τὸ νῦν καὶ ἡ μονάς, ἅτινα καὶ ἄποσα λέγο

 {Περὶ διαφορᾶς.} Διαφορὰ καὶ ποιότης καὶ ἰδίωμα κατὰ μὲν τὸ ὑποκείμενον ἕν εἰσιν, κατὰ δὲ τὴν ἐνέργειαν ἕτερον καὶ ἕτερον: ἡ γὰρ λογικότης λέγεται καὶ

 {Περὶ συμβεβηκότος.} Συμβεβηκός ἐστιν, ὃ γίνεται καὶ ἀπογίνεται χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς. Καὶ πάλιν, ὃ ἐνδέχεται τῷ αὐτῷ καὶ εἶναι καὶ μὴ εἶνα

 {Περὶ ἰδίου.} Τὸ ἴδιον τετραχῶς λέγεται. Πρῶτον, ὃ μόνῳ μὲν ὑπάρχει τῷ εἴδει, οὐ παντὶ δέ, ὥσπερ τὸ γεωμετρεῖν τῷ ἀνθρώπῳ: μόνος γὰρ ὁ ἄνθρωπος γεωμέτ

 {Περὶ τῶν κατηγορουμένων.} Πᾶσα κατηγορία ἢ ἐπὶ πλέον γίνεται ἢ ἐπίσης, ἐπ' ἔλαττον δὲ οὐδέποτε. Καὶ ἐπὶ πλέον μέν, ὅτε τὰ καθολικώτερα κατηγοροῦνται

 {Περὶ συνωνύμου καὶ ὁμωνύμου κατηγορίας.} Συνώνυμος μὲν κατηγορία ἐστίν, ὅτε καὶ τὸ ὄνομα καὶ τὸν ὅρον αὐτοῦ τοῦ ὀνόματος δέχεται τὸ ὑποκείμενον, οἷον

 {Περὶ ὑποκειμένου.} Τὸ ὑποκείμενον δισσῶς λέγεται, τὸ μὲν πρὸς ὕπαρξιν, τὸ δὲ πρὸς κατηγορίαν. Καὶ πρὸς ὕπαρξιν μέν, ὥσπερ ὑπόκειται ἡ οὐσία τοῖς συμβ

 {Περὶ τῆς ἐν τῷ τί ἐστι καὶ τῆς ἐν τῷ ποῖόν τί ἐστι κατηγορίας.} Ἐν τῷ τί μέν ἐστι κατηγορία ἐστὶν ἡ τῶν γενῶν κατὰ τῶν εἰδῶν αὐτῶν κατηγορία τουτέστι

 {Κοινωνίαι καὶ διαφοραὶ τῶν εʹ φωνῶν.} Δεῖ γινώσκειν, ὅτι κοινωνοῦσιν αἱ πέντε αὗται φωναὶ ἀλλήλαις κατὰ τὸ πάσας κατὰ πλειόνων κατηγορεῖσθαι. Διαφέρο

 {Κοινωνία καὶ διαφορὰ γένους καὶ διαφορᾶς.} Κοινὰ δὲ γένους καὶ διαφορᾶς τὸ περιεκτικὰ εἶναι τῶν εἰδῶν ἀμφότερα καὶ τὸ συνωνύμως κατηγορεῖσθαι τῶν εἰδ

 {Κοινωνία καὶ διαφορὰ γένους καὶ εἴδους.} Κοινὰ γένους καὶ εἴδους: τὸ κατὰ πλειόνων ἐν τῷ τί ἐστι κατηγορεῖσθαι: τὸ φύσει πρότερα εἶναι τῶν ὑπ' αὐτά:

 {Κοινωνία καὶ διαφορὰ γένους καὶ ἰδίου.} Κοινὰ γένους καὶ ἰδίου: ὅτι ἀμφότερα τοῖς εἴδεσιν ἕπονται ἤγουν κατηγοροῦνται: ὅτι ἐπίσης κατηγοροῦνται, ὧν κ

 {Κοινωνία καὶ διαφορὰ γένους καὶ συμβεβηκότος.} Κοινὸν γένους καὶ συμβεβηκότος τὸ κατὰ πλειόνων κατηγορεῖσθαι. Ἴδια δὲ γένους καὶ συμβεβηκότος: ὅτι τὸ

 {Κοινωνία καὶ διαφορὰ διαφορᾶς καὶ εἴδους.} Κοινὰ διαφορᾶς καὶ εἴδους: ὅτι ἐπίσης μετέχονται: ὅτι ἀεὶ πάρεισιν, οἷς μετέχονται. Ἴδια διαφορᾶς καὶ εἴδο

 {Κοινωνία καὶ διαφορὰ διαφορᾶς καὶ ἰδίου.} Κοινὰ διαφορᾶς καὶ ἰδίου: τὸ ἐπίσης κατηγορεῖσθαι πᾶσι τοῖς μετέχουσι: τὸ ἀεὶ καὶ παντὶ τῷ εἴδει παρεῖναι.

 {Κοινωνία καὶ διαφορὰ διαφορᾶς καὶ συμβεβηκότος.} Κοινὰ διαφορᾶς καὶ συμβεβηκότος, ὅτι ἀμφότερα κατὰ πλειόνων ἐν τῷ ποῖόν τί ἐστι κατηγοροῦνται καὶ ὅτ

 {Κοινωνία καὶ διαφορὰ εἴδους καὶ ἰδίου.} Κοινὰ εἴδους καὶ ἰδίου: ὅτι ἀλλήλων ἀντικατηγοροῦνται ἤγουν ἀντιστρέφουσιν: ὅτι ἐπίσης μετέχονται: ἐπίσης δὲ

 {Κοινωνία καὶ διαφορὰ εἴδους καὶ συμβεβηκότος.} Κοινὰ εἴδους καὶ συμβεβηκότος τὸ κατὰ πλειόνων κατηγορεῖσθαι. Διαφορὰ εἴδους καὶ συμβεβηκότος: ὅτι τὸ

 {Κοινωνία καὶ διαφορὰ ἰδίου καὶ ἀχωρίστου συμβεβηκότος.} Κοινὰ ἰδίου καὶ συμβεβηκότος ἀχωρίστου τὸ μὴ ἄνευ αὐτῶν συστῆναι ἐκεῖνα, οἷς ὑπάρχουσι, καὶ ὅ

 {Περὶ ὑποστάσεως καὶ ἐνυποστάτου καὶ ἀνυποστάτου.} Τὸ τῆς ὑποστάσεως ὄνομα δύο σημαίνει: ἁπλῶς μὲν γὰρ λεγόμενον σημαίνει τὴν ἁπλῶς οὐσίαν, ἡ δὲ καθ'

 {Περὶ οὐσίας καὶ φύσεως καὶ μορφῆς ἀτόμου τε καὶ προσώπου καὶ ὑποστάσεως.} Οἱ μὲν ἔξω φιλόσοφοι κατὰ τὸν προλελεγμένον λόγον διαφορὰν εἶπον οὐσίας καὶ

 {Περὶ ὁμωνύμων.} Ὁμώνυμα μέν εἰσι τὰ τῷ ὀνόματι κοινωνοῦντα, τῷ δὲ ὁρισμῷ ἢ τῇ ὑπογραφῇ διαφέροντα. Οἷον τὸ κύων ὄνομα ὁμώνυμόν ἐστι, δηλοῖ δὲ τὸν χερ

 {Περὶ συνωνύμου.} Συνώνυμα δέ εἰσιν, ὅσα καὶ τῷ ὀνόματι καὶ τῷ ὁρισμῷ ἢ τῇ ὑπογραφῇ τοῦ αὐτοῦ ὀνόματος κοινωνοῦσιν, οἷον τὸ ζῷον δηλοῖ καὶ τὸν ἄνθρωπο

 {Περὶ πολυωνύμων.} Πολυώνυμα δέ εἰσιν, ὅσα τῷ μὲν ὁρισμῷ κοινωνοῦσι, τῷ δὲ ὀνόματι διαφέρουσιν, ἤγουν ὅτε τὸ αὐτὸ πρᾶγμα πολλοῖς καλεῖται ὀνόμασιν οἷο

 {Περὶ ἑτέρων καὶ ἑτερωνύμων.} Τὰ δὲ κατ' ἄμφω ἤγουν τῷ ὀνόματι καὶ τῷ ὁρισμῷ διαφέροντα ἢ ἓν ὑποκείμενον ἔχουσι καὶ λέγεται ἑτερώνυμα ὡς ἀνάβασις καὶ

 {Περὶ παρωνύμων.} Εἰσὶ δέ τινα μέσον τῶν ὁμωνύμων καὶ συνωνύμων, κοινωνοῦντα καὶ διαφέροντα τῷ τε ὀνόματι καὶ τῷ ὅρῳ, ἅτινα λέγονται παρώνυμα, ὡς ἀπὸ

 {Περὶ τῶν δέκα γενικωτάτων γενῶν.} Τῶν λεγομένων τὰ μὲν ἁπλῶς καὶ ἄνευ συμπλοκῆς λέγεται ὡς οὐσία, συμβεβηκὸς καὶ τὰ τοιαῦτα, τὰ δὲ μετὰ συμπλοκῆς, ὡς

 {Περὶ ὁμογενῶν καὶ ὁμοειδῶν ἑτερογενῶν τε καὶ ἑτεροειδῶν καὶ ἀριθμῷ διαφερόντων.} Ὁμογενῆ εἰσιν, ὅσα ὑπὸ τὴν αὐτὴν κατηγορίαν τάσσεται. Ἑτερογενῆ δέ ε

 {Περὶ τοῦ ἔν τινι.} Τὸ ἔν τινι ἑνδεκαχῶς: αʹ ὡς γένος ἐν εἴδει ὡς τὸ ζῷον ἐν τῷ ὁρισμῷ τοῦ ἀνθρώπου γένος ὂν τοῦ ἀνθρώπου: βʹ ὡς εἶδος ἐν γένει ὡς ἄνθ

 {Περὶ οὐσίας.} Οὐσία ἐστὶ πρᾶγμα αὐθύπαρκτον μὴ δεόμενον ἑτέρου πρὸς σύστασιν: καὶ πάλιν οὐσία ἐστὶ πᾶν, ὅτιπερ αὐθυπόστατόν ἐστι καὶ μὴ ἐν ἑτέρῳ ἔχει

 {Περὶ φύσεως.} Φύσις ἐστὶν ἀρχὴ τῆς ἑκάστου τῶν ὄντων κινήσεώς τε καὶ ἠρεμίας, οἷον ἡ γῆ κινεῖται μὲν κατὰ τὸ βλαστάνειν, ἠρεμεῖ δὲ κατὰ τὴν ἐκ τόπου

 {Περὶ μορφῆς.} Μορφή ἐστιν ὑπὸ τῶν οὐσιωδῶν διαφορῶν οἱονεὶ μορφωθεῖσα καὶ εἰδοποιηθεῖσα οὐσία, ἥτις σημαίνει τὸ εἰδικώτατον εἶδος: οἷον ἡ οὐσία μορφω

 {Περὶ ὑποστάσεως.} Τὸ τῆς ὑποστάσεως ὄνομα δύο σημαίνει: ποτὲ μὲν τὴν ἁπλῶς ὕπαρξιν, καθὸ σημαινόμενον ταὐτόν ἐστιν οὐσία καὶ ὑπόστασις, ὅθεν τινὲς τῶ

 {Περὶ προσώπου.} Πρόσωπόν ἐστιν, ὅπερ διὰ τῶν οἰκείων ἐνεργημάτων τε καὶ ἰδιωμάτων ἀρίδηλον καὶ περιωρισμένην τῶν ὁμοφυῶν αὐτοῦ παρέχεται ἡμῖν τὴν ἐμφ

 {Περὶ ἐνυποστάτου.} Καὶ τὸ ἐνυπόστατον δὲ ποτὲ μὲν τὴν ἁπλῶς ὕπαρξιν σημαίνει, καθ' ὃ σημαινόμενον οὐ μόνον τὴν ἁπλῶς οὐσίαν ἐνυπόστατον λέγομεν ἀλλὰ

 {Περὶ ἀνυποστάτου.} Καὶ τὸ ἀνυπόστατον δὲ δισσῶς λέγεται: ποτὲ μὲν γὰρ τὸ μηδαμῇ μηδαμῶς ὂν σημαίνει ἤγουν τὸ ἀνύπαρκτον, ποτὲ δὲ τὸ μὴ ἐν ἑαυτῷ ἔχον

 {Διαίρεσις τοῦ ὄντος καὶ τῆς οὐσίας.} Τὸ ὂν διαιρεῖται εἰς οὐσίαν καὶ συμβεβηκός, οὐχ ὡς γένος εἰς εἴδη ἀλλ' ὡς ὁμώνυμος φωνὴ ἢ ὡς τὰ ἀφ' ἑνὸς καὶ πρὸ

 {Περὶ τοῦ τί ὑπάρχει ἴδιον τῆς οὐσίας.} Τί μὲν οὖν ἐστιν οὐσία καὶ φύσις καὶ μορφή, εἴρηται καὶ τί ὑπόστασις καὶ ἄτομον καὶ πρόσωπον ἐνυπόστατόν τε κα

 {Ἔτι περὶ ὁμογενῶν καὶ ὁμοειδῶν ἑτερογενῶν τε καὶ ἑτεροειδῶν καὶ ὁμοϋποστάτων καὶ ἀριθμῷ διαφερόντων.} Ὁμογενῆ εἰσιν, ὅσα ὑπὸ τὴν αὐτὴν κατηγορίαν τάσ

 {Περὶ ποσοῦ καὶ ποσότητος.} Ποσότης ἐστὶ σωρεία μονάδων: τὴν μὲν γὰρ μονάδα οὔ φασι ποσότητα ἀλλ' ἀρχὴν ποσότητος. Μονάδος οὖν καὶ μονάδος συνερχομένω

 {Περὶ τῶν πρός τι.} Πρός τι ταῦτά εἰσιν, ὅσα αὐτά, ἅπερ ἐστίν, ἑτέρων εἶναι λέγεται ἢ ὁπωσοῦν ἄλλως πρὸς ἕτερον. Καὶ ἑτέρων μὲν εἶναι λέγεται ὡς πατὴρ

 {Περὶ ποιοῦ καὶ ποιότητος.} Ποιότης ἐστί, καθ' ἣν ποιοί τινες ὀνομάζονται. Καὶ πάλιν ποιότης ἐστί, καθ' ἣν παρωνύμως τὰ μετέχοντα αὐτῆς λέγεται: ἐκ τῆ

 {Περὶ τοῦ ποιεῖν καὶ πάσχειν.} Χρὴ γινώσκειν, ὅτι ἡ ποίησις καὶ ἡ πάθησις ἤγουν ἡ ποιητικὴ δύναμις καὶ ἡ παθητικὴ ὑπὸ τὴν ποιότητά εἰσι, τὸ δὲ ποιεῖν

 {Περὶ τοῦ κεῖσθαι.} Κεῖσθαί ἐστι τὸ ἔχον θέσιν πως πρὸς ἕτερον οἷον τὸ σῶμα τὸ κείμενόν πως πρὸς τὴν τοιαύτην θέσιν ἢ πρὸς ἀνάκλισιν ἢ καθέδραν ἢ στάσ

 {Περὶ τῆς ποῦ.} Τὸ ποῦ τόπον σημαίνει: ἐρωτώμενοι γὰρ ‘ποῦ ἐστιν ὁ δεῖνα’ φαμὲν ‘ἐν τῷ οἴκῳ, ἐν τῇ πόλει’: ταῦτα δὲ τόπον σημαίνουσιν. Εἴδη δὲ τῆς ποῦ

 {Περὶ τῆς ποτέ.} Τὸ ποτὲ χρόνον δηλοῖ: ἐρωτώμενοι γὰρ ‘πότε ἐγένετο τόδε ’ λέγομεν ‘πέρυσι, προπέρυσι’, ἅτινα χρόνον σημαίνουσιν. Εἴδη δὲ τῆς ποτὲ κατ

 {Περὶ τοῦ ἔχειν.} Τὸ ἔχειν ἐστὶν οὐσία περὶ οὐσίαν. Δηλοῖ δὲ τὸ περιέχειν ἢ περιέχεσθαι καὶ μὴ εἶναί τι μέρος τοῦ πράγματος. Καὶ περιέχει μὲν χιτών, ὅ

 {Περὶ ἀντικειμένων.} Πᾶν ἀντικείμενον ἢ ὡς πρᾶγμα ἀντίκειται ἢ ὡς λόγος. Καὶ εἰ μὲν ὡς λόγος λόγῳ, ποιεῖ κατάφασιν καὶ ἀπόφασιν. Κατάφασις μὲν οὖν ἐστ

 {Περὶ ἕξεως καὶ στερήσεως.} Ἕξις λέγεται ἡ ἐνέργεια τοῦ ἐχομένου καὶ τοῦ ἔχοντος ὡς τοῦ ὅπλου καὶ τοῦ ὡπλισμένου ἤγουν τοῦ ἐνδύοντος καὶ τοῦ ἐνδυομένο

 {Περὶ προτέρου καὶ ὑστέρου.} Τὸ δὲ πρότερον διαιρεῖται εἰς τέσσαρα σημαινόμενα. Καὶ κυριώτατόν ἐστι τὸ τῷ χρόνῳ πρότερον. Λέγεται δὲ κυρίως ἐπὶ μὲν ἐμ

 {Περὶ τοῦ ἅμα.} Ἅμα λέγεται κυρίως μέν, ὧν ἡ γένεσις ἐν τῷ αὐτῷ χρόνῳ, οἷον δύο τινὲς ἐγεννήθησαν ἐν τῇ αὐτῇ ῥοπῇ. Οὗτος ὁ τρόπος ἀντίκειται τῷ πρώτῳ

 {Περὶ κινήσεως.} Κίνησίς ἐστιν ἐντελέχεια τοῦ δυνάμει, καθὸ τοιοῦτόν ἐστιν, οἷον ὁ χαλκὸς δυνάμει ἐστὶν ἀνδριάς: δύναται γὰρ ὁ χαλκὸς ἀπολαβεῖν τὸ εἶδ

 {Περὶ τοῦ ἔχειν.} Τὸ ἔχειν κατὰ ὀκτὼ τρόπους λέγεται: _ἢ γὰρ ὡς ἕξιν ἢ διάθεσιν ἢ ἄλλην ποιότητα: λεγόμεθα γὰρ ἔχειν ἐπιστήμην καὶ ἀρετήν. _ἢ ὡς ποσόν

 {Περὶ ἀποφάνσεως ἀποφάσεώς τε καὶ καταφάσεως.} Χρὴ γινώσκειν, ὅτι ἡ κατάφασις καὶ ἡ ἀπόφασις ἀπόφανσις λέγεται. Κατάφασις μὲν οὖν ἐστιν ἡ σημαίνουσα,

 {Περὶ ὅρου καὶ προτάσεως καὶ συλλογισμοῦ.} Χρὴ γινώσκειν, ὅτι σκοπὸν ἔχει ἡ λογικὴ πραγματεία περὶ τῆς ἀποδείξεως. Ἡ δὲ ἀπόδειξις συλλογισμός ἐστιν: ὁ

 [b] Πρότασίς ἐστι λόγος ἀποφαντικός τινος ἀπό τινος, ὅπερ ἐστὶν ἀπόφασις, οἷον ‘Σωκράτης οὐ γελᾷ’, ἤ τινος κατά τινος, ὅπερ ἐστὶ κατάφασις, ὡς ‘Σωκράτ

 {Ὁρισμοὶ τῆς φιλοσοφίας εἰσὶν ἕξ.} αʹ Φιλοσοφία ἐστὶ γνῶσις τῶν ὄντων, ᾗ ὄντα ἐστίν, ἤγουν τῆς φύσεως αὐτῶν. βʹ Φιλοσοφία ἐστὶ γνῶσις θείων τε καὶ ἀνθ

 {Περὶ τῆς καθ' ὑπόστασιν ἑνώσεως.} Χρὴ γινώσκειν, ὅτι ἡ καθ' ὑπόστασιν ἕνωσις μίαν ὑπόστασιν τῶν ἑνουμένων ἀποτελεῖ σύνθετον σῴζουσα τὰς συνελθούσας π

 Provenance unknown

 « Ὅροι διάφοροι » Ἀνάγκη ἐστὶ βίας αἰτία. _Στοιχεῖόν ἐστι κοινῶς μέν, ἐξ οὗ τι γίνεται πρώτου, καὶ εἰς αὐτὸ ἐπ' ἐσχάτου ἀναλύεται: ἰδίως δὲ στοιχεῖόν

Chapter 1

NOTHING is more estimable than knowledge, for knowledge is the light of the rational soul. The opposite, which is ignorance, is darkness. Just as the absence of light is darkness, so is the absence of knowledge a darkness of the reason. Now, ignorance is proper to irrational beings, while knowledge is proper to those who are rational. Consequently, one who by nature has the faculty of knowing and understanding, yet does not have knowledge, such a one, although by nature rational, is by neglect and indifference inferior to rational beings. By knowledge I mean the true knowledge of things which are, because things which have being are the object of knowledge. False knowledge, in so far as it is a knowledge of that which is not, is ignorance rather than knowledge. For falsehood is nothing else but that which is not. Now, since we do not live with our soul stripped bare, but, on the contrary, have it clothed over, as it were, with the veil of the flesh, our soul has the mind as a sort of eye which sees and has the faculty of knowing and which is capable of receiving knowledge and having understanding of things which are. It does not, however, have knowledge and understanding of itself, but has need of one to teach it; so, let us approach that Teacher in whom there is no falsehood and who is the truth. Christ is the subsistent wisdom and truth and in Him are all the hidden treasures of knowledge. In sacred Scripture let us hear the voice of Him who is the wisdom and power of God the Father, and let us learn the true knowledge of all things that are. Let us approach with attention and in all sincerity and proceed without letting the spiritual eye of our soul be dulled by passions, for even the clearest and most limpid eye will hardly enable one to gain a clear view of the truth. ‘If then the light that is in us (that is to say, the mind) be darkness: the darkness itself how great shall it be!’ With our whole soul and our whole understanding let us approach. And since it is impossible for the eye that is constantly shifting and turning about clearly to perceive the visible object, because for clear vision the eye must be steadily focused upon the object observed, let us put aside every anxiety of the mind and approach the truth unhampered by material considerations. And let us not be satisfied with arriving speedily at the gate, but rather let us knock hard, so that the door of the bridal chamber may be opened to us and we may behold the beauties within. Now, the gate is the letter, but the bridal chamber within the gate is the beauty of the thoughts hidden behind the letter, which is to say, the Spirit of truth. Let us knock hard, let us read once, twice, many times. By thus digging through we shall find the treasure of knowledge and take delight in the wealth of it. Let us seek, let us search, let us examine, let us inquire. ‘For every one that asketh, receiveth: and he that seeketh, findeth: and to him that knocketh, it shall be opened; and ‘Ask thy father, and he will declare to thee: thy elders in knowledge and they will tell thee.’ If, then, we are lovers of learning, we shall learn much, for it is of the nature of all things that they may be apprehended through industry and toil, and before all and after all by the grace of God, the Giver of grace.

Furthermore, since the divine Apostle says: ‘But prove all things: hold fast that which is good, let us also find something in them worth carrying away and reap some fruit that will be of profit to our soul. For every craftman has need, also, of certain things for the prosecution of his works, and it is also fitting for the queen to be waited upon by certain handmaidens. So let us receive such sayings as serve the truth, while we reject the impiety which exercised an evil tyranny over them. And let us not belittle that which is good. Nor let us use the art of rhetoric for the deception of simpler folk. On the other hand, although the truth stands in no need of the service of subtle reasonings, let us definitely^ use them to overthrow both those who fight dishonestly and that which is falsely called knowledge.

And so, having invoked Christ as our Guide, the subsistent Word of God by whom ‘every best gift and every perfect gift is given, let us make our beginning with such principles as are adapted to those who are still in need of milk. May those who happen upon this work have it as their purpose to bring their mind safely through to the final blessed end— which means to be guided by their sense perceptions up to that which is beyond all sense perception and comprehension, which is He who is the Author and Maker and Creator of all. Tor by the beauty of his own creatures the creator is by analogy discovered,’ and ‘the invisible things of him from the creation of the world are clearly seen, being understood by the things that are made.’ Thus, if we apply ourselves in a meek and humble spirit to the attainment of knowledge, we shall arrive at the desired end. ‘You cannot believe in me,’ said Christ, who is the truth, ‘if you receive glory from men,’ and, ‘every one that exalteth himself shall be humbled; and he that humbleth himself shall be exalted.’

{Περὶ γνώσεως.} Οὐδὲν τῆς γνώσεώς ἐστι τιμιώτερον: εἰ γὰρ ἡ γνῶσις φῶς ἐστι ψυχῆς λογικῆς, τοὔμπαλιν ἡ ἄγνοια σκότος. Ὡς γὰρ ἡ τοῦ φωτὸς στέρησις σκότος ἐστίν, οὕτω καὶ ἡ τῆς γνώσεως στέρησις λογισμοῦ σκότος ἐστίν: ἀλόγων μὲν γὰρ ἡ ἄγνοια ἴδιον, λογικῶν δὲ ἡ γνῶσις. Ὧι τοίνυν μὴ πάρεστι γνῶσις, γνωστικῷ κατὰ φύσιν ὄντι καὶ ἐπιστημονικῷ, οὗτος κατὰ φύσιν ὢν λογικὸς ἐξ ἀμελοῦς καὶ ῥαθύμου ψυχῆς ἀλόγων ἐστὶ χείρων: γνῶσιν δέ φημι τὴν ἀληθῆ τῶν ὄντων γνῶσιν. Εἰ δὲ τῶν ὄντων αἱ γνώσεις, ἡ ψευδὴς γνῶσις ὡς τοῦ μὴ ὄντος οὖσα γνῶσις ἄγνοια μᾶλλον ἤπερ γνῶσίς ἐστι: τὸ γὰρ ψεῦδος ἕτερον οὐδὲν ἢ τὸ μὴ ὂν καθέστηκεν. Ἐπειδὴ τοίνυν οὐ γυμνῇ τῇ ψυχῇ ζῶμεν, ἀλλ' ὥσπερ ὑπὸ παραπετάσματι τῷ σαρκίῳ καλυπτομένη ἡμῶν ἡ ψυχή, νοῦν μὲν ὁρῶντα καὶ γνωστικὸν οἷον ὀφθαλμὸν κέκτηται καὶ δεκτικὸν τῆς τῶν ὄντων γνώσεως καὶ ἐπιστήμης, οὐκ οἴκοθεν δὲ τὴν γνῶσιν καὶ τὴν ἐπιστήμην ἔχει, ἀλλὰ δεῖται τοῦ διδάξοντος, προσέλθωμεν τῷ ἀψευδεῖ διδασκάλῳ τῇ ἀληθείᾳ_Χριστὸς δέ ἐστιν ἡ ἐνυπόστατος σοφία τε καὶ ἀλήθεια, ἐν ᾧ πάντες εἰσὶν οἱ θησαυροὶ τῆς γνώσεως οἱ ἀπόκρυφοι, ὅς ἐστιν ἡ τοῦ θεοῦ καὶ πατρὸς σοφία καὶ δύναμις_καὶ τῆς φωνῆς αὐτοῦ διὰ τῶν θείων γραφῶν ἀκούσωμεν καὶ μάθωμεν τὴν πάντων τῶν ὄντων γνῶσιν τὴν ἀληθῆ. Προσερχόμενοι δὲ ἐπιμελῶς καὶ εἰλικρινῶς προσίωμεν, μὴ ἀμβλύνοντες ἡμῶν τὸ νοερὸν τῆς ψυχῆς ὄμμα τοῖς πάθεσι: μόλις γὰρ ἂν καθαρωτάτῳ καὶ διειδεστάτῳ ὀφθαλμῷ τρανῶς ἐνατενίσαι τις τῇ ἀληθείᾳ δυνήσεται. Εἰ δὲ τὸ ἐν ἡμῖν φῶς ἤτοι ὁ νοῦς σκότος, τὸ σκότος πόσον; Ὅλῃ οὖν ψυχῇ καὶ πάσῃ διανοίᾳ προσέλθωμεν. Ὡς γὰρ ἀδύνατον ὀφθαλμὸν συχνῶς περιστρεφόμενον καὶ περιαγόμενον τρανῶς ἐνατενίσαι τῷ ὁρατῷ, ἀλλὰ δεῖ προσεχὲς τὸ ὄμμα ἐνερεῖσαι τῷ βλεπομένῳ, οὕτω πᾶσαν λογισμοῦ ζάλην ἀποσεισάμενοι ἀύλως προσέλθωμεν τῇ ἀληθείᾳ. Προσερχόμενοι δὲ καὶ μέχρι τῆς πύλης φθάνοντες μὴ ἀρκεσθῶμεν, ἀλλ' εὐτόνως κρούσωμεν, ὡς ἂν ἀνοιχθείσης ἡμῖν τῆς τοῦ νυμφῶνος θύρας ἴδωμεν τὰ ἐν αὐτῷ κάλλη. Πύλη μὲν οὖν ἐστι τὸ γράμμα, ὁ δὲ ἐντὸς τῆς πύλης νυμφῶν τὸ κεκρυμμένον ὑπ' αὐτὸ τῶν νοημάτων κάλλος ἤτοι τῆς ἀληθείας πνεῦμα. Εὐτόνως κρούσωμεν, ἀναγνῶμεν ἅπαξ, δίς, πολλάκις, καὶ οὕτως ὀρύσσοντες τὸν θησαυρὸν τῆς γνώσεως εὑρήσομεν καὶ τοῦ πλούτου κατατρυφήσομεν. Ζητήσωμεν, ἐρευνήσωμεν, ἀνακρίνωμεν, ἐρωτήσωμεν: «πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει καὶ ὁ ζητῶν εὑρίσκει καὶ τῷ κρούοντι ἀνοιγήσεται». Καὶ «ἐπερώτησον τὸν πατέρα σου καὶ ἀναγγελεῖ σοι, τοὺς πρεσβυτέρους σου ἐν γνώσει καὶ ἐροῦσί σοι». Ἐὰν οὖν ὦμεν φιλομαθεῖς, ἐσόμεθα καὶ πολυμαθεῖς: ἁλωτὰ γὰρ ἐπιμελείᾳ καὶ πόνῳ γίνεσθαι πέφυκεν ἅπαντα καὶ πρὸ πάντων καὶ μετὰ πάντα τῇ τοῦ διδόντος θεοῦ χάριτι. Ἐπειδὴ δέ φησιν ὁ θεῖος ἀπόστολος: «Πάντα δοκιμάζοντες τὸ καλὸν κατέχετε», ἐρευνήσωμεν καὶ τῶν ἔξω σοφῶν τοὺς λόγους. Ἴσως τι καὶ παρ' αὐτοῖς τῶν ἀγωγίμων εὑρήσομεν καί τι ψυχωφελὲς καρπωσόμεθα: πᾶς γὰρ τεχνίτης δεῖται καί τινων ὀργάνων πρὸς τὴν τῶν ἀποτελουμένων κατασκευήν. Πρέπει δὲ καὶ τῇ βασιλίδι ἄβραις τισὶν ὑπηρετεῖσθαι. Λάβωμεν τοίνυν τοὺς δούλους τῆς ἀληθείας λόγους καὶ τὴν κακῶς αὐτῶν τυραννήσασαν ἀσέβειαν ἀπωσώμεθα καὶ μὴ τῷ καλῷ κακῶς χρησώμεθα, μὴ πρὸς ἐξαπάτην τῶν ἁπλουστέρων τὴν τέχνην τῶν λόγων μεταχειρισώμεθα, ἀλλ', εἰ καὶ μὴ δεῖται ποικίλων σοφισμάτων ἡ ἀλήθεια, πρός γε τὴν τῶν κακομάχων καὶ τῆς ψευδωνύμου γνώσεως ἀνατροπὴν τούτοις ἀποχρησώμεθα. Ἐκ τούτων τοίνυν τὴν ἀρχὴν ποιησώμεθα ὡς στοιχείων καὶ τοῖς ἔτι δεομένοις γάλακτος ἁρμοζόντων Χριστὸν τὸν τοῦ θεοῦ ἐνυπόστατον λόγον ἀρωγὸν ἐπικεκλημένοι, «παρ' οὗ πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα δίδοται τέλειον». Ἔσται δὲ σκοπὸς τοῖς ἐντυγχάνουσι πρὸς τὸ μακάριον τέλος καθορμισθῆναι τὸν νοῦν: τοῦτο δέ ἐστι τὸ διὰ τῶν αἰσθήσεων ἀναχθῆναι πρὸς τὴν ὑπὲρ πᾶσαν αἴσθησιν καὶ κατάληψιν, ὅς ἐστιν ὁ τῶν πάντων αἴτιος καὶ ποιητὴς καὶ δημιουργός. «Ἐκ γὰρ καλλονῆς τῶν οἰκείων κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς κατοπτεύεται», καὶ «τὰ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται». Ἀκενοδόξῳ τοίνυν καὶ ταπεινῷ φρονήματι τῆς γνώσεως ἐφιέμενοι τοῦ ποθουμένου τευξόμεθα: «οὐ γὰρ δύνασθε πιστεύειν εἰς ἐμέ», ἔφη Χριστὸς ἡ ἀλήθεια, «δόξαν παρὰ ἀνθρώπων λαμβάνοντες», καὶ «πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται».