{Πίναξ σὺν θεῷ τῶν φιλοσόφων κεφαλαίων τοῦ Δαμασκηνοῦ} « Προοίμιον_Ἐπιστολή » αʹ Περὶ γνώσεως

 {« Προοίμιον_Ἐπιστολή » Τῷ ὁσιωτάτῳ καὶ θεοτιμήτῳ Κοσμᾷ, ἁγιωτάτῳ ἐπισκόπῳ τοῦ Μαιουμᾶ, Ἰωάννης μοναχός} Τὸ μὲν στενὸν τῆς διανοίας καὶ τὸ ἄπορον τῆς

 {Περὶ γνώσεως.} Οὐδὲν τῆς γνώσεώς ἐστι τιμιώτερον: εἰ γὰρ ἡ γνῶσις φῶς ἐστι ψυχῆς λογικῆς, τοὔμπαλιν ἡ ἄγνοια σκότος. Ὡς γὰρ ἡ τοῦ φωτὸς στέρησις σκότ

 {Τίς ὁ σκοπός.} Ἐπειδὴ πᾶς ἀσκόπως ἐναρχόμενος πράγματος ὡς ἐν σκότει διαπορεύεται_ὁ γὰρ ἀσκόπως κοπιῶν καθολικῶς πτωχεύει_, φέρε τὸν προκείμενον τοῦ

 {Περὶ φιλοσοφίας.} αʹ Φιλοσοφία ἐστὶ γνῶσις τῶν ὄντων, ᾗ ὄντα ἐστί, τουτέστι γνῶσις τῆς τῶν ὄντων φύσεως. Καὶ πάλιν: βʹ Φιλοσοφία ἐστὶ γνῶσις θείων τε

 {Περὶ τοῦ ὄντος οὐσίας τε καὶ συμβεβηκότος.} Τὸ ὂν κοινὸν ὄνομά ἐστι πάντων τῶν ὄντων. Τοῦτο διαιρεῖται εἰς οὐσίαν καὶ συμβεβηκός. Οὐσία μὲν οὖν ἐστι

 See alternate

 {Περὶ φωνῆς.} Ἐπειδὴ σκοπὸς ἡμῖν ἐστι διαλαβεῖν περὶ πάσης ἁπλῶς φιλοσόφου φωνῆς, δεῖ δὲ ἡμᾶς πρότερον γνῶναι, περὶ ποίας φωνῆς ἡ φιλοσοφία καταγίνετα

 {Περὶ διαιρέσεως.} Διαίρεσίς ἐστιν ἡ πρώτη τομὴ τοῦ πράγματος, οἷον τὸ ζῷον διαιρεῖται εἰς λογικὸν καὶ ἄλογον. Ἐπιδιαίρεσις δέ ἐστιν ἡ δευτέρα τομὴ το

 See alternate

 {Περὶ τοῦ φύσει προτέρου.} Φύσει οὖν πρότερόν ἐστι τὸ συνεισφερόμενον καὶ μὴ συνεισφέρον καὶ συναναιροῦν καὶ μὴ συναναιρούμενον, οἷον τὸ ζῷον φύσει πρ

 {Περὶ ὁρισμοῦ.} Ὁρισμός ἐστι λόγος σύντομος δηλωτικὸς τῆς φύσεως τοῦ ὑποκειμένου πράγματος τουτέστιν ὁ λόγος ὁ δι' ὀλίγου σημαίνων τὴν φύσιν τοῦ ὑποκε

 {Περὶ γένους.} Ἰστέον, ὡς ἐπὶ τῶν ὁμωνύμων τρία δεῖ ζητεῖν. Ἐάν ἐστι τῶν ὁμωνύμων, καὶ πόσα σημαίνει καὶ περὶ ποίου αὐτῶν ἐστιν ὁ λόγος. Δεῖ οὖν πρότε

 {Περὶ εἴδους.} Καὶ τὸ εἶδος δὲ τῶν ὁμωνύμων ἐστίν, δισσῶς λεγόμενον: λέγεται γὰρ εἶδος καὶ ἡ ἑκάστου μορφή, καθ' ὃ εἴρηται: «Πρῶτον μὲν εἶδος ἄξιον τυ

 See alternate

 {Περὶ ἀτόμου.} Τὸ ἄτομον τετραχῶς λέγεται. Ἄτομον γάρ ἐστι τὸ μὴ τεμνόμενον μηδὲ μεριζόμενον, ὡς ἡ στιγμὴ καὶ τὸ νῦν καὶ ἡ μονάς, ἅτινα καὶ ἄποσα λέγο

 {Περὶ διαφορᾶς.} Διαφορὰ καὶ ποιότης καὶ ἰδίωμα κατὰ μὲν τὸ ὑποκείμενον ἕν εἰσιν, κατὰ δὲ τὴν ἐνέργειαν ἕτερον καὶ ἕτερον: ἡ γὰρ λογικότης λέγεται καὶ

 {Περὶ συμβεβηκότος.} Συμβεβηκός ἐστιν, ὃ γίνεται καὶ ἀπογίνεται χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς. Καὶ πάλιν, ὃ ἐνδέχεται τῷ αὐτῷ καὶ εἶναι καὶ μὴ εἶνα

 {Περὶ ἰδίου.} Τὸ ἴδιον τετραχῶς λέγεται. Πρῶτον, ὃ μόνῳ μὲν ὑπάρχει τῷ εἴδει, οὐ παντὶ δέ, ὥσπερ τὸ γεωμετρεῖν τῷ ἀνθρώπῳ: μόνος γὰρ ὁ ἄνθρωπος γεωμέτ

 {Περὶ τῶν κατηγορουμένων.} Πᾶσα κατηγορία ἢ ἐπὶ πλέον γίνεται ἢ ἐπίσης, ἐπ' ἔλαττον δὲ οὐδέποτε. Καὶ ἐπὶ πλέον μέν, ὅτε τὰ καθολικώτερα κατηγοροῦνται

 {Περὶ συνωνύμου καὶ ὁμωνύμου κατηγορίας.} Συνώνυμος μὲν κατηγορία ἐστίν, ὅτε καὶ τὸ ὄνομα καὶ τὸν ὅρον αὐτοῦ τοῦ ὀνόματος δέχεται τὸ ὑποκείμενον, οἷον

 {Περὶ ὑποκειμένου.} Τὸ ὑποκείμενον δισσῶς λέγεται, τὸ μὲν πρὸς ὕπαρξιν, τὸ δὲ πρὸς κατηγορίαν. Καὶ πρὸς ὕπαρξιν μέν, ὥσπερ ὑπόκειται ἡ οὐσία τοῖς συμβ

 {Περὶ τῆς ἐν τῷ τί ἐστι καὶ τῆς ἐν τῷ ποῖόν τί ἐστι κατηγορίας.} Ἐν τῷ τί μέν ἐστι κατηγορία ἐστὶν ἡ τῶν γενῶν κατὰ τῶν εἰδῶν αὐτῶν κατηγορία τουτέστι

 {Κοινωνίαι καὶ διαφοραὶ τῶν εʹ φωνῶν.} Δεῖ γινώσκειν, ὅτι κοινωνοῦσιν αἱ πέντε αὗται φωναὶ ἀλλήλαις κατὰ τὸ πάσας κατὰ πλειόνων κατηγορεῖσθαι. Διαφέρο

 {Κοινωνία καὶ διαφορὰ γένους καὶ διαφορᾶς.} Κοινὰ δὲ γένους καὶ διαφορᾶς τὸ περιεκτικὰ εἶναι τῶν εἰδῶν ἀμφότερα καὶ τὸ συνωνύμως κατηγορεῖσθαι τῶν εἰδ

 {Κοινωνία καὶ διαφορὰ γένους καὶ εἴδους.} Κοινὰ γένους καὶ εἴδους: τὸ κατὰ πλειόνων ἐν τῷ τί ἐστι κατηγορεῖσθαι: τὸ φύσει πρότερα εἶναι τῶν ὑπ' αὐτά:

 {Κοινωνία καὶ διαφορὰ γένους καὶ ἰδίου.} Κοινὰ γένους καὶ ἰδίου: ὅτι ἀμφότερα τοῖς εἴδεσιν ἕπονται ἤγουν κατηγοροῦνται: ὅτι ἐπίσης κατηγοροῦνται, ὧν κ

 {Κοινωνία καὶ διαφορὰ γένους καὶ συμβεβηκότος.} Κοινὸν γένους καὶ συμβεβηκότος τὸ κατὰ πλειόνων κατηγορεῖσθαι. Ἴδια δὲ γένους καὶ συμβεβηκότος: ὅτι τὸ

 {Κοινωνία καὶ διαφορὰ διαφορᾶς καὶ εἴδους.} Κοινὰ διαφορᾶς καὶ εἴδους: ὅτι ἐπίσης μετέχονται: ὅτι ἀεὶ πάρεισιν, οἷς μετέχονται. Ἴδια διαφορᾶς καὶ εἴδο

 {Κοινωνία καὶ διαφορὰ διαφορᾶς καὶ ἰδίου.} Κοινὰ διαφορᾶς καὶ ἰδίου: τὸ ἐπίσης κατηγορεῖσθαι πᾶσι τοῖς μετέχουσι: τὸ ἀεὶ καὶ παντὶ τῷ εἴδει παρεῖναι.

 {Κοινωνία καὶ διαφορὰ διαφορᾶς καὶ συμβεβηκότος.} Κοινὰ διαφορᾶς καὶ συμβεβηκότος, ὅτι ἀμφότερα κατὰ πλειόνων ἐν τῷ ποῖόν τί ἐστι κατηγοροῦνται καὶ ὅτ

 {Κοινωνία καὶ διαφορὰ εἴδους καὶ ἰδίου.} Κοινὰ εἴδους καὶ ἰδίου: ὅτι ἀλλήλων ἀντικατηγοροῦνται ἤγουν ἀντιστρέφουσιν: ὅτι ἐπίσης μετέχονται: ἐπίσης δὲ

 {Κοινωνία καὶ διαφορὰ εἴδους καὶ συμβεβηκότος.} Κοινὰ εἴδους καὶ συμβεβηκότος τὸ κατὰ πλειόνων κατηγορεῖσθαι. Διαφορὰ εἴδους καὶ συμβεβηκότος: ὅτι τὸ

 {Κοινωνία καὶ διαφορὰ ἰδίου καὶ ἀχωρίστου συμβεβηκότος.} Κοινὰ ἰδίου καὶ συμβεβηκότος ἀχωρίστου τὸ μὴ ἄνευ αὐτῶν συστῆναι ἐκεῖνα, οἷς ὑπάρχουσι, καὶ ὅ

 {Περὶ ὑποστάσεως καὶ ἐνυποστάτου καὶ ἀνυποστάτου.} Τὸ τῆς ὑποστάσεως ὄνομα δύο σημαίνει: ἁπλῶς μὲν γὰρ λεγόμενον σημαίνει τὴν ἁπλῶς οὐσίαν, ἡ δὲ καθ'

 {Περὶ οὐσίας καὶ φύσεως καὶ μορφῆς ἀτόμου τε καὶ προσώπου καὶ ὑποστάσεως.} Οἱ μὲν ἔξω φιλόσοφοι κατὰ τὸν προλελεγμένον λόγον διαφορὰν εἶπον οὐσίας καὶ

 {Περὶ ὁμωνύμων.} Ὁμώνυμα μέν εἰσι τὰ τῷ ὀνόματι κοινωνοῦντα, τῷ δὲ ὁρισμῷ ἢ τῇ ὑπογραφῇ διαφέροντα. Οἷον τὸ κύων ὄνομα ὁμώνυμόν ἐστι, δηλοῖ δὲ τὸν χερ

 {Περὶ συνωνύμου.} Συνώνυμα δέ εἰσιν, ὅσα καὶ τῷ ὀνόματι καὶ τῷ ὁρισμῷ ἢ τῇ ὑπογραφῇ τοῦ αὐτοῦ ὀνόματος κοινωνοῦσιν, οἷον τὸ ζῷον δηλοῖ καὶ τὸν ἄνθρωπο

 {Περὶ πολυωνύμων.} Πολυώνυμα δέ εἰσιν, ὅσα τῷ μὲν ὁρισμῷ κοινωνοῦσι, τῷ δὲ ὀνόματι διαφέρουσιν, ἤγουν ὅτε τὸ αὐτὸ πρᾶγμα πολλοῖς καλεῖται ὀνόμασιν οἷο

 {Περὶ ἑτέρων καὶ ἑτερωνύμων.} Τὰ δὲ κατ' ἄμφω ἤγουν τῷ ὀνόματι καὶ τῷ ὁρισμῷ διαφέροντα ἢ ἓν ὑποκείμενον ἔχουσι καὶ λέγεται ἑτερώνυμα ὡς ἀνάβασις καὶ

 {Περὶ παρωνύμων.} Εἰσὶ δέ τινα μέσον τῶν ὁμωνύμων καὶ συνωνύμων, κοινωνοῦντα καὶ διαφέροντα τῷ τε ὀνόματι καὶ τῷ ὅρῳ, ἅτινα λέγονται παρώνυμα, ὡς ἀπὸ

 {Περὶ τῶν δέκα γενικωτάτων γενῶν.} Τῶν λεγομένων τὰ μὲν ἁπλῶς καὶ ἄνευ συμπλοκῆς λέγεται ὡς οὐσία, συμβεβηκὸς καὶ τὰ τοιαῦτα, τὰ δὲ μετὰ συμπλοκῆς, ὡς

 {Περὶ ὁμογενῶν καὶ ὁμοειδῶν ἑτερογενῶν τε καὶ ἑτεροειδῶν καὶ ἀριθμῷ διαφερόντων.} Ὁμογενῆ εἰσιν, ὅσα ὑπὸ τὴν αὐτὴν κατηγορίαν τάσσεται. Ἑτερογενῆ δέ ε

 {Περὶ τοῦ ἔν τινι.} Τὸ ἔν τινι ἑνδεκαχῶς: αʹ ὡς γένος ἐν εἴδει ὡς τὸ ζῷον ἐν τῷ ὁρισμῷ τοῦ ἀνθρώπου γένος ὂν τοῦ ἀνθρώπου: βʹ ὡς εἶδος ἐν γένει ὡς ἄνθ

 {Περὶ οὐσίας.} Οὐσία ἐστὶ πρᾶγμα αὐθύπαρκτον μὴ δεόμενον ἑτέρου πρὸς σύστασιν: καὶ πάλιν οὐσία ἐστὶ πᾶν, ὅτιπερ αὐθυπόστατόν ἐστι καὶ μὴ ἐν ἑτέρῳ ἔχει

 {Περὶ φύσεως.} Φύσις ἐστὶν ἀρχὴ τῆς ἑκάστου τῶν ὄντων κινήσεώς τε καὶ ἠρεμίας, οἷον ἡ γῆ κινεῖται μὲν κατὰ τὸ βλαστάνειν, ἠρεμεῖ δὲ κατὰ τὴν ἐκ τόπου

 {Περὶ μορφῆς.} Μορφή ἐστιν ὑπὸ τῶν οὐσιωδῶν διαφορῶν οἱονεὶ μορφωθεῖσα καὶ εἰδοποιηθεῖσα οὐσία, ἥτις σημαίνει τὸ εἰδικώτατον εἶδος: οἷον ἡ οὐσία μορφω

 {Περὶ ὑποστάσεως.} Τὸ τῆς ὑποστάσεως ὄνομα δύο σημαίνει: ποτὲ μὲν τὴν ἁπλῶς ὕπαρξιν, καθὸ σημαινόμενον ταὐτόν ἐστιν οὐσία καὶ ὑπόστασις, ὅθεν τινὲς τῶ

 {Περὶ προσώπου.} Πρόσωπόν ἐστιν, ὅπερ διὰ τῶν οἰκείων ἐνεργημάτων τε καὶ ἰδιωμάτων ἀρίδηλον καὶ περιωρισμένην τῶν ὁμοφυῶν αὐτοῦ παρέχεται ἡμῖν τὴν ἐμφ

 {Περὶ ἐνυποστάτου.} Καὶ τὸ ἐνυπόστατον δὲ ποτὲ μὲν τὴν ἁπλῶς ὕπαρξιν σημαίνει, καθ' ὃ σημαινόμενον οὐ μόνον τὴν ἁπλῶς οὐσίαν ἐνυπόστατον λέγομεν ἀλλὰ

 {Περὶ ἀνυποστάτου.} Καὶ τὸ ἀνυπόστατον δὲ δισσῶς λέγεται: ποτὲ μὲν γὰρ τὸ μηδαμῇ μηδαμῶς ὂν σημαίνει ἤγουν τὸ ἀνύπαρκτον, ποτὲ δὲ τὸ μὴ ἐν ἑαυτῷ ἔχον

 {Διαίρεσις τοῦ ὄντος καὶ τῆς οὐσίας.} Τὸ ὂν διαιρεῖται εἰς οὐσίαν καὶ συμβεβηκός, οὐχ ὡς γένος εἰς εἴδη ἀλλ' ὡς ὁμώνυμος φωνὴ ἢ ὡς τὰ ἀφ' ἑνὸς καὶ πρὸ

 {Περὶ τοῦ τί ὑπάρχει ἴδιον τῆς οὐσίας.} Τί μὲν οὖν ἐστιν οὐσία καὶ φύσις καὶ μορφή, εἴρηται καὶ τί ὑπόστασις καὶ ἄτομον καὶ πρόσωπον ἐνυπόστατόν τε κα

 {Ἔτι περὶ ὁμογενῶν καὶ ὁμοειδῶν ἑτερογενῶν τε καὶ ἑτεροειδῶν καὶ ὁμοϋποστάτων καὶ ἀριθμῷ διαφερόντων.} Ὁμογενῆ εἰσιν, ὅσα ὑπὸ τὴν αὐτὴν κατηγορίαν τάσ

 {Περὶ ποσοῦ καὶ ποσότητος.} Ποσότης ἐστὶ σωρεία μονάδων: τὴν μὲν γὰρ μονάδα οὔ φασι ποσότητα ἀλλ' ἀρχὴν ποσότητος. Μονάδος οὖν καὶ μονάδος συνερχομένω

 {Περὶ τῶν πρός τι.} Πρός τι ταῦτά εἰσιν, ὅσα αὐτά, ἅπερ ἐστίν, ἑτέρων εἶναι λέγεται ἢ ὁπωσοῦν ἄλλως πρὸς ἕτερον. Καὶ ἑτέρων μὲν εἶναι λέγεται ὡς πατὴρ

 {Περὶ ποιοῦ καὶ ποιότητος.} Ποιότης ἐστί, καθ' ἣν ποιοί τινες ὀνομάζονται. Καὶ πάλιν ποιότης ἐστί, καθ' ἣν παρωνύμως τὰ μετέχοντα αὐτῆς λέγεται: ἐκ τῆ

 {Περὶ τοῦ ποιεῖν καὶ πάσχειν.} Χρὴ γινώσκειν, ὅτι ἡ ποίησις καὶ ἡ πάθησις ἤγουν ἡ ποιητικὴ δύναμις καὶ ἡ παθητικὴ ὑπὸ τὴν ποιότητά εἰσι, τὸ δὲ ποιεῖν

 {Περὶ τοῦ κεῖσθαι.} Κεῖσθαί ἐστι τὸ ἔχον θέσιν πως πρὸς ἕτερον οἷον τὸ σῶμα τὸ κείμενόν πως πρὸς τὴν τοιαύτην θέσιν ἢ πρὸς ἀνάκλισιν ἢ καθέδραν ἢ στάσ

 {Περὶ τῆς ποῦ.} Τὸ ποῦ τόπον σημαίνει: ἐρωτώμενοι γὰρ ‘ποῦ ἐστιν ὁ δεῖνα’ φαμὲν ‘ἐν τῷ οἴκῳ, ἐν τῇ πόλει’: ταῦτα δὲ τόπον σημαίνουσιν. Εἴδη δὲ τῆς ποῦ

 {Περὶ τῆς ποτέ.} Τὸ ποτὲ χρόνον δηλοῖ: ἐρωτώμενοι γὰρ ‘πότε ἐγένετο τόδε ’ λέγομεν ‘πέρυσι, προπέρυσι’, ἅτινα χρόνον σημαίνουσιν. Εἴδη δὲ τῆς ποτὲ κατ

 {Περὶ τοῦ ἔχειν.} Τὸ ἔχειν ἐστὶν οὐσία περὶ οὐσίαν. Δηλοῖ δὲ τὸ περιέχειν ἢ περιέχεσθαι καὶ μὴ εἶναί τι μέρος τοῦ πράγματος. Καὶ περιέχει μὲν χιτών, ὅ

 {Περὶ ἀντικειμένων.} Πᾶν ἀντικείμενον ἢ ὡς πρᾶγμα ἀντίκειται ἢ ὡς λόγος. Καὶ εἰ μὲν ὡς λόγος λόγῳ, ποιεῖ κατάφασιν καὶ ἀπόφασιν. Κατάφασις μὲν οὖν ἐστ

 {Περὶ ἕξεως καὶ στερήσεως.} Ἕξις λέγεται ἡ ἐνέργεια τοῦ ἐχομένου καὶ τοῦ ἔχοντος ὡς τοῦ ὅπλου καὶ τοῦ ὡπλισμένου ἤγουν τοῦ ἐνδύοντος καὶ τοῦ ἐνδυομένο

 {Περὶ προτέρου καὶ ὑστέρου.} Τὸ δὲ πρότερον διαιρεῖται εἰς τέσσαρα σημαινόμενα. Καὶ κυριώτατόν ἐστι τὸ τῷ χρόνῳ πρότερον. Λέγεται δὲ κυρίως ἐπὶ μὲν ἐμ

 {Περὶ τοῦ ἅμα.} Ἅμα λέγεται κυρίως μέν, ὧν ἡ γένεσις ἐν τῷ αὐτῷ χρόνῳ, οἷον δύο τινὲς ἐγεννήθησαν ἐν τῇ αὐτῇ ῥοπῇ. Οὗτος ὁ τρόπος ἀντίκειται τῷ πρώτῳ

 {Περὶ κινήσεως.} Κίνησίς ἐστιν ἐντελέχεια τοῦ δυνάμει, καθὸ τοιοῦτόν ἐστιν, οἷον ὁ χαλκὸς δυνάμει ἐστὶν ἀνδριάς: δύναται γὰρ ὁ χαλκὸς ἀπολαβεῖν τὸ εἶδ

 {Περὶ τοῦ ἔχειν.} Τὸ ἔχειν κατὰ ὀκτὼ τρόπους λέγεται: _ἢ γὰρ ὡς ἕξιν ἢ διάθεσιν ἢ ἄλλην ποιότητα: λεγόμεθα γὰρ ἔχειν ἐπιστήμην καὶ ἀρετήν. _ἢ ὡς ποσόν

 {Περὶ ἀποφάνσεως ἀποφάσεώς τε καὶ καταφάσεως.} Χρὴ γινώσκειν, ὅτι ἡ κατάφασις καὶ ἡ ἀπόφασις ἀπόφανσις λέγεται. Κατάφασις μὲν οὖν ἐστιν ἡ σημαίνουσα,

 {Περὶ ὅρου καὶ προτάσεως καὶ συλλογισμοῦ.} Χρὴ γινώσκειν, ὅτι σκοπὸν ἔχει ἡ λογικὴ πραγματεία περὶ τῆς ἀποδείξεως. Ἡ δὲ ἀπόδειξις συλλογισμός ἐστιν: ὁ

 [b] Πρότασίς ἐστι λόγος ἀποφαντικός τινος ἀπό τινος, ὅπερ ἐστὶν ἀπόφασις, οἷον ‘Σωκράτης οὐ γελᾷ’, ἤ τινος κατά τινος, ὅπερ ἐστὶ κατάφασις, ὡς ‘Σωκράτ

 {Ὁρισμοὶ τῆς φιλοσοφίας εἰσὶν ἕξ.} αʹ Φιλοσοφία ἐστὶ γνῶσις τῶν ὄντων, ᾗ ὄντα ἐστίν, ἤγουν τῆς φύσεως αὐτῶν. βʹ Φιλοσοφία ἐστὶ γνῶσις θείων τε καὶ ἀνθ

 {Περὶ τῆς καθ' ὑπόστασιν ἑνώσεως.} Χρὴ γινώσκειν, ὅτι ἡ καθ' ὑπόστασιν ἕνωσις μίαν ὑπόστασιν τῶν ἑνουμένων ἀποτελεῖ σύνθετον σῴζουσα τὰς συνελθούσας π

 Provenance unknown

 « Ὅροι διάφοροι » Ἀνάγκη ἐστὶ βίας αἰτία. _Στοιχεῖόν ἐστι κοινῶς μέν, ἐξ οὗ τι γίνεται πρώτου, καὶ εἰς αὐτὸ ἐπ' ἐσχάτου ἀναλύεται: ἰδίως δὲ στοιχεῖόν

Chapter 8

A definition is a concise statement setting forth the nature of the thing in question, that is to say, such statement as expresses in brief the nature of the thing in question. For example, man is a rational mortal animal capable of intelligence and knowledge. Now, many men have discoursed at length on the nature of man, that is, they have written long and extensive treatises on the subject. But these are not concise and, therefore, arc not definitions. There are also consise statements, such as apophthegms, but, since they do not .set forth the nature of a thing, they are not definitions. A name, too, oftentimes indicates the nature of the thing in question, but it is not a definition. For the name is one word, while the definition is a statement, and a statement is made up of at least two words. (Therefore, the definition is a name explained, whereas a name is a term of a proposition, when it is in conjunction.)

The definition is made up of genus and constituent, that is to say, essential differences. Thus it is with the definition of animal, for animal is an animate sentient substance. Here the genus is substance, while the constituent differences are the being animate and sentient. The definition may also be taken from matter and form, as, for example: A statue is that which is made of bronze and represents the form of a man. In this case the bronze is the matter, while the representation of the shape of the man is the form of the statue. The matter corresponds to the genus and the form to the specific difference. The definition may also be taken from subject and purpose. Medicine, for example, is concerned with human bodies and is productive of health. Here the subject of medicine is the human body, whereas its purpose is health.

Now, the description is made up of non-essential elements, that is to say, of properties and accidents. For example, man is an animal which is able to laugh, walks erect, and has broad nails. These elements are non-essential. For this reason it is called description, since it outlines, bringing out not the essential substance but only the things consequential to it. The descriptive definition is a combination of essentials and non-essentials, as, for example: Man is rational animal walking erect and having broad nails.

Definition is the term for the setting of land boundaries taken in a metaphorical sense. For, just as the boundary separates that which belongs to one from that which belongs to another, so does the definition set off the nature of one thing from that of any other.

Now, the soundness of a definition lies in its having neither too few nor too many terms, while its vice lies in its having either too few or too many terms. A perfect definition is one which is convertible with the thing defined, while an imperfect one is one which is not. Neither is that which has too few terms convertible (nor that which has too many), for, when it has too many terms, it covers too few things, whereas, when it has too few terms, it covers too many things. (And so one may say that nature has discovered a wonderful device—poverty that is wealthy and wealth feigning poverty.) For example, the perfect definition of man is: Man is rational mortal animal. Notice how this is convertible, for every rational mortal animal is a man and every man is a rational mortal animal. Now, if one term were to be left out, the definition would cover too many things. Take it, for example, as ‘rational animal.’ Here there are too few terms, because I did not say ‘mortal.’ And it covers too many things, because man is not the only rational animal; the angel is one, too. Therefore, it is not convertible. If, on the other hand, I should say ‘a rational, mortal, literate animal, again it is not convertible. For by my saying ‘literate it has received too many terms, while it covers too few things. This is because it has not defined every man, but only those men who are literate. Thus, every rational, mortal, and literate animal is a man, but not every man is a rational, mortal, and literate animal, because not every man is literate.

Therefore, those definitions are perfect which are convertible with the thing defined. Since, however, a property is also convertible with the thing of which it is a property— for, if anything is a man, it will be capable of laughter; and if anything is capable of laughter, it will be a man— then we must make an additional specification and say that perfect definitions are those which are taken from genus and constituent differences, which are neither deficient nor excessive in terms, and which are convertible with the thing defined. In the same way, those are perfect which are taken from the pairs of subject and purpose and of matter and form. Sometimes this is also true of those taken from the subject alone, as when the subject is not subject to any other art—as glass is not subject to any other art than that of the glass-maker. The same is also true of those taken from the purpose alone, in the case that that purpose is not the purpose of- any other art—as with the art of shipbuilding, As a result of all this one must know that the perfection of a definition is in its convertibility.

Definition differs from term by the one being more particular and the other more general. For term is more general than definition, because it means the setting of limits. It also means a decree, as when we say that the king ‘decreed/ It still further means that into which a proposition is resolved, as with God’s help, we shall learn in that which is to follow. It also means definition. Definition, however, means only the concise statement setting forth the nature of the thing in question.

One must know, furthermore, that a definition is given only in the case of the substance and its species, and that we cannot give a definition of an individual or of accidents, but only a description, because of the fact that the definition is made up of genus and constituent differences, while the description is made up of non-essentials.

{Περὶ ὁρισμοῦ.} Ὁρισμός ἐστι λόγος σύντομος δηλωτικὸς τῆς φύσεως τοῦ ὑποκειμένου πράγματος τουτέστιν ὁ λόγος ὁ δι' ὀλίγου σημαίνων τὴν φύσιν τοῦ ὑποκειμένου πράγματος, οἷον ἄνθρωπός ἐστι ζῷον λογικόν, θνητόν, νοῦ καὶ ἐπιστήμης δεκτικόν. Πολλοὶ μὲν γὰρ ἐξέθεντο περὶ φύσεως ἀνθρώπου λόγους κατεπεκτάδην ἤγουν ἐκτεταμένους καὶ μεγάλους, ἀλλ' οὔκ εἰσιν ὁρισμοί, διότι οὔκ εἰσι σύντομοι. Εἰσὶ δὲ καὶ σύντομοι λόγοι ὡς τὰ ἀποφθέγματα, ἀλλ' ἐπειδὴ οὐ δηλοῦσι φύσιν πράγματος, οὔκ εἰσιν ὁρισμοί. Καὶ τὸ ὄνομα δὲ πολλάκις δηλοῖ τὴν φύσιν τοῦ ὑποκειμένου πράγματος, ἀλλ' οὐκ ἔστιν ὁρισμός: τὸ μὲν γὰρ ὄνομα μία λέξις ἐστίν, ὁ δὲ ὁρισμὸς λόγος. Λόγος δὲ ἐκ δύο τὸ ἐλάχιστον σύγκειται λέξεων. Ἔστιν οὖν ὁ μὲν ὅρος ὄνομα ἐξηπλωμένον, ὄνομα δὲ ὅρος κατὰ σύνοψιν. Συνίσταται δὲ ὁ ὁρισμὸς ἐκ γένους καὶ συστατικῶν διαφορῶν ἤγουν οὐσιωδῶν, ὡς ἐπὶ τοῦ ὅρου τοῦ ζῴου: ζῷον γάρ ἐστιν οὐσία ἔμψυχος αἰσθητική. Ἰδοὺ ἡ μὲν οὐσία γένος ἐστί, τὸ δὲ ἔμψυχον καὶ αἰσθητικὸν συστατικαὶ διαφοραί. Λαμβάνεται δὲ καὶ ἐξ ὕλης καὶ εἴδους, οἷον ἀνδριάς ἐστιν ἐκ χαλκοῦ πεποιημένος, ἀνδρὸς εἶδος σημαίνων: ὁ μὲν οὖν χαλκὸς ὕλη ἐστί, τὸ δὲ τοῦ ἀνδρὸς εἶδος εἶδος. Ἀναλογεῖ δὲ ἡ μὲν ὕλη τῷ γένει, τὸ δὲ εἶδος τῇ διαφορᾷ. Λαμβάνεται δὲ καὶ ἐξ ὑποκειμένου καὶ τέλους, οἷον ἰατρική ἐστι τέχνη περὶ ἀνθρώπεια σώματα καταγινομένη ὑγιείας περιποιητική. Ἰδοὺ ὑποκείμενά εἰσι τῇ ἰατρικῇ τὰ ἀνθρώπεια σώματα, τέλος δὲ αὐτῆς ἡ ὑγίεια. Ἡ δὲ ὑπογραφὴ ἐκ τῶν ἐπουσιωδῶν σύγκειται ἤγουν ἰδίων καὶ συμβεβηκότων, οἷον ἄνθρωπός ἐστι γελαστικόν, ὀρθοπεριπατητικόν, πλατυώνυχον: ταῦτα γὰρ ὅλα ἐπουσιώδη εἰσί. Διὸ καὶ ὑπογραφὴ λέγεται, ὡς οἷον σκιάζουσα καὶ οὐ τὴν οὐσιώδη ὕπαρξιν τοῦ ὑποκειμένου δηλοῦσα ἀλλὰ τὰ παρεπόμενα. Ὁ δὲ ὑπογραφικὸς ὁρισμὸς μικτός ἐστιν ἐξ οὐσιωδῶν καὶ ἐπουσιωδῶν, οἷον ἄνθρωπός ἐστι ζῷον λογικόν, ὀρθοπεριπατητικόν, πλατυώνυχον. Εἴρηται δὲ ὁρισμὸς ἀπὸ μεταφορᾶς τῶν τῆς γῆς ὁροθεσίων: ὥσπερ γὰρ τὸ ὁροθέσιον χωρίζει τὸ ἴδιον ἑκάστου ἀπὸ τοῦ ἀλλοτρίου, οὕτω καὶ ὁ ὁρισμὸς τὴν φύσιν ἑκάστου χωρίζει ἀπὸ τῆς τοῦ ἑτέρου φύσεως. Ὑγίεια δὲ ὁρισμοῦ ἐστι τὸ μὴ ἐλλείπειν μήτε πλεονάζειν ταῖς λέξεσι, κακία δὲ τό τε ἐλλείπειν καὶ τὸ πλεονάζειν ταῖς λέξεσι. Τέλειος δὲ ὁρισμός ἐστιν ὁ ἀντιστρέφων πρὸς τὸ ὁριστόν, ἀτελὴς δὲ ὁ μὴ ἀντιστρέφων. Οὔτε οὖν ὁ ἐλλείπων ταῖς λέξεσιν ἀντιστρέφει οὔτε ὁ πλεονάζων. Ὅτε μὲν γὰρ πλεονάσει ταῖς λέξεσι, λείπει τοῖς πράγμασιν: ὅτε δὲ λείψει ταῖς λέξεσι, πλεονάζει τοῖς πράγμασιν. Ὥστε λέγειν: θαυμαστὸν ἐφεῦρεν ἡ φύσις μηχάνημα, ἔνδειαν πλουτοῦσαν καὶ πλοῦτον ὑποκρινόμενον ἔνδειαν. Οἷον ὁ τέλειος ὁρισμὸς τοῦ ἀνθρώπου ‘ζῷον λογικὸν θνητόν’. Ἰδοὺ ἀντιστρέφει: πᾶν γὰρ ζῷον λογικὸν θνητὸν ἄνθρωπός ἐστι, καὶ πᾶς ἄνθρωπος ζῷόν ἐστι λογικὸν θνητόν. Ἐὰν οὖν λείψῃ μιᾷ λέξει, πλεονάζει τοῖς πράγμασιν, οἷον ζῷον λογικόν. Ἰδοὺ ἔλειψε τῇ λέξει, οὐ γὰρ εἶπον ‘θνητόν’, καὶ ἐπλεόνασε τοῖς πράγμασιν, οὐ γὰρ μόνος ἄνθρωπος ζῷον λογικὸν ἀλλὰ καὶ ἄγγελος, καὶ οὐκ ἀντιστρέφει. Ἐὰν δὲ εἴπω ‘ζῷον λογικόν, θνητόν, γραμματικόν’, πάλιν οὐκ ἀντιστρέφει: ἐπλεόνασε γὰρ τῇ λέξει διὰ τοῦ εἰπεῖν ‘γραμματικόν’, ἔλειψε δὲ τοῖς πράγμασιν. Οὐ πάντα γὰρ ἄνθρωπον ὡρίσατο, ἀλλ' ἦ μόνον τοὺς γραμματικούς. Πᾶν μὲν γὰρ ζῷον λογικόν, θνητόν, γραμματικὸν ἄνθρωπός ἐστιν, οὐ πᾶς δὲ ἄνθρωπος ζῷον λογικόν, θνητόν, γραμματικόν ἐστιν: οὐ γὰρ πᾶς ἄνθρωπος γραμματικός ἐστι. Τέλειοι οὖν ὁρισμοί εἰσιν οἱ ἀντιστρέφοντες πρὸς τὸ ὁριστόν. Ἀλλ' ἐπεὶ καὶ τὸ ἴδιον ἀντιστρέφει πρὸς τὸ οὗ ἐστιν ἴδιον_εἴ τι γὰρ ἄνθρωπος, τοῦτο γελαστικόν, καὶ εἴ τι γελαστικόν, τοῦτο ἄνθρωπος_, δεῖ ἡμᾶς προσδιορισαμένους εἰπεῖν, ὅτι τέλειοι ὁρισμοί εἰσιν οἱ ἐκ γένους καὶ συστατικῶν διαφορῶν παραλαμβανόμενοι καὶ μήτε ἐλλείποντες τῇ λέξει μήτε πλεονάζοντες καὶ ἀντιστρέφοντες πρὸς τὸ ὁριστόν. Ὡσαύτως δὲ καὶ οἱ λαμβανόμενοι ἐκ τοῦ συναμφοτέρου, τοῦ τε ὑποκειμένου καὶ τοῦ τέλους, τέλειοί εἰσι, καὶ οἱ ἐκ τοῦ συναμφοτέρου, τῆς τε ὕλης καὶ τοῦ εἴδους, ἔστι δὲ ὅτε καὶ οἱ ἐκ μόνου τοῦ ὑποκειμένου, ὅταν τὸ ὑποκείμενον ἐκεῖνο οὐχ ὑπόκειται ἑτέρᾳ τέχνῃ ὡς ἡ ὕελος τῇ ὑελοψικῇ, καὶ ἐκ τοῦ τέλους μόνου, ὅταν τὸ τέλος ἐκεῖνο οὐ δύναται τέλος εἶναι ἑτέρας τέχνης ὡς ἐπὶ τῆς ναυπηγικῆς. Ὥστε ἐκ πάντων τούτων δεῖ γνῶναι, ὅτι τελειότης ἐστὶν ὅρου τὸ ἀντιστρέφειν. Διαφέρει δὲ ὁρισμὸς ὅρου τῷ καθολικωτέρῳ καὶ μερικωτέρῳ: ὁ γὰρ ὅρος καθολικώτερός ἐστι τοῦ ὁρισμοῦ. Ὁ μὲν γὰρ ὅρος δηλοῖ τὸ ὁροθέσιον, δηλοῖ δὲ καὶ τὴν ἀπόφασιν, ὥς φαμεν ‘ὥρισεν ὁ βασιλεύς’, δηλοῖ καί, εἰς ὃν ἀναλύεται ἡ πρότασις, ὡς ἐν τοῖς ἑξῆς σὺν θεῷ μαθησόμεθα, δηλοῖ δὲ καὶ τὸν ὁρισμόν. Ὁ δὲ ὁρισμὸς μόνον δηλοῖ τὸν λόγον τὸν σύντομον, τὸν δηλωτικὸν τῆς φύσεως τοῦ ὑποκειμένου πράγματος. Δεῖ δὲ γινώσκειν, ὅτι ἐπὶ τῆς οὐσίας μόνης λαμβάνεται ὁρισμὸς καὶ τῶν εἰδῶν αὐτῆς. Οὔτε δὲ ἀτόμου οὔτε συμβεβηκότων δυνάμεθα ποιήσασθαι ὁρισμὸν ἀλλ' ὑπογραφήν, διὰ τὸ τὸν ὁρισμὸν ἐκ γένους καὶ συστατικῶν διαφορῶν συγκεῖσθαι, τὴν δὲ ὑπογραφὴν ἐξ ἐπουσιωδῶν.