{Πίναξ σὺν θεῷ τῶν φιλοσόφων κεφαλαίων τοῦ Δαμασκηνοῦ} « Προοίμιον_Ἐπιστολή » αʹ Περὶ γνώσεως

 {« Προοίμιον_Ἐπιστολή » Τῷ ὁσιωτάτῳ καὶ θεοτιμήτῳ Κοσμᾷ, ἁγιωτάτῳ ἐπισκόπῳ τοῦ Μαιουμᾶ, Ἰωάννης μοναχός} Τὸ μὲν στενὸν τῆς διανοίας καὶ τὸ ἄπορον τῆς

 {Περὶ γνώσεως.} Οὐδὲν τῆς γνώσεώς ἐστι τιμιώτερον: εἰ γὰρ ἡ γνῶσις φῶς ἐστι ψυχῆς λογικῆς, τοὔμπαλιν ἡ ἄγνοια σκότος. Ὡς γὰρ ἡ τοῦ φωτὸς στέρησις σκότ

 {Τίς ὁ σκοπός.} Ἐπειδὴ πᾶς ἀσκόπως ἐναρχόμενος πράγματος ὡς ἐν σκότει διαπορεύεται_ὁ γὰρ ἀσκόπως κοπιῶν καθολικῶς πτωχεύει_, φέρε τὸν προκείμενον τοῦ

 {Περὶ φιλοσοφίας.} αʹ Φιλοσοφία ἐστὶ γνῶσις τῶν ὄντων, ᾗ ὄντα ἐστί, τουτέστι γνῶσις τῆς τῶν ὄντων φύσεως. Καὶ πάλιν: βʹ Φιλοσοφία ἐστὶ γνῶσις θείων τε

 {Περὶ τοῦ ὄντος οὐσίας τε καὶ συμβεβηκότος.} Τὸ ὂν κοινὸν ὄνομά ἐστι πάντων τῶν ὄντων. Τοῦτο διαιρεῖται εἰς οὐσίαν καὶ συμβεβηκός. Οὐσία μὲν οὖν ἐστι

 See alternate

 {Περὶ φωνῆς.} Ἐπειδὴ σκοπὸς ἡμῖν ἐστι διαλαβεῖν περὶ πάσης ἁπλῶς φιλοσόφου φωνῆς, δεῖ δὲ ἡμᾶς πρότερον γνῶναι, περὶ ποίας φωνῆς ἡ φιλοσοφία καταγίνετα

 {Περὶ διαιρέσεως.} Διαίρεσίς ἐστιν ἡ πρώτη τομὴ τοῦ πράγματος, οἷον τὸ ζῷον διαιρεῖται εἰς λογικὸν καὶ ἄλογον. Ἐπιδιαίρεσις δέ ἐστιν ἡ δευτέρα τομὴ το

 See alternate

 {Περὶ τοῦ φύσει προτέρου.} Φύσει οὖν πρότερόν ἐστι τὸ συνεισφερόμενον καὶ μὴ συνεισφέρον καὶ συναναιροῦν καὶ μὴ συναναιρούμενον, οἷον τὸ ζῷον φύσει πρ

 {Περὶ ὁρισμοῦ.} Ὁρισμός ἐστι λόγος σύντομος δηλωτικὸς τῆς φύσεως τοῦ ὑποκειμένου πράγματος τουτέστιν ὁ λόγος ὁ δι' ὀλίγου σημαίνων τὴν φύσιν τοῦ ὑποκε

 {Περὶ γένους.} Ἰστέον, ὡς ἐπὶ τῶν ὁμωνύμων τρία δεῖ ζητεῖν. Ἐάν ἐστι τῶν ὁμωνύμων, καὶ πόσα σημαίνει καὶ περὶ ποίου αὐτῶν ἐστιν ὁ λόγος. Δεῖ οὖν πρότε

 {Περὶ εἴδους.} Καὶ τὸ εἶδος δὲ τῶν ὁμωνύμων ἐστίν, δισσῶς λεγόμενον: λέγεται γὰρ εἶδος καὶ ἡ ἑκάστου μορφή, καθ' ὃ εἴρηται: «Πρῶτον μὲν εἶδος ἄξιον τυ

 See alternate

 {Περὶ ἀτόμου.} Τὸ ἄτομον τετραχῶς λέγεται. Ἄτομον γάρ ἐστι τὸ μὴ τεμνόμενον μηδὲ μεριζόμενον, ὡς ἡ στιγμὴ καὶ τὸ νῦν καὶ ἡ μονάς, ἅτινα καὶ ἄποσα λέγο

 {Περὶ διαφορᾶς.} Διαφορὰ καὶ ποιότης καὶ ἰδίωμα κατὰ μὲν τὸ ὑποκείμενον ἕν εἰσιν, κατὰ δὲ τὴν ἐνέργειαν ἕτερον καὶ ἕτερον: ἡ γὰρ λογικότης λέγεται καὶ

 {Περὶ συμβεβηκότος.} Συμβεβηκός ἐστιν, ὃ γίνεται καὶ ἀπογίνεται χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς. Καὶ πάλιν, ὃ ἐνδέχεται τῷ αὐτῷ καὶ εἶναι καὶ μὴ εἶνα

 {Περὶ ἰδίου.} Τὸ ἴδιον τετραχῶς λέγεται. Πρῶτον, ὃ μόνῳ μὲν ὑπάρχει τῷ εἴδει, οὐ παντὶ δέ, ὥσπερ τὸ γεωμετρεῖν τῷ ἀνθρώπῳ: μόνος γὰρ ὁ ἄνθρωπος γεωμέτ

 {Περὶ τῶν κατηγορουμένων.} Πᾶσα κατηγορία ἢ ἐπὶ πλέον γίνεται ἢ ἐπίσης, ἐπ' ἔλαττον δὲ οὐδέποτε. Καὶ ἐπὶ πλέον μέν, ὅτε τὰ καθολικώτερα κατηγοροῦνται

 {Περὶ συνωνύμου καὶ ὁμωνύμου κατηγορίας.} Συνώνυμος μὲν κατηγορία ἐστίν, ὅτε καὶ τὸ ὄνομα καὶ τὸν ὅρον αὐτοῦ τοῦ ὀνόματος δέχεται τὸ ὑποκείμενον, οἷον

 {Περὶ ὑποκειμένου.} Τὸ ὑποκείμενον δισσῶς λέγεται, τὸ μὲν πρὸς ὕπαρξιν, τὸ δὲ πρὸς κατηγορίαν. Καὶ πρὸς ὕπαρξιν μέν, ὥσπερ ὑπόκειται ἡ οὐσία τοῖς συμβ

 {Περὶ τῆς ἐν τῷ τί ἐστι καὶ τῆς ἐν τῷ ποῖόν τί ἐστι κατηγορίας.} Ἐν τῷ τί μέν ἐστι κατηγορία ἐστὶν ἡ τῶν γενῶν κατὰ τῶν εἰδῶν αὐτῶν κατηγορία τουτέστι

 {Κοινωνίαι καὶ διαφοραὶ τῶν εʹ φωνῶν.} Δεῖ γινώσκειν, ὅτι κοινωνοῦσιν αἱ πέντε αὗται φωναὶ ἀλλήλαις κατὰ τὸ πάσας κατὰ πλειόνων κατηγορεῖσθαι. Διαφέρο

 {Κοινωνία καὶ διαφορὰ γένους καὶ διαφορᾶς.} Κοινὰ δὲ γένους καὶ διαφορᾶς τὸ περιεκτικὰ εἶναι τῶν εἰδῶν ἀμφότερα καὶ τὸ συνωνύμως κατηγορεῖσθαι τῶν εἰδ

 {Κοινωνία καὶ διαφορὰ γένους καὶ εἴδους.} Κοινὰ γένους καὶ εἴδους: τὸ κατὰ πλειόνων ἐν τῷ τί ἐστι κατηγορεῖσθαι: τὸ φύσει πρότερα εἶναι τῶν ὑπ' αὐτά:

 {Κοινωνία καὶ διαφορὰ γένους καὶ ἰδίου.} Κοινὰ γένους καὶ ἰδίου: ὅτι ἀμφότερα τοῖς εἴδεσιν ἕπονται ἤγουν κατηγοροῦνται: ὅτι ἐπίσης κατηγοροῦνται, ὧν κ

 {Κοινωνία καὶ διαφορὰ γένους καὶ συμβεβηκότος.} Κοινὸν γένους καὶ συμβεβηκότος τὸ κατὰ πλειόνων κατηγορεῖσθαι. Ἴδια δὲ γένους καὶ συμβεβηκότος: ὅτι τὸ

 {Κοινωνία καὶ διαφορὰ διαφορᾶς καὶ εἴδους.} Κοινὰ διαφορᾶς καὶ εἴδους: ὅτι ἐπίσης μετέχονται: ὅτι ἀεὶ πάρεισιν, οἷς μετέχονται. Ἴδια διαφορᾶς καὶ εἴδο

 {Κοινωνία καὶ διαφορὰ διαφορᾶς καὶ ἰδίου.} Κοινὰ διαφορᾶς καὶ ἰδίου: τὸ ἐπίσης κατηγορεῖσθαι πᾶσι τοῖς μετέχουσι: τὸ ἀεὶ καὶ παντὶ τῷ εἴδει παρεῖναι.

 {Κοινωνία καὶ διαφορὰ διαφορᾶς καὶ συμβεβηκότος.} Κοινὰ διαφορᾶς καὶ συμβεβηκότος, ὅτι ἀμφότερα κατὰ πλειόνων ἐν τῷ ποῖόν τί ἐστι κατηγοροῦνται καὶ ὅτ

 {Κοινωνία καὶ διαφορὰ εἴδους καὶ ἰδίου.} Κοινὰ εἴδους καὶ ἰδίου: ὅτι ἀλλήλων ἀντικατηγοροῦνται ἤγουν ἀντιστρέφουσιν: ὅτι ἐπίσης μετέχονται: ἐπίσης δὲ

 {Κοινωνία καὶ διαφορὰ εἴδους καὶ συμβεβηκότος.} Κοινὰ εἴδους καὶ συμβεβηκότος τὸ κατὰ πλειόνων κατηγορεῖσθαι. Διαφορὰ εἴδους καὶ συμβεβηκότος: ὅτι τὸ

 {Κοινωνία καὶ διαφορὰ ἰδίου καὶ ἀχωρίστου συμβεβηκότος.} Κοινὰ ἰδίου καὶ συμβεβηκότος ἀχωρίστου τὸ μὴ ἄνευ αὐτῶν συστῆναι ἐκεῖνα, οἷς ὑπάρχουσι, καὶ ὅ

 {Περὶ ὑποστάσεως καὶ ἐνυποστάτου καὶ ἀνυποστάτου.} Τὸ τῆς ὑποστάσεως ὄνομα δύο σημαίνει: ἁπλῶς μὲν γὰρ λεγόμενον σημαίνει τὴν ἁπλῶς οὐσίαν, ἡ δὲ καθ'

 {Περὶ οὐσίας καὶ φύσεως καὶ μορφῆς ἀτόμου τε καὶ προσώπου καὶ ὑποστάσεως.} Οἱ μὲν ἔξω φιλόσοφοι κατὰ τὸν προλελεγμένον λόγον διαφορὰν εἶπον οὐσίας καὶ

 {Περὶ ὁμωνύμων.} Ὁμώνυμα μέν εἰσι τὰ τῷ ὀνόματι κοινωνοῦντα, τῷ δὲ ὁρισμῷ ἢ τῇ ὑπογραφῇ διαφέροντα. Οἷον τὸ κύων ὄνομα ὁμώνυμόν ἐστι, δηλοῖ δὲ τὸν χερ

 {Περὶ συνωνύμου.} Συνώνυμα δέ εἰσιν, ὅσα καὶ τῷ ὀνόματι καὶ τῷ ὁρισμῷ ἢ τῇ ὑπογραφῇ τοῦ αὐτοῦ ὀνόματος κοινωνοῦσιν, οἷον τὸ ζῷον δηλοῖ καὶ τὸν ἄνθρωπο

 {Περὶ πολυωνύμων.} Πολυώνυμα δέ εἰσιν, ὅσα τῷ μὲν ὁρισμῷ κοινωνοῦσι, τῷ δὲ ὀνόματι διαφέρουσιν, ἤγουν ὅτε τὸ αὐτὸ πρᾶγμα πολλοῖς καλεῖται ὀνόμασιν οἷο

 {Περὶ ἑτέρων καὶ ἑτερωνύμων.} Τὰ δὲ κατ' ἄμφω ἤγουν τῷ ὀνόματι καὶ τῷ ὁρισμῷ διαφέροντα ἢ ἓν ὑποκείμενον ἔχουσι καὶ λέγεται ἑτερώνυμα ὡς ἀνάβασις καὶ

 {Περὶ παρωνύμων.} Εἰσὶ δέ τινα μέσον τῶν ὁμωνύμων καὶ συνωνύμων, κοινωνοῦντα καὶ διαφέροντα τῷ τε ὀνόματι καὶ τῷ ὅρῳ, ἅτινα λέγονται παρώνυμα, ὡς ἀπὸ

 {Περὶ τῶν δέκα γενικωτάτων γενῶν.} Τῶν λεγομένων τὰ μὲν ἁπλῶς καὶ ἄνευ συμπλοκῆς λέγεται ὡς οὐσία, συμβεβηκὸς καὶ τὰ τοιαῦτα, τὰ δὲ μετὰ συμπλοκῆς, ὡς

 {Περὶ ὁμογενῶν καὶ ὁμοειδῶν ἑτερογενῶν τε καὶ ἑτεροειδῶν καὶ ἀριθμῷ διαφερόντων.} Ὁμογενῆ εἰσιν, ὅσα ὑπὸ τὴν αὐτὴν κατηγορίαν τάσσεται. Ἑτερογενῆ δέ ε

 {Περὶ τοῦ ἔν τινι.} Τὸ ἔν τινι ἑνδεκαχῶς: αʹ ὡς γένος ἐν εἴδει ὡς τὸ ζῷον ἐν τῷ ὁρισμῷ τοῦ ἀνθρώπου γένος ὂν τοῦ ἀνθρώπου: βʹ ὡς εἶδος ἐν γένει ὡς ἄνθ

 {Περὶ οὐσίας.} Οὐσία ἐστὶ πρᾶγμα αὐθύπαρκτον μὴ δεόμενον ἑτέρου πρὸς σύστασιν: καὶ πάλιν οὐσία ἐστὶ πᾶν, ὅτιπερ αὐθυπόστατόν ἐστι καὶ μὴ ἐν ἑτέρῳ ἔχει

 {Περὶ φύσεως.} Φύσις ἐστὶν ἀρχὴ τῆς ἑκάστου τῶν ὄντων κινήσεώς τε καὶ ἠρεμίας, οἷον ἡ γῆ κινεῖται μὲν κατὰ τὸ βλαστάνειν, ἠρεμεῖ δὲ κατὰ τὴν ἐκ τόπου

 {Περὶ μορφῆς.} Μορφή ἐστιν ὑπὸ τῶν οὐσιωδῶν διαφορῶν οἱονεὶ μορφωθεῖσα καὶ εἰδοποιηθεῖσα οὐσία, ἥτις σημαίνει τὸ εἰδικώτατον εἶδος: οἷον ἡ οὐσία μορφω

 {Περὶ ὑποστάσεως.} Τὸ τῆς ὑποστάσεως ὄνομα δύο σημαίνει: ποτὲ μὲν τὴν ἁπλῶς ὕπαρξιν, καθὸ σημαινόμενον ταὐτόν ἐστιν οὐσία καὶ ὑπόστασις, ὅθεν τινὲς τῶ

 {Περὶ προσώπου.} Πρόσωπόν ἐστιν, ὅπερ διὰ τῶν οἰκείων ἐνεργημάτων τε καὶ ἰδιωμάτων ἀρίδηλον καὶ περιωρισμένην τῶν ὁμοφυῶν αὐτοῦ παρέχεται ἡμῖν τὴν ἐμφ

 {Περὶ ἐνυποστάτου.} Καὶ τὸ ἐνυπόστατον δὲ ποτὲ μὲν τὴν ἁπλῶς ὕπαρξιν σημαίνει, καθ' ὃ σημαινόμενον οὐ μόνον τὴν ἁπλῶς οὐσίαν ἐνυπόστατον λέγομεν ἀλλὰ

 {Περὶ ἀνυποστάτου.} Καὶ τὸ ἀνυπόστατον δὲ δισσῶς λέγεται: ποτὲ μὲν γὰρ τὸ μηδαμῇ μηδαμῶς ὂν σημαίνει ἤγουν τὸ ἀνύπαρκτον, ποτὲ δὲ τὸ μὴ ἐν ἑαυτῷ ἔχον

 {Διαίρεσις τοῦ ὄντος καὶ τῆς οὐσίας.} Τὸ ὂν διαιρεῖται εἰς οὐσίαν καὶ συμβεβηκός, οὐχ ὡς γένος εἰς εἴδη ἀλλ' ὡς ὁμώνυμος φωνὴ ἢ ὡς τὰ ἀφ' ἑνὸς καὶ πρὸ

 {Περὶ τοῦ τί ὑπάρχει ἴδιον τῆς οὐσίας.} Τί μὲν οὖν ἐστιν οὐσία καὶ φύσις καὶ μορφή, εἴρηται καὶ τί ὑπόστασις καὶ ἄτομον καὶ πρόσωπον ἐνυπόστατόν τε κα

 {Ἔτι περὶ ὁμογενῶν καὶ ὁμοειδῶν ἑτερογενῶν τε καὶ ἑτεροειδῶν καὶ ὁμοϋποστάτων καὶ ἀριθμῷ διαφερόντων.} Ὁμογενῆ εἰσιν, ὅσα ὑπὸ τὴν αὐτὴν κατηγορίαν τάσ

 {Περὶ ποσοῦ καὶ ποσότητος.} Ποσότης ἐστὶ σωρεία μονάδων: τὴν μὲν γὰρ μονάδα οὔ φασι ποσότητα ἀλλ' ἀρχὴν ποσότητος. Μονάδος οὖν καὶ μονάδος συνερχομένω

 {Περὶ τῶν πρός τι.} Πρός τι ταῦτά εἰσιν, ὅσα αὐτά, ἅπερ ἐστίν, ἑτέρων εἶναι λέγεται ἢ ὁπωσοῦν ἄλλως πρὸς ἕτερον. Καὶ ἑτέρων μὲν εἶναι λέγεται ὡς πατὴρ

 {Περὶ ποιοῦ καὶ ποιότητος.} Ποιότης ἐστί, καθ' ἣν ποιοί τινες ὀνομάζονται. Καὶ πάλιν ποιότης ἐστί, καθ' ἣν παρωνύμως τὰ μετέχοντα αὐτῆς λέγεται: ἐκ τῆ

 {Περὶ τοῦ ποιεῖν καὶ πάσχειν.} Χρὴ γινώσκειν, ὅτι ἡ ποίησις καὶ ἡ πάθησις ἤγουν ἡ ποιητικὴ δύναμις καὶ ἡ παθητικὴ ὑπὸ τὴν ποιότητά εἰσι, τὸ δὲ ποιεῖν

 {Περὶ τοῦ κεῖσθαι.} Κεῖσθαί ἐστι τὸ ἔχον θέσιν πως πρὸς ἕτερον οἷον τὸ σῶμα τὸ κείμενόν πως πρὸς τὴν τοιαύτην θέσιν ἢ πρὸς ἀνάκλισιν ἢ καθέδραν ἢ στάσ

 {Περὶ τῆς ποῦ.} Τὸ ποῦ τόπον σημαίνει: ἐρωτώμενοι γὰρ ‘ποῦ ἐστιν ὁ δεῖνα’ φαμὲν ‘ἐν τῷ οἴκῳ, ἐν τῇ πόλει’: ταῦτα δὲ τόπον σημαίνουσιν. Εἴδη δὲ τῆς ποῦ

 {Περὶ τῆς ποτέ.} Τὸ ποτὲ χρόνον δηλοῖ: ἐρωτώμενοι γὰρ ‘πότε ἐγένετο τόδε ’ λέγομεν ‘πέρυσι, προπέρυσι’, ἅτινα χρόνον σημαίνουσιν. Εἴδη δὲ τῆς ποτὲ κατ

 {Περὶ τοῦ ἔχειν.} Τὸ ἔχειν ἐστὶν οὐσία περὶ οὐσίαν. Δηλοῖ δὲ τὸ περιέχειν ἢ περιέχεσθαι καὶ μὴ εἶναί τι μέρος τοῦ πράγματος. Καὶ περιέχει μὲν χιτών, ὅ

 {Περὶ ἀντικειμένων.} Πᾶν ἀντικείμενον ἢ ὡς πρᾶγμα ἀντίκειται ἢ ὡς λόγος. Καὶ εἰ μὲν ὡς λόγος λόγῳ, ποιεῖ κατάφασιν καὶ ἀπόφασιν. Κατάφασις μὲν οὖν ἐστ

 {Περὶ ἕξεως καὶ στερήσεως.} Ἕξις λέγεται ἡ ἐνέργεια τοῦ ἐχομένου καὶ τοῦ ἔχοντος ὡς τοῦ ὅπλου καὶ τοῦ ὡπλισμένου ἤγουν τοῦ ἐνδύοντος καὶ τοῦ ἐνδυομένο

 {Περὶ προτέρου καὶ ὑστέρου.} Τὸ δὲ πρότερον διαιρεῖται εἰς τέσσαρα σημαινόμενα. Καὶ κυριώτατόν ἐστι τὸ τῷ χρόνῳ πρότερον. Λέγεται δὲ κυρίως ἐπὶ μὲν ἐμ

 {Περὶ τοῦ ἅμα.} Ἅμα λέγεται κυρίως μέν, ὧν ἡ γένεσις ἐν τῷ αὐτῷ χρόνῳ, οἷον δύο τινὲς ἐγεννήθησαν ἐν τῇ αὐτῇ ῥοπῇ. Οὗτος ὁ τρόπος ἀντίκειται τῷ πρώτῳ

 {Περὶ κινήσεως.} Κίνησίς ἐστιν ἐντελέχεια τοῦ δυνάμει, καθὸ τοιοῦτόν ἐστιν, οἷον ὁ χαλκὸς δυνάμει ἐστὶν ἀνδριάς: δύναται γὰρ ὁ χαλκὸς ἀπολαβεῖν τὸ εἶδ

 {Περὶ τοῦ ἔχειν.} Τὸ ἔχειν κατὰ ὀκτὼ τρόπους λέγεται: _ἢ γὰρ ὡς ἕξιν ἢ διάθεσιν ἢ ἄλλην ποιότητα: λεγόμεθα γὰρ ἔχειν ἐπιστήμην καὶ ἀρετήν. _ἢ ὡς ποσόν

 {Περὶ ἀποφάνσεως ἀποφάσεώς τε καὶ καταφάσεως.} Χρὴ γινώσκειν, ὅτι ἡ κατάφασις καὶ ἡ ἀπόφασις ἀπόφανσις λέγεται. Κατάφασις μὲν οὖν ἐστιν ἡ σημαίνουσα,

 {Περὶ ὅρου καὶ προτάσεως καὶ συλλογισμοῦ.} Χρὴ γινώσκειν, ὅτι σκοπὸν ἔχει ἡ λογικὴ πραγματεία περὶ τῆς ἀποδείξεως. Ἡ δὲ ἀπόδειξις συλλογισμός ἐστιν: ὁ

 [b] Πρότασίς ἐστι λόγος ἀποφαντικός τινος ἀπό τινος, ὅπερ ἐστὶν ἀπόφασις, οἷον ‘Σωκράτης οὐ γελᾷ’, ἤ τινος κατά τινος, ὅπερ ἐστὶ κατάφασις, ὡς ‘Σωκράτ

 {Ὁρισμοὶ τῆς φιλοσοφίας εἰσὶν ἕξ.} αʹ Φιλοσοφία ἐστὶ γνῶσις τῶν ὄντων, ᾗ ὄντα ἐστίν, ἤγουν τῆς φύσεως αὐτῶν. βʹ Φιλοσοφία ἐστὶ γνῶσις θείων τε καὶ ἀνθ

 {Περὶ τῆς καθ' ὑπόστασιν ἑνώσεως.} Χρὴ γινώσκειν, ὅτι ἡ καθ' ὑπόστασιν ἕνωσις μίαν ὑπόστασιν τῶν ἑνουμένων ἀποτελεῖ σύνθετον σῴζουσα τὰς συνελθούσας π

 Provenance unknown

 « Ὅροι διάφοροι » Ἀνάγκη ἐστὶ βίας αἰτία. _Στοιχεῖόν ἐστι κοινῶς μέν, ἐξ οὗ τι γίνεται πρώτου, καὶ εἰς αὐτὸ ἐπ' ἐσχάτου ἀναλύεται: ἰδίως δὲ στοιχεῖόν

Chapter 30

In this same way the pagan philosophers stated the difference between substance, and nature, by saying that substance was being in the strict sense, whereas nature was substance which had been made specific by essential differences so as to have, in addition to being in the strict sense, being in such a way, whether rational or irrational, mortal or immortal. In other words, we may say that, according to them, nature is that unchangeable and immutable principle and cause and virtue which has been implanted by the Creator in each species for its activity—in the angels, for thinking and for communicating their thoughts to one another without the medium of speech; in men, for thinking, reasoning, and for communicating their innermost thoughts to one another through the medium of speech; in the brute beasts, for the vital, the sentient, and the respiratory operations; in the plants, for the power of assimilating nourishment, of growing, and reproducing; in the stones, the capacity for being heated or cooled and for being moved from place to place by another, that is to say, the inanimate capacity. This they called nature, or the most specific species—as, for example, angel, man, horse, dog, ox, and the like. For these are more general than the individual substances and contain them, and in each one of the individual substances contained by them they exist complete and in the same manner. And so, the more particular they called hypostasis, and the more general, which contained the hypostases, they called nature, but existence in the strict sense they called oucnoc, or substance.

The holy Fathers paid no attention to the many inane controversies, and that which is common to and affirmed of several things, that is to say, the most specific species, they called substance, and nature, and form—as, for example, angel, man, horse, dog, and the like. For, indeed 'substance' is so called from its 'being'; and 'nature', is so called from its 'being'. But είναι and πεφυκέναι both mean the same thing. Form, also, and species mean the same thing as nature. However, the particular they called individual, and person, and hypostasis or individual substance—as, for example, would be Peter and Paul. Now, the hypostasis must have substance together with accidents, and it must subsist in itself and be found to be sensibly, that is, actually, existent. It is furthermore impossible for two hypostases not to differ from each other in their accidents and still to differ from each other numerically. And one should know that the characteristic properties are the accidents which distinguish the hypostasis.

{Περὶ οὐσίας καὶ φύσεως καὶ μορφῆς ἀτόμου τε καὶ προσώπου καὶ ὑποστάσεως.} Οἱ μὲν ἔξω φιλόσοφοι κατὰ τὸν προλελεγμένον λόγον διαφορὰν εἶπον οὐσίας καὶ φύσεως, οὐσίαν μὲν εἰπόντες τὸ ἁπλῶς εἶναι, φύσιν δὲ οὐσίαν εἰδοποιηθεῖσαν ὑπὸ τῶν οὐσιωδῶν διαφορῶν καὶ μετὰ τοῦ ἁπλῶς εἶναι καὶ τὸ τοιῶσδε εἶναι ἔχουσαν, εἴτε λογικὴν εἴτε ἄλογον, εἴτε θνητὴν εἴτε ἀθάνατον, ἤγουν αὐτήν, ὥς φαμεν, τὴν ἀμετάβλητον καὶ ἀμετάθετον ἀρχὴν καὶ αἰτίαν καὶ δύναμιν τὴν παρὰ τοῦ δημιουργοῦ ἐντεθεῖσαν ἑκάστῳ εἴδει πρὸς κίνησιν, τοῖς μὲν ἀγγέλοις πρὸς τὸ νοεῖν καὶ ἐκτὸς προφορικοῦ λόγου μεταδιδόναι ἀλλήλοις τὰ νοήματα, τοῖς δὲ ἀνθρώποις πρὸς τὸ νοεῖν καὶ λογίζεσθαι καὶ διὰ προφορικοῦ λόγου διαδιδόναι ἀλλήλοις τὰ ἐν καρδίᾳ νοήματα, τοῖς δὲ ἀλόγοις τὴν ζωτικὴν καὶ αἰσθητικὴν καὶ ἀναπνευστικὴν κίνησιν, τοῖς δὲ φυτοῖς τὴν θρεπτικὴν καὶ αὐξητικὴν καὶ γεννητικὴν δύναμιν, τοῖς δὲ λίθοις τὴν τοῦ θερμαίνεσθαι καὶ τοῦ ψύχεσθαι καὶ τὴν ἀπὸ τόπου εἰς τόπον ἑτεροκίνητον μετάβασιν ἤγουν τὴν ἄψυχον. Ταύτην ἐκάλεσαν φύσιν ἤγουν τὰ εἰδικώτατα εἴδη, οἷον ἄγγελον, ἄνθρωπον, ἵππον καὶ τὰ τοιαῦτα, ὡς καθολικώτερα καὶ περιεκτικὰ τῶν ὑποστάσεων καὶ ἐν ἑκάστῃ τῶν ὑπ' αὐτῶν περιεχομένων ὑποστάσεων ὁμοίως καὶ ἀπαραλείπτως ὑπάρχοντα. Ὥστε τὸ μὲν μερικώτερον ἐκάλεσαν ὑπόστασιν, τὸ δὲ καθολικώτερον καὶ περιέχον τὰς ὑποστάσεις ἐκάλεσαν φύσιν, τὴν δὲ ἁπλῶς ὕπαρξιν ἐκάλεσαν οὐσίαν. Οἱ δὲ ἅγιοι πατέρες παρεάσαντες τὰς πολλὰς ἐρεσχελίας τὸ μὲν κοινὸν καὶ κατὰ πολλῶν λεγόμενον ἤγουν τὸ εἰδικώτατον εἶδος οὐσίαν καὶ φύσιν καὶ μορφὴν ἐκάλεσαν, οἷον ἄγγελον, ἄνθρωπον, ἵππον, κύνα καὶ τὰ τοιαῦτα: καὶ γὰρ καὶ ἡ οὐσία παρὰ τὸ εἶναι λέγεται, καὶ ἡ φύσις παρὰ τὸ πεφυκέναι, τὸ δὲ εἶναι καὶ πεφυκέναι ταὐτόν ἐστι: καὶ ἡ μορφὴ δὲ καὶ τὸ εἶδος τὸ αὐτὸ σημαίνει τῇ φύσει. Τὸ δὲ μερικὸν ἐκάλεσαν ἄτομον καὶ πρόσωπον καὶ ὑπόστασιν οἷον Πέτρος, Παῦλος. Ἡ δὲ ὑπόστασις θέλει ἔχειν οὐσίαν μετὰ συμβεβηκότων καὶ καθ' ἑαυτὴν ὑφίστασθαι καὶ αἰσθήσει ἤγουν ἐνεργείᾳ θεωρεῖσθαι. Ἀδύνατον δὲ δύο ὑποστάσεις μὴ διαφέρειν ἀλλήλων τοῖς συμβεβηκόσι καὶ ἀριθμῷ διαφέρειν ἀλλήλων. Χρὴ δὲ γινώσκειν, ὅτι τὰ χαρακτηριστικὰ ἰδιώματα τὰ συμβεβηκότα εἰσὶ τὰ χαρακτηρίζοντα τὴν ὑπόστασιν.