De pascha (P. Beatty P. Bodmer 13 P. Oxy. 13.1600)

 ἀλλ' ὅλην Αἴγυπτον περιεσχισμένην, πενθοῦσαν ἐπὶ τοῖς πρωτοτόκοις αὐτῆς. Ὅλη γὰρ Αἴγυπτος, γενηθεῖσα ἐν πόνοις καὶ πληγαῖς, ἐν δάκρυσιν καὶ κοπετοῖς,

 προβάτου σφαγῇ, τὸν τοῦ κυρίου τύπον ἐν τῷ τοῦ προβάτου θανάτῳ. ∆ιὰ τοῦτο οὐκ ἐπάταξας τὸν Ἰσραήλ, ἀλλὰ μόνην Αἴγυπτον ἠτέκνωσας.

 ὑψηλὰ τῶν οὐρανῶν. «Ὁ θεὸς ἐν ἀρχῇ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν» καὶ πάντα τὰ ἐν αὐτοῖς διὰ τοῦ λόγου ἀνεπλάσσατο ἀπὸ τῆς γῆς τὸν ἄνθρωπον καὶ εἴδε

 ἀληθὲς διὰ τῆς ἐκβάσεως. Τοιγαροῦν εἰ βούλει τὸ τοῦ κυρίου μυστήριον ἰδέσθαι, ἀπόβλεψον δὴ εἰς τὸν Ἀβὲλ τὸν ὁμοίως φονευόμενον, εἰς τὸν Ἰσὰκ τὸν ὁμοίω

 Ἰσραήλ; Ἢ οὐ γέγραπταί σοι· «Οὐκ ἐκχεεῖς αἷμα ἀθῷον, ἵνα μὴ ἀποθάνῃς κακῶς»; Ἐγὼ μέν, φησὶν Ἰσραήλ, ἀπέκτεινα τὸν κύριον. ∆ιὰ τί; Ὅτι ἔδει αὐτὸν παθεῖ

 τὴν ἡμερινὴν νεφέλην καὶ τὴν δι' Ἐρυθρᾶς διάβασιν; Πόσου ἀνετιμήσω τὴν ἐξ οὐρανοῦ μαννοδοσίαν καὶ τὴν ἐκ πέτρας ὑδροπαροχίαν καὶ ἐν Χωρὴβ νομοθεσίαν κ

 Ἐγὼ τὸν κατάδικον ἀπέλυσα. Ἐγὼ τὸν νεκρὸν ἐζωοποίησα. Ἐγὼ τὸν τεθαμμένον ἀνίστημι. Τίς ὁ ἀντιλέγων μοι; Ἐγώ, φησίν, ὁ Χριστός, ἐγὼ ὁ καταλύσας τὸν θάν

Ἐγὼ τὸν κατάδικον ἀπέλυσα. Ἐγὼ τὸν νεκρὸν ἐζωοποίησα. Ἐγὼ τὸν τεθαμμένον ἀνίστημι. Τίς ὁ ἀντιλέγων μοι; Ἐγώ, φησίν, ὁ Χριστός, ἐγὼ ὁ καταλύσας τὸν θάνατον καὶ θριαμβεύσας τὸν ἐχθρὸν καὶ καταπατήσας τὸν ᾅδην καὶ δήσας τὸν ἰσχυρὸν καὶ ἀφαρπάσας τὸν ἄνθρωπον εἰς τὰ ὑψηλὰ τῶν οὐρανῶν, ἐγώ, φησίν, ὁ Χριστός.» «Τοίνυν δεῦτε πᾶσαι αἱ πατριαὶ τῶν ἀνθρώπων αἱ ἐν ἁμαρτίαις πεφυραμέναι, καὶ λάβετε ἄφεσιν ἁμαρτημάτων. Ἐγὼ γάρ εἰμι ὑμῶν ἡ ἄφεσις, ἐγὼ τὸ πάσχα τῆς σωτηρίας, ἐγὼ ὁ ἀμνὸς ὁ ὑπὲρ ὑμῶν σφαγείς, ἐγὼ τὸ λύτρον ὑμῶν, ἐγὼ ἡ ζωὴ ὑμῶν, ἐγὼ ἡ ἀνάστασις ὑμῶν, ἐγὼ τὸ φῶς ὑμῶν, ἐγὼ ἡ σωτηρία ὑμῶν, ἐγὼ ὁ βασιλεὺς ὑμῶν. Ἐγὼ ὑμᾶς ἀνάγω εἰς τὰ ὑψηλὰ τῶν οὐρανῶν. Ἐγὼ ὑμῖν δείξω τὸν ἀπ' αἰώνων πατέρα. Ἐγὼ ὑμᾶς ἀναστήσω διὰ τῆς ἐμῆς δεξιᾶς.» Οὗτός ἐστιν ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ πλάσας ἐν ἀρχῇ τὸν ἄνθρωπον, ὁ διὰ νόμου καὶ προφητῶν κηρυσσόμενος, ὁ ἐν παρθένῳ σαρκωθείς, ὁ ἐπὶ ξύλῳ κρεμασθείς, ὁ εἰς γῆν ταφείς, ὁ ἐκ νεκρῶν ἀνασταθείς, καὶ ἀνελθὼν εἰς τὰ ὑψηλὰ τῶν οὐρανῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ πατρός, ὁ ἔχων ἐξουσίαν πάντα κρῖναι καὶ σῴζειν δι' οὗ ἐποίησεν ὁ πατὴρ τὰ ἀπ' ἀρχῆς μέχρι αἰώνων. Οὗτός ἐστιν «τὸ ˉˉΑ καὶ τὸ ˉˉΩ». Οὗτός ἐστιν «ἀρχὴ καὶ τέλος», ἀρχὴ ἀνεκδιήγητος καὶ τέλος ἀκατάλημπτον. «Οὗτός ἐστιν ὁ Χριστός.» Οὗτός ἐστιν ὁ βασιλεύς. Οὗτός ἐστιν Ἰησοῦς, οὗτος ὁ στρατηγός, οὗτος ὁ κύριος, οὗτος ὁ ἀναστὰς ἐκ νεκρῶν, οὗτος ὁ καθήμενος ἐν δεξιᾷ τοῦ πατρός. Φορεῖ τὸν πατέρα καὶ ὑπὸ τοῦ πατρὸς φορεῖται, «ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν». Μελίτωνος Περὶ Πάσχα Εἰρήνη τῷ γράψαντι καὶ τῷ ἀναγινώσκοντι καὶ τοῖς ἀ-γαπῶσι τὸν κύριον ἐν ἀφελότητι καρδίας. {}Ὑμνήσατε τὸν πατέρα οἱ ἅγιοι, ᾄσατε τῇ μητρὶ παρθένοι. {}Ὑμνοῦμεν, ὑπερυψοῦμεν, ἅγιοι. {}Ὑψώθητε, νύμφαι καὶ νυμφίοι, ὅτι ηὕρατε τὸν νυμφίον ὑμῶν Χριστόν. Εἰς οἶνον πίετε, νύμφαι καὶ νυμφίοι, ...