De pascha (P. Beatty P. Bodmer 13 P. Oxy. 13.1600)

 ἀλλ' ὅλην Αἴγυπτον περιεσχισμένην, πενθοῦσαν ἐπὶ τοῖς πρωτοτόκοις αὐτῆς. Ὅλη γὰρ Αἴγυπτος, γενηθεῖσα ἐν πόνοις καὶ πληγαῖς, ἐν δάκρυσιν καὶ κοπετοῖς,

 προβάτου σφαγῇ, τὸν τοῦ κυρίου τύπον ἐν τῷ τοῦ προβάτου θανάτῳ. ∆ιὰ τοῦτο οὐκ ἐπάταξας τὸν Ἰσραήλ, ἀλλὰ μόνην Αἴγυπτον ἠτέκνωσας.

 ὑψηλὰ τῶν οὐρανῶν. «Ὁ θεὸς ἐν ἀρχῇ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν» καὶ πάντα τὰ ἐν αὐτοῖς διὰ τοῦ λόγου ἀνεπλάσσατο ἀπὸ τῆς γῆς τὸν ἄνθρωπον καὶ εἴδε

 ἀληθὲς διὰ τῆς ἐκβάσεως. Τοιγαροῦν εἰ βούλει τὸ τοῦ κυρίου μυστήριον ἰδέσθαι, ἀπόβλεψον δὴ εἰς τὸν Ἀβὲλ τὸν ὁμοίως φονευόμενον, εἰς τὸν Ἰσὰκ τὸν ὁμοίω

 Ἰσραήλ; Ἢ οὐ γέγραπταί σοι· «Οὐκ ἐκχεεῖς αἷμα ἀθῷον, ἵνα μὴ ἀποθάνῃς κακῶς»; Ἐγὼ μέν, φησὶν Ἰσραήλ, ἀπέκτεινα τὸν κύριον. ∆ιὰ τί; Ὅτι ἔδει αὐτὸν παθεῖ

 τὴν ἡμερινὴν νεφέλην καὶ τὴν δι' Ἐρυθρᾶς διάβασιν; Πόσου ἀνετιμήσω τὴν ἐξ οὐρανοῦ μαννοδοσίαν καὶ τὴν ἐκ πέτρας ὑδροπαροχίαν καὶ ἐν Χωρὴβ νομοθεσίαν κ

 Ἐγὼ τὸν κατάδικον ἀπέλυσα. Ἐγὼ τὸν νεκρὸν ἐζωοποίησα. Ἐγὼ τὸν τεθαμμένον ἀνίστημι. Τίς ὁ ἀντιλέγων μοι; Ἐγώ, φησίν, ὁ Χριστός, ἐγὼ ὁ καταλύσας τὸν θάν

ὑψηλὰ τῶν οὐρανῶν. «Ὁ θεὸς ἐν ἀρχῇ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν» καὶ πάντα τὰ ἐν αὐτοῖς διὰ τοῦ λόγου ἀνεπλάσσατο ἀπὸ τῆς γῆς τὸν ἄνθρωπον καὶ εἴδει ἀναπνοὴν μετέδωκεν. Τοῦτον δὲ ἔθετο εἰς τὸν παράδεισον κατὰ ἀνατολῆς ἐν Ἔδεμ ἐκεῖ τρυφᾶν. Τάδε αὐτῷ νομοθετήσας διὰ τῆς ἐντολῆς· «Ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φάγετε, ἀπὸ δὲ τοῦ ξύλου γινώσκειν καλὸν καὶ πονηρὸν οὐ φάγεσθε, ᾗ δ' ἂν ἡμέρᾳ φάγητε, θανάτῳ ἀποθανεῖσθε.» Ὁ δὲ ἄνθρωπος φύσει δεκτικὸς ὢν ἀγαθοῦ καὶ πονηροῦ, ὡσεὶ βῶλος γῆς ἑκατέρωθεν σπερμάτων, ἐδέξατο τὸν ἐχθρὸν καὶ λίχνον σύμβουλον, καὶ προσαψάμενος τοῦ ξύλου παρέβη τὴν ἐντολὴν καὶ παρήκουσεν τοῦ θεοῦ. Ἐξεβλήθη οὖν εἰς τοῦτον τὸν κόσμον ὡς εἰς δεσμωτήριον καταδίκων. Τούτου δὲ πολυχόου καὶ πολυχρονίου γενομένου, διὰ τῆς τοῦ ξύλου γεύσεως καὶ εἰς γῆν χωρήσαντος, κατελείφθη ὑπ' αὐτοῦ κληρονομία τοῖς τέκνοις αὐτοῦ. Κατέλιπεν γὰρ τοῖς τέκνοις κληρονομίαν οὐχ ἁγνείαν ἀλλὰ πορνείαν, οὐκ ἀφθαρσίαν ἀλλὰ φθοράν, οὐ τιμὴν ἀλλὰ ἀτιμίαν, οὐκ ἐλευθερίαν ἀλλὰ δουλείαν, οὐ βασιλείαν ἀλλὰ τυραννίδα, οὐ ζωὴν ἀλλὰ θάνατον, οὐ σωτηρίαν ἀλλὰ ἀπώλειαν. Καινὴ δὲ καὶ φοβερὰ ἡ τῶν ἀνθρώπων ἐπὶ τῆς γῆς ἐγίνετο ἀπώλεια. Τάδε γὰρ συνέβαινεν αὐτοῖς· ἀνηρπάζοντο ὑπὸ τῆς τυραννικῆς ἁμαρτίας καὶ ἤγοντο εἰς τοὺς χώρους τῶν ἐπιθυμιῶν ἐν οἷς περιηντλοῦντο ὑπὸ τῶν ἀκορέστων ἡδονῶν ὑπὸ μοιχείας, ὑπὸ πορνείας, ὑπὸ ἀσελγείας, ὑπὸ ἐπιθυμίας, ὑπὸ φιλαργυρίας, ὑπὸ φόνων, ὑπὸ αἱμάτων, ὑπὸ τυραννίδος πονηρίας, ὑπὸ τυραννίδος παρανόμου. Καὶ γὰρ πατὴρ ἐπὶ υἱὸν ξίφος ἐπηνέγκατο, καὶ υἱὸς πατρὶ χεῖρας προσήνεγκεν, καὶ μαστοὺς τιθηνοὺς ἀσεβὴς ἐτύπτησεν, καὶ ἀδελφὸς ἀδελφὸν ἀπέκτεινεν, καὶ ξένος ξένον ἠδίκησεν, καὶ φίλος φίλον ἐφόνευσεν, καὶ ἄνθρωπος ἄνθρωπον ἀπέσφαξεν τυραννικῇ δεξιᾷ. Πάντες οὖν οἱ μὲν ἀνθρωποκτόνοι, οἱ δὲ ἀδελφοκτόνοι, οἱ δὲ πατροκτόνοι, οἱ δὲ τεκνοκτόνοι ἐπὶ τῆς γῆς ἐγενήθησαν. Τὸ δὲ φοβερώτερον καὶ καινότερον ηὑρίσκετο. Μήτηρ τις ἥπτετο σαρκῶν ὧν ἐγέννησεν, προσήπτετο ὧν ἐξέθρεψεν μαστοῖς, καὶ τὸν καρπὸν τῆς κοιλίας εἰς κοιλίαν κατώρυσσεν, καὶ φοβερὸς τάφος ἐγένετο ἡ δυστυχὴς μήτηρ, ὃ ἐκύησεν καταπιοῦσα τέκνον. Οὐκέτι προσλαλῶ. Πολλὰ δὲ καὶ ἕτερα ξένα καὶ φοβερώτερα καὶ ἀσελγέστερα ἐν τοῖς ἀνθρώποις ηὑρίσκετο. Πατὴρ ἐπὶ παιδὸς κοιτὴν, καὶ υἱὸς ἐπὶ μητρὸς, καὶ ἀδελφὸς ἐπὶ ἀδελφῆς, καὶ ἄρρην ἐπὶ ἄρρενος, καὶ «ἑκάτερος ἐπὶ τὴν γυναῖκα τοῦ πλησίον ἐχρεμέτιζον».

Ἐπὶ δὲ τούτοις ἡ ἁμαρτία ηὐφραίνετο. Ἡ τοῦ θανάτου συνεργὸς ὑπάρχουσα προωδοιπόρει εἰς τὰς τῶν ἀνθρώπων ψυχὰς καὶ ἡτοίμαζεν αὐτῷ τροφὰς τὰ τῶν νεκρῶν σώματα. Εἰς πᾶσαν δὲ ψυχὴν ἐτίθει ἡ ἁμαρτία ἴχνος, καὶ εἰς οὓς ἂν ἔθηκεν, τούτους ἔδει τελευτᾶν. Πᾶσα οὖν σὰρξ ὑπὸ ἁμαρτίαν ἔπιπτεν καὶ πᾶν σῶμα ὑπὸ θάνατον, καὶ πᾶσα ψυχὴ ἐκ τοῦ σαρκίνου οἴκου ἐξηλαύνετο, καὶ τὸ λημφθὲν ἐκ γῆς εἰς γῆν ἀνελύετο, καὶ τὸ δωρηθὲν ἐκ θεοῦ εἰς τὸν ᾅδην κατεκλείετο, καὶ λύσις ἐγίνετο τῆς καλῆς ἁρμογῆς, καὶ διεχωρίζετο τὸ καλὸν σῶμα. Ἦν γὰρ ὁ ἄνθρωπος ὑπὸ τοῦ θανάτου μεριζόμενος. Καινὴ γὰρ συμφορὰ καὶ ἅλωσις περιεῖχεν αὐτόν. Εἵλκετο αἰχμάλωτος ὑπὸ τὰς τοῦ θανάτου σκιάς, ἔκειτο δὲ ἔρημος ἡ τοῦ πατρὸς εἰκών. ∆ιὰ ταύτην γοῦν τὴν αἰτίαν τὸ τοῦ πάσχα μυστήριον τετέλεσται ἐν τῷ τοῦ κυρίου σώματι. Πρότερον δὲ ὁ κύριος προῳκονόμησεν τὰ ἑαυτοῦ πάθη ἐν πατριάρχαις καὶ ἐν προφήταις καὶ ἐν παντὶ τῷ λαῷ, διά τε νόμου καὶ προφητῶν ἐπισφραγισάμενος. Τὸ γὰρ μέλλον καινῶς καὶ μεγάλως ἔσεσθαι, τοῦτο ἐκ μακροῦ προοικονομεῖται, ἵν' ὁπόταν γένηται, πίστεως τύχῃ, ἐκ μακροῦ προτυπωθέν. Οὕτω δὴ καὶ τὸ τοῦ κυρίου μυστήριον, ἐκ μακροῦ προτυπωθέν, ὁραθὲν δὲ σήμερον, πίστεως τυγχάνει τετελεσμένον, καίτοι ὡς καινὸν τοῖς ἀνθρώποις νομιζόμενον. Ἔστιν γὰρ πάλαιον καὶ καινὸν τὸ τοῦ κυρίου μυστήριον, πάλαιον μὲν κατὰ τὸν τυπόν, καινὸν δὲ κατὰ τὴν χάριν. Ἀλλ' ἐὰν ἀποβλέψῃς εἰς τὸν τύπον τοῦτον, ὄψῃ τὸ