De pascha (P. Beatty P. Bodmer 13 P. Oxy. 13.1600)

 ἀλλ' ὅλην Αἴγυπτον περιεσχισμένην, πενθοῦσαν ἐπὶ τοῖς πρωτοτόκοις αὐτῆς. Ὅλη γὰρ Αἴγυπτος, γενηθεῖσα ἐν πόνοις καὶ πληγαῖς, ἐν δάκρυσιν καὶ κοπετοῖς,

 προβάτου σφαγῇ, τὸν τοῦ κυρίου τύπον ἐν τῷ τοῦ προβάτου θανάτῳ. ∆ιὰ τοῦτο οὐκ ἐπάταξας τὸν Ἰσραήλ, ἀλλὰ μόνην Αἴγυπτον ἠτέκνωσας.

 ὑψηλὰ τῶν οὐρανῶν. «Ὁ θεὸς ἐν ἀρχῇ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν» καὶ πάντα τὰ ἐν αὐτοῖς διὰ τοῦ λόγου ἀνεπλάσσατο ἀπὸ τῆς γῆς τὸν ἄνθρωπον καὶ εἴδε

 ἀληθὲς διὰ τῆς ἐκβάσεως. Τοιγαροῦν εἰ βούλει τὸ τοῦ κυρίου μυστήριον ἰδέσθαι, ἀπόβλεψον δὴ εἰς τὸν Ἀβὲλ τὸν ὁμοίως φονευόμενον, εἰς τὸν Ἰσὰκ τὸν ὁμοίω

 Ἰσραήλ; Ἢ οὐ γέγραπταί σοι· «Οὐκ ἐκχεεῖς αἷμα ἀθῷον, ἵνα μὴ ἀποθάνῃς κακῶς»; Ἐγὼ μέν, φησὶν Ἰσραήλ, ἀπέκτεινα τὸν κύριον. ∆ιὰ τί; Ὅτι ἔδει αὐτὸν παθεῖ

 τὴν ἡμερινὴν νεφέλην καὶ τὴν δι' Ἐρυθρᾶς διάβασιν; Πόσου ἀνετιμήσω τὴν ἐξ οὐρανοῦ μαννοδοσίαν καὶ τὴν ἐκ πέτρας ὑδροπαροχίαν καὶ ἐν Χωρὴβ νομοθεσίαν κ

 Ἐγὼ τὸν κατάδικον ἀπέλυσα. Ἐγὼ τὸν νεκρὸν ἐζωοποίησα. Ἐγὼ τὸν τεθαμμένον ἀνίστημι. Τίς ὁ ἀντιλέγων μοι; Ἐγώ, φησίν, ὁ Χριστός, ἐγὼ ὁ καταλύσας τὸν θάν

τὴν ἡμερινὴν νεφέλην καὶ τὴν δι' Ἐρυθρᾶς διάβασιν; Πόσου ἀνετιμήσω τὴν ἐξ οὐρανοῦ μαννοδοσίαν καὶ τὴν ἐκ πέτρας ὑδροπαροχίαν καὶ ἐν Χωρὴβ νομοθεσίαν καὶ τὴν ἐκ γῆς κληρονομίαν καὶ τὰς ἐκεῖ δωρεάς; Πόσου ἀνετιμήσω τοὺς πάσχοντας οὓς αὐτὸς παρὼν ἐθεράπευσεν; Τίμησαί μοι τὴν ξηρὰν χεῖρα ἣν ἀποκατέστησεν τῷ σώματι. Τίμησαί μοι τοὺς ἐκ γενετῆς τυφλοὺς οὓς διὰ φωνῆς ἐφωταγώγησεν. Τίμησαί μοι τοὺς κειμένους νεκροὺς οὓς ἐκ μνημείου ἀνέστησεν γ' δὴ δ' ἡμέρων. Ἀτίμητοι αἱ παρ' αὐτοῦ σοι δωρεαί. Σὺ δὲ ἀτίμως ἀνταπέδωκας εἰς αὐτὸν τὰς ἀχαριστίας ἀνταποδοὺς αὐτῷ κακὰ ἀντὶ καλῶν καὶ θλῖψιν ἀντὶ χαρᾶς καὶ θάνατον ἀντὶ ζωῆς, ὑπὲρ οὗ καὶ ἀποθανεῖν σε ἔδει.

Εἶτα ἐὰν μὲν ἔθνους ἁρπαγῇ βασιλεὺς ὑπὸ ἐχθρῶν, δι' αὐτὸν πόλεμος συνίσταται, δι' αὐτὸν τεῖχος ῥήγνυται, δι' αὐτὸν πόλις ἀναρπάζεται, δι' αὐτὸν λύτρα πέμπεται, δι' αὐτὸν πρέσβεις ἀποστέλλονται ἵνα λημφθῇ ἢ ἵνα εἰς ζωὴν ἀναπεμφθῇ ἢ ἵνα νεκρὸς ταφῇ. Σὺ δὲ ἐναντίον κατὰ τοῦ κυρίου σου ἤνεγκας ψῆφον. Ὃν γὰρ τὰ ἔθνη προσεκύνει καὶ ἀκρόβυστοι ἐθαύμαζον καὶ ἀλλόφυλοι ἐδόξαζον, ἐφ' ᾧ καὶ Πιλᾶτος ἐνίψατο τὰς χεῖρας, σὺ τοῦτον ἀπέκτεινας ἐν τῇ μεγάλῃ ἑορτῇ. Τοιγαροῦν πικρά σοι ἡ τῶν ἀζύμων ἑορτή, καθώς σοι γέγραπται· «Ἔδεσθε ἄζυμα μετὰ πικρίδων.» Πικροί σοι ἧλοι οὓς ὤξυνας, Πικρά σοι γλῶσσα ἣν παρώξυνας. Πικροί σοι ψευδομάρτυρες οὓς ἔστησας. Πικροί σοι βρόχοι οὓς ἡτοίμασας. Πικραί σοι μάστιγες ἃς ἔπλεξας. Πικρός σοι Ἰούδας ὃν ἐμισθοδότησας. Πικρός σοι Ἡρώδης ᾧ ἐξηκολούθησας. Πικρός σοι Καϊάφας ᾧ ἐπείσθης. Πικρά σοι χολὴ ἣν ἐσκεύασας. Πικρόν σοι ὄξος ὃ ἐγεώργησας. Πικρά σοι ἄκανθα ἣν ἤμησας. Πικραί σοι χεῖρες ἃς ᾕμαξας. Ἀπέκτεινάς σου τὸν κύριον ἐν μέσῳ Ἰερουσαλήμ. Ἀκούσατε πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν καὶ ἴδετε· Καινὸς φόνος γέγονεν ἐν μέσῳ Ἰερουσαλήμ, ἐν πόλει νομικῇ, ἐν πόλει Ἑβραϊκῇ, ἐν πόλει προφητικῇ, ἐν πόλει δικαίᾳ νομιζομένῃ. Καὶ τίς πεφόνευται; Τίς δὲ ὁ φονεύς; Εἰπεῖν αἰδοῦμαι καὶ λέγειν ἀναγκάζομαι. Εἰ μὲν γὰρ νύκτωρ γεγόνει ὁ φόνος ἢ ἐπ' ἐρημίας ἦν ἐσφαγμένος, σιγᾶν εὔχρηστον ἦν· νῦν δὲ ἐπὶ μέσης πλατείας καὶ πόλεως, ἐν μέσῳ πόλεως πάντων ὁρώντων γέγονεν δικαίου ἄδικος φόνος. Καὶ οὕτως ὑψοῦται ἐπὶ ξύλου καὶ τίτλος πρόσκειται τὸν πεφονευμένον σημαίνων. Τίς οὗτος; Τὸ εἰπεῖν βαρὺ καὶ τὸ μὴ εἰπεῖν φοβερώτερον. Πλὴν ἀκούσατε τρέμοντες δι' ὃν ἐτρόμησεν ἡ γῆ· Ὁ κρεμάσας τὴν γῆν κρέμαται. Ὁ πήξας τοὺς οὐρανοὺς πέπεκται. Ὁ στηρίξας τὰ πάντα ἐπὶ ξύλου ἐστήρικται. Ὁ δεσπότης παρύβρισται. Ὁ θεὸς πεφόνευται. Ὁ βασιλεὺς τοῦ Ἰσραὴλ ἀνῄρεται ὑπὸ δεξιᾶς Ἰσραηλίτιδος. Ὢ φόνου καινοῦ, ὢ ἀδικίας καινῆς.

Ὁ δεσπότης παρεσχημάτισται γυμνῷ τῷ σώματι καὶ οὐδὲ περιβολῆς ἠξίωται ἵνα μὴ θεαθῇ. ∆ιὰ τοῦτο οἱ φωστῆρες ἀπεστρά-φησαν καὶ ἡ ἡμέρα συνεσκότασεν, ὅπως κρύψῃ τὸν ἐπὶ ξύ-λου γεγυμνωμένον, οὐ τὸ τοῦ κυρίου σῶμα σκοτίζων, ἀλ-λὰ τοὺς τούτων ἀνθρώπων ὀφθαλμούς. Καὶ γὰρ τοῦ λαοῦ μὴ τρέμοντος ἔτρεμεν ἡ γῆ. Τοῦ λαοῦ μὴ φοβηθέντος ἐφοβήθησαν οἱ οὐρανοί. Τοῦ λαοῦ μὴ περιεσχισμένου περιεσχίσατο ὁ ἄγγελος. Τοῦ λαοῦ μὴ κωκύσαντος «ἐβρόντησεν ἐξ οὐρανοῦ κύριος, καὶ ὕψιστος ἔδωκεν φωνήν». ∆ιὰ τοῦτο, ὦ Ἰσραήλ, ἐπὶ τοῦ κυρίου οὐκ ἐτρόμησας, ἐπὶ τοῦ κυρίου οὐκ ἐφοβήθης, ἐπὶ τοῦ κυρίου οὐκ ἐκώκυσας, ἐπὶ τῶν πρωτοτόκων σου ἀνεκώκυσας, ἐπὶ τοῦ κρεμαμένου κυρίου οὐ περιεσχίσω ἐπὶ τῶν πεφονευμένων σου περιεσχίσω· Ἐγκατέλιπες τὸν κύριον, οὐχ εὑρέθης ὑπ' αὐτοῦ. Ἠδάφισας τὸν κύριον, ἠδαφίσθης χαμαί. Καὶ σὺ μὲν κεῖσαι νεκρός, ἐκεῖνος δὲ ἀνέστη ἐκ νεκρῶν καὶ ἀνέβη εἰς τὰ ὑψηλὰ τῶν οὐρανῶν. Κύριος, ἐνδυσάμενος τὸν ἄνθρωπον, καὶ παθὼν διὰ τὸν πάσχοντα, καὶ δεθεὶς διὰ τὸν κρατούμενον, καὶ κριθεὶς διὰ τὸν κατάδικον, καὶ ταφεὶς διὰ τὸν τεθαμμένον, ἀνέστη ἐκ νεκρῶν καὶ ταύτην ἐβόησεν τὴν φωνήν «"3Τίς ὁ κρινόμενος πρός με; Ἀντιστήτω μοι."3