De pascha (P. Beatty P. Bodmer 13 P. Oxy. 13.1600)

 ἀλλ' ὅλην Αἴγυπτον περιεσχισμένην, πενθοῦσαν ἐπὶ τοῖς πρωτοτόκοις αὐτῆς. Ὅλη γὰρ Αἴγυπτος, γενηθεῖσα ἐν πόνοις καὶ πληγαῖς, ἐν δάκρυσιν καὶ κοπετοῖς,

 προβάτου σφαγῇ, τὸν τοῦ κυρίου τύπον ἐν τῷ τοῦ προβάτου θανάτῳ. ∆ιὰ τοῦτο οὐκ ἐπάταξας τὸν Ἰσραήλ, ἀλλὰ μόνην Αἴγυπτον ἠτέκνωσας.

 ὑψηλὰ τῶν οὐρανῶν. «Ὁ θεὸς ἐν ἀρχῇ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν» καὶ πάντα τὰ ἐν αὐτοῖς διὰ τοῦ λόγου ἀνεπλάσσατο ἀπὸ τῆς γῆς τὸν ἄνθρωπον καὶ εἴδε

 ἀληθὲς διὰ τῆς ἐκβάσεως. Τοιγαροῦν εἰ βούλει τὸ τοῦ κυρίου μυστήριον ἰδέσθαι, ἀπόβλεψον δὴ εἰς τὸν Ἀβὲλ τὸν ὁμοίως φονευόμενον, εἰς τὸν Ἰσὰκ τὸν ὁμοίω

 Ἰσραήλ; Ἢ οὐ γέγραπταί σοι· «Οὐκ ἐκχεεῖς αἷμα ἀθῷον, ἵνα μὴ ἀποθάνῃς κακῶς»; Ἐγὼ μέν, φησὶν Ἰσραήλ, ἀπέκτεινα τὸν κύριον. ∆ιὰ τί; Ὅτι ἔδει αὐτὸν παθεῖ

 τὴν ἡμερινὴν νεφέλην καὶ τὴν δι' Ἐρυθρᾶς διάβασιν; Πόσου ἀνετιμήσω τὴν ἐξ οὐρανοῦ μαννοδοσίαν καὶ τὴν ἐκ πέτρας ὑδροπαροχίαν καὶ ἐν Χωρὴβ νομοθεσίαν κ

 Ἐγὼ τὸν κατάδικον ἀπέλυσα. Ἐγὼ τὸν νεκρὸν ἐζωοποίησα. Ἐγὼ τὸν τεθαμμένον ἀνίστημι. Τίς ὁ ἀντιλέγων μοι; Ἐγώ, φησίν, ὁ Χριστός, ἐγὼ ὁ καταλύσας τὸν θάν

Ἰσραήλ; Ἢ οὐ γέγραπταί σοι· «Οὐκ ἐκχεεῖς αἷμα ἀθῷον, ἵνα μὴ ἀποθάνῃς κακῶς»; Ἐγὼ μέν, φησὶν Ἰσραήλ, ἀπέκτεινα τὸν κύριον. ∆ιὰ τί; Ὅτι ἔδει αὐτὸν παθεῖν. Πεπλάνησαι, ὦ Ἰσραήλ, τοιαῦτα σοφιζόμενος ἐπὶ τῇ τοῦ κυρίου σφαγῇ. Ἔδει αὐτὸν παθεῖν, ἀλλ' οὐχ ὑπὸ σοῦ. Ἔδει αὐτὸν ἀτιμασθῆναι, ἀλλ' οὐχ ὑπὸ σοῦ. Ἔδει αὐτὸν κριθῆναι, ἀλλ' οὐχ ὑπὸ σοῦ. Ἔδει αὐτὸν κρεμασθῆναι, ἀλλ' οὐχ ὑπὸ τῆς δεξιᾶς σου. Ταύτην, ὦ Ἰσραήλ, πρὸς τὸν θεὸν ὤφειλες βοῆσαι τὴν φωνήν· «Ὦ δέσποτα, εἰ καὶ ἔδει σου τὸν υἱὸν παθεῖν καὶ τοῦτό σού ἐστιν τὸ θέλημα, πασχέτω δή, ἀλλὰ ὑπ' ἐμοῦ μή. Πασχέτω ὑπὸ ἀλλοφύλων. Κρινέσθω ὑπὸ ἀκροβύστων. Προσηλούσθω ὑπὸ τυραννικῆς δεξιᾶς, ὑπὸ δὲ ἐμοῦ μή.» Σὺ δὲ ταύτην, ὦ Ἰσραήλ, πρὸς τὸν θεὸν οὐκ ἐβόησας τὴν φωνήν, οὐδὲ ἀφωσίωσαι τῷ δεσπότῃ, οὐδὲ ἐδυσωπήθης τὰ ἔργα αὐτοῦ. Οὐκ ἐδυσώπησέν σε χεὶρ ξηρὰ ἀποκαθεσταμένη τῷ σώματι, οὐδὲ ὀφθαλμοὶ πηρῶν διὰ χειρὸς αὐτοῦ ἀνοιγόμενοι, οὐδὲ παραλελυμένα σώματα διὰ φωνῆς αὐτοῦ ἀναπηγνύμενα, οὐδὲ τὸ καινότερόν σε ἐδυσώπησεν σημεῖον, νεκρὸς ἐκ μνημείου ἐγειρόμενος ἤδη τεσσάρων ἡμερῶν. Σὺ μὲν οὖν ταῦτα παραπεμψάμενος ἑσπέρας ἐπὶ τὴν τοῦ κυρίου σφαγὴν ἡτοίμασας αὐτῷ ἥλους ὀξεῖς καὶ μάρτυρας ψευδεῖς καὶ βρόχους καὶ μάστιγας καὶ ὄξος καὶ χόλην καὶ μάχαιραν καὶ θλῖψιν ὡς ἐπὶ φόνιον λῃστήν. Ἐπενεγκὼν γὰρ αὐτῷ καὶ μάστιγας τῷ σώματι καὶ ἄκανθαν τῇ κεφαλῇ αὐτοῦ καὶ τὰς καλὰς αὐτοῦ χεῖρας ἔδησας, αἵ σε ἔπλασαν ἀπὸ γῆς, καὶ τὸ καλὸν αὐτοῦ ἐκεῖνο στόμα τὸ ψωμίσαν σε ζωήν, ἐψώμισας χολήν, καὶ ἀπέκτεινάς σου τὸν κύριον ἐν τῇ μεγάλῃ ἑορτῇ.

Καὶ σὺ μὲν ἦσθα εὐφραινόμενος, ἐκεῖνος δὲ λιμώττων. Σὺ ἔπινες οἶνον καὶ ἄρτον ἤσθιες, ἐκεῖνος δὲ ὄξος καὶ χολήν. Σὺ ἦσθα φαιδρὸς τῷ προσώπῳ, ἐκεῖνος δὲ ἐσκυθρώπαζεν. Σὺ ἦσθα ἀγαλλιώμενος, ἐκεῖνος δὲ ἐθλίβετο. Σὺ ἔψαλλες, ἐκεῖνος δὲ ἐκρίνετο. Σὺ ἐκέλευες, ἐκεῖνος δὲ προσηλοῦτο. Σὺ ἐχόρευες, ἐκεῖνος δὲ ἐθάπτετο. Σὺ μὲν ἐπὶ στρωμνῆς μαλακῆς ἦσθα κατακείμενος, ἐκεῖνος δὲ ἐν τάφῳ καὶ σορῷ. Ὦ Ἰσραὴλ παράνομε, τί δὴ τοῦτο ἀπηργάσω τὸ καινὸν ἀδίκημα, καινοῖς ἐμβαλών σου τὸν κύριον πάθεσιν, τὸν δεσπότην σου, τὸν πλάσαντά σε, τὸν ποιήσαντά σε, τὸν τιμήσαντά σε, τὸν Ἰσραὴλ καλέσαντά σε; Σὺ δὲ Ἰσραὴλ οὐχ εὑρέθης, οὐ γὰρ εἶδες τὸν θεόν, οὐκ ἐνόησας τὸν κύριον, οὐκ ᾔδεις, ὦ Ἰσραήλ, ὅτι οὗτός ἐστιν ὁ πρωτότοκος τοῦ θεοῦ, ὁ πρὸ ἑωσφόρου γεννηθείς, ὁ τὸ φῶς ἐπαναστήσας, ὁ τὴν ἡμέραν λαμπρύνας, ὁ τὸ σκότος διακρίνας, ὁ τὴν πρώτην βαλβῖδα πήξας, ὁ κρεμάσας τὴν γῆν, ὁ σβέσας ἄβυσσον, ὁ ἐκτείνας τὸ στερέωμα, ὁ κοσμήσας τὸν κόσμον, ὁ τοὺς ἐν οὐρανῷ ἁρμόσας ἀστέρας, ὁ τοὺς φωστῆρας λαμπρύνας, ὁ τοὺς ἐν οὐρανῷ ποιήσας ἀγγέλους, ὁ τοὺς ἐκεῖ πήξας θρόνους, ὁ τὸν ἐπὶ γῆς ἀναπλασσάμενος ἄνθρωπον. Οὗτος ἦν ὁ ἐκλεξάμενός σε καὶ καθοδηγήσας σε ἀπὸ τοῦ Ἀδὰμ ἐπὶ τὸν Νῶε, ἀπὸ τοῦ Νῶε ἐπὶ τὸν Ἀβραάμ, ἀπὸ τοῦ Ἀβραὰμ ἐπὶ τὸν Ἰσὰκ καὶ τὸν Ἰακὼβ καὶ τοὺς ιβʹ πατριάρχας. Οὗτος ἦν ὁ καθοδηγήσας σε εἰς Αἴγυπτον καὶ διαφυλάξας σε κἀκεῖ διαθρεψάμενος. Οὗτος ἦν ὁ φωταγωγήσας σε ἐν στύλῳ, καὶ σκεπάσας σε ἐν νεφέλῃ, ὁ τεμὼν Ἐρυθρὰν θάλασσαν καὶ διαγαγών σε καὶ τὸν ἐχθρόν σου ἀποσκεδάσας. Οὗτός ἐστιν ὁ ἐξ οὐρανοῦ σοι μαννοδοτήσας, ὁ ἐκ πέτρας σε ποτίσας, ὁ ἐν Χωρήβ σοι νομοθετήσας, ὁ ἐν γῇ σοι κληροδοτήσας, ὁ ἐξαποστείλας σοι τοὺς προφήτας, ὁ ἐξεγείρας σου τοὺς βασιλεῖς. Οὗτός ἐστιν ὁ πρός σε ἀφικόμενος, ὁ τοὺς πάσχοντάς σου θεραπεύσας καὶ τοὺς νεκρούς σου ἀναστήσας. Οὗτός ἐστιν εἰς ὃν ἠσέβησας. Οὗτός ἐστιν εἰς ὃν ἠδίκησας. Οὗτός ἐστιν ὃν ἀπέκτεινας. Οὗτός ἐστιν ὃν ἀπηργυρίσω ἀπαιτήσας παρ' αὐτοῦ τὰ δίδραχμα ὑπὲρ τῆς κεφαλῆς αὐτοῦ. Ἀχάριστε Ἰσραήλ, δεῦρο, καὶ κρίθητι πρός με περὶ τῆς ἀχαριστίας σου. Πόσου ἀνετιμήσω τὸ ὑπ' αὐτοῦ καθοδηγηθῆναι; Πόσου ἀνετιμήσω τὴν τῶν πατέρων σου ἀνεύρεσιν; Πόσου ἀνετιμήσω τὴν εἰς Αἴγυπτον κάθοδον καὶ τὴν ἐκεῖ διατροφὴν διὰ τοῦ καλοῦ Ἰωσήφ; Πόσου ἀνετιμήσω τὰς δέκα πληγάς; Πόσου ἀνετιμήσω τὸν νυκτερινὸν στῦλον καὶ