De pascha (P. Beatty P. Bodmer 13 P. Oxy. 13.1600)

 ἀλλ' ὅλην Αἴγυπτον περιεσχισμένην, πενθοῦσαν ἐπὶ τοῖς πρωτοτόκοις αὐτῆς. Ὅλη γὰρ Αἴγυπτος, γενηθεῖσα ἐν πόνοις καὶ πληγαῖς, ἐν δάκρυσιν καὶ κοπετοῖς,

 προβάτου σφαγῇ, τὸν τοῦ κυρίου τύπον ἐν τῷ τοῦ προβάτου θανάτῳ. ∆ιὰ τοῦτο οὐκ ἐπάταξας τὸν Ἰσραήλ, ἀλλὰ μόνην Αἴγυπτον ἠτέκνωσας.

 ὑψηλὰ τῶν οὐρανῶν. «Ὁ θεὸς ἐν ἀρχῇ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν» καὶ πάντα τὰ ἐν αὐτοῖς διὰ τοῦ λόγου ἀνεπλάσσατο ἀπὸ τῆς γῆς τὸν ἄνθρωπον καὶ εἴδε

 ἀληθὲς διὰ τῆς ἐκβάσεως. Τοιγαροῦν εἰ βούλει τὸ τοῦ κυρίου μυστήριον ἰδέσθαι, ἀπόβλεψον δὴ εἰς τὸν Ἀβὲλ τὸν ὁμοίως φονευόμενον, εἰς τὸν Ἰσὰκ τὸν ὁμοίω

 Ἰσραήλ; Ἢ οὐ γέγραπταί σοι· «Οὐκ ἐκχεεῖς αἷμα ἀθῷον, ἵνα μὴ ἀποθάνῃς κακῶς»; Ἐγὼ μέν, φησὶν Ἰσραήλ, ἀπέκτεινα τὸν κύριον. ∆ιὰ τί; Ὅτι ἔδει αὐτὸν παθεῖ

 τὴν ἡμερινὴν νεφέλην καὶ τὴν δι' Ἐρυθρᾶς διάβασιν; Πόσου ἀνετιμήσω τὴν ἐξ οὐρανοῦ μαννοδοσίαν καὶ τὴν ἐκ πέτρας ὑδροπαροχίαν καὶ ἐν Χωρὴβ νομοθεσίαν κ

 Ἐγὼ τὸν κατάδικον ἀπέλυσα. Ἐγὼ τὸν νεκρὸν ἐζωοποίησα. Ἐγὼ τὸν τεθαμμένον ἀνίστημι. Τίς ὁ ἀντιλέγων μοι; Ἐγώ, φησίν, ὁ Χριστός, ἐγὼ ὁ καταλύσας τὸν θάν

ἀλλ' ὅλην Αἴγυπτον περιεσχισμένην, πενθοῦσαν ἐπὶ τοῖς πρωτοτόκοις αὐτῆς. Ὅλη γὰρ Αἴγυπτος, γενηθεῖσα ἐν πόνοις καὶ πληγαῖς, ἐν δάκρυσιν καὶ κοπετοῖς, ἀφίκετο πρὸς Φαραὼ ὅλη πενθήρης, οὐ μόνον τῷ σχήματι, ἀλλὰ καὶ τῇ ψυχῇ, περιεσχισμένη οὐ μόνον τὰς στόλας τῆς περιβολῆς, ἀλλὰ καὶ τοὺς μαστοὺς τῆς τρυφῆς. Ἦν δὲ καινὸν θέαμα ἰδεῖν, ἔνθα κοπτομένους, ἔνθα κωκύοντας, καὶ μέσον Φαραὼ πενθήρη, ἐπὶ σάκκῳ καὶ σποδῷ καθήμενον, περιβεβλημένον τὸ ψηλαφητὸν σκότος ὡς ἱμάτιον πενθικόν, περιεζωσμένον ὅλην Αἴγυπτον ὡς κιθῶνα πένθους. Ἦν γὰρ περικειμένη Αἴγυπτος τὸν Φαραὼ ὡς περιβολὴ κωκυτοῦ. Τοιοῦτος ὑφάνθη κιθὼν τῷ τυραννικῷ σώματι, τοιαύτην ἐνέδυσεν στολὴν τὸν σκληρὸν Φαραὼ ὁ τῆς δικαιοσύνης ἄγγελος· πένθος πικρὸν καὶ σκότος ψηλαφητὸν καὶ ἀτεκνίαν. Καὶ ἦν ἐπὶ τῶν πρωτοτόκων αὐτῆς· ἦν γὰρ ταχινὸς καὶ ἀκόρεστος ὁ τῶν πρωτοτόκων θάνατος.

Ἦν δὲ καινὸν τρόπαιον ἰδεῖν ἐπὶ τῶν πιπτόντων νεκρῶν ἐν μιᾷ ῥοπῇ. Καὶ ἐγένετο τοῦ θανάτου τροφὴ ἡ τῶν κειμένων τροπή. Καινὴν δὲ συμφοράν, ἐὰν ἀκούσητε, θαυμάσετε. Τάδε γὰρ περιέσχεν τοὺς Αἰγυπτίους, νὺξ μακρὰ καὶ σκότος ψηλαφητὸν καὶ θάνατος ψηλαφῶν καὶ ἄγγελος ἐκθλίβων καὶ ᾅδης καταπίνων τοὺς πρωτοτόκους αὐτῶν. Τὸ δὲ καινότερον καὶ φοβερώτερον ἀκοῦσαι ἔχετε. Ἐν τῷ ψηλαφητῷ σκότει ὁ ἀψηλάφητος θάνατος ἐκρύβετο, καὶ τὸ μὲν σκότος ἐψηλάφων οἱ δυστυχεῖς Αἰγύπτιοι, ὁ δὲ θάνατος ἐξεραυνῶν ἐψηλάφα τοὺς πρωτοτόκους τῶν Αἰγυπτίων τοῦ ἀγγέλου κελεύοντος. Εἴ τις οὖν ἐψηλάφα τὸ σκότος, ὑπὲρ τοῦ θανάτου ἐξήγετο. Εἴ τις πρωτότοκος χειρὶ σκοτεινὸν σῶμα ἐναγκαλισάμενος, τῇ ψυχῇ ἐκδειματωθεὶς οἰκτρὸν καὶ φοβερὸν ἀνεβόησεν· «Τίνα κρατεῖ ἡ δεξιά μου; Τίνα τρέμει ἡ ψυχή μου; Τίς μοι σκοτεινὸς περίκειται ὅλῳ τῷ σώματι; Εἰ μὲν πατήρ, βοήθησον, εἰ δὲ μήτηρ, συμπάθησον, εἰ δὲ ἀδελφός, προσλάλησον, εἰ δὲ φίλος, εὐστάθησον, εἰ δὲ ἐχθρός, ἀπαλλάγηθι, ὅτι πρωτότοκος ἐγώ.» Πρὸ δὲ τοῦ σιωπῆσαι τὸν πρωτότοκον, ἡ μακρὰ σιωπὴ κατέσχεν αὐτὸν προσειποῦσα· «Πρωτότοκος ἐμὸς εἶ· ἐγώ σοι πέπρωμαι ἡ τοῦ θανάτου σιωπή.» Ἕτερος δέ τις πρωτότοκος, νοήσας τὴν τῶν πρωτοτόκων ἅλωσιν, ἑαυτὸν ἀπηρνεῖτο, ἵνα μὴ θάνῃ πικρῶς· «Οὔκ εἰμι πρωτότοκος, τρίτῳ γεγέννημαι καρπῷ.» Ὁ δὲ ψευσθῆναι μὴ δυνάμενος τοῦ πρωτοτόκου προσήπτετο· πρηνὴς δὲ ἔπιπτε σιγῶν. Ὑπὸ δὲ μιὰν ῥοπὴν ὁ πρωτότοκος καρπὸς τῶν Αἰγυπτίων ἀπώλετο. Ὁ πρωτόσπορος, ὁ πρωτότοκος, ὁ ποθητός, ὁ περιψηκτὸς ἐδαφίσθη χαμαί, οὐχ ὁ τῶν ἀνθρώπων μόνον, ἀλλὰ καὶ τῶν ἀλόγων ζῴων. Μύκημα δὲ ἐν τοῖς πεδίοις τῆς γῆς ἠκούετο ἀποδυρομένων κτηνῶν ἐπὶ τῶν τροφίμων αὐτῶν· καὶ γὰρ δάμαλις ὑπόμοσχος καὶ ἵππος ὑπόπωλος καὶ τὰ λοιπὰ κτήνη λοχευόμενα καὶ σπαργῶντα πικρὸν καὶ ἐλεεινὸν ἀπωδύροντο ἐπὶ τῶν πρωτοτόκων καρπῶν. Οἰμωγὴ δὲ καὶ κοπετὸς ἐπὶ τῇ τῶν ἀνθρώπων ἀπωλείᾳ ἐγένετο, ἐπὶ τῇ τῶν πρωτοτόκων νεκρῶν. Ὅλη γὰρ ἐπώζεσεν Αἴγυπτος ἀπὸ τῶν ἀτάφων σωμάτων. Ἦν δὲ θεάσασθαι φοβερὸν θέαμα, τῶν Αἰγυπτίων μητέρας λυσικόμους, πατέρας λυσίφρονας, δεινὸν ἀνακωκύοντας τῇ Αἰγυπτιακῇ φωνῇ· «∆υστυχεῖς ἠτεκνώμεθα ὑπὸ μίαν ῥοπὴν ἀπὸ τοῦ πρωτοτόκου καρποῦ.» Ἦσαν δὲ ἐπὶ μαστῶν κοπτόμενοι, χερσὶν τύπτοντες κροτήματα ἐπὶ τῆς τῶν νεκρῶν ὀρχήσεως. Τοιαύτη συμφορὰ περιέσχεν Αἴγυπτον, ἄφνω δὲ ἠτέκνωσεν αὐτήν. Ἦν δὲ ὁ Ἰσραὴλ φρουρούμενος ὑπὸ τῆς τοῦ προβάτου σφαγῆς, καί γε συνεφωτίζετο ὑπὸ τοῦ χυθέντος αἵματος, καὶ τεῖχος ηὑρίσκετο τοῦ λαοῦ ὁ τοῦ προβάτου θάνατος. Ὢ μυστηρίου καινοῦ καὶ ἀνεκδιηγήτου· ἡ τοῦ προβάτου σφαγὴ ηὑρίσκετο τοῦ Ἰσραὴλ σωτηρία, καὶ ὁ τοῦ προβάτου θάνατος ζωὴ τοῦ λαοῦ ἐγένετο, καὶ τὸ αἷμα ἐδυσώπησεν τὸν ἄγγελον. Λέγε μοι, ὦ ἄγγελε, τί ἐδυσωπήθης, τὴν τοῦ προβάτου σφαγὴν ἢ τὴν τοῦ κυρίου ζωήν, τὸν τοῦ προβάτου θάνατον ἢ τὸν τοῦ κυρίου τύπον, τὸ τοῦ προβάτου αἷμα ἢ τὸ τοῦ κυρίου πνεῦμα; ∆ῆλος εἶ δυσωπηθεὶς εἰδὼν τὸ τοῦ κυρίου μυστήριον ἐν τῷ προβάτῳ γινόμενον, τὴν τοῦ κυρίου ζωὴν ἐν τῇ τοῦ