De pascha (P. Beatty P. Bodmer 13 P. Oxy. 13.1600)

 ἀλλ' ὅλην Αἴγυπτον περιεσχισμένην, πενθοῦσαν ἐπὶ τοῖς πρωτοτόκοις αὐτῆς. Ὅλη γὰρ Αἴγυπτος, γενηθεῖσα ἐν πόνοις καὶ πληγαῖς, ἐν δάκρυσιν καὶ κοπετοῖς,

 προβάτου σφαγῇ, τὸν τοῦ κυρίου τύπον ἐν τῷ τοῦ προβάτου θανάτῳ. ∆ιὰ τοῦτο οὐκ ἐπάταξας τὸν Ἰσραήλ, ἀλλὰ μόνην Αἴγυπτον ἠτέκνωσας.

 ὑψηλὰ τῶν οὐρανῶν. «Ὁ θεὸς ἐν ἀρχῇ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν» καὶ πάντα τὰ ἐν αὐτοῖς διὰ τοῦ λόγου ἀνεπλάσσατο ἀπὸ τῆς γῆς τὸν ἄνθρωπον καὶ εἴδε

 ἀληθὲς διὰ τῆς ἐκβάσεως. Τοιγαροῦν εἰ βούλει τὸ τοῦ κυρίου μυστήριον ἰδέσθαι, ἀπόβλεψον δὴ εἰς τὸν Ἀβὲλ τὸν ὁμοίως φονευόμενον, εἰς τὸν Ἰσὰκ τὸν ὁμοίω

 Ἰσραήλ; Ἢ οὐ γέγραπταί σοι· «Οὐκ ἐκχεεῖς αἷμα ἀθῷον, ἵνα μὴ ἀποθάνῃς κακῶς»; Ἐγὼ μέν, φησὶν Ἰσραήλ, ἀπέκτεινα τὸν κύριον. ∆ιὰ τί; Ὅτι ἔδει αὐτὸν παθεῖ

 τὴν ἡμερινὴν νεφέλην καὶ τὴν δι' Ἐρυθρᾶς διάβασιν; Πόσου ἀνετιμήσω τὴν ἐξ οὐρανοῦ μαννοδοσίαν καὶ τὴν ἐκ πέτρας ὑδροπαροχίαν καὶ ἐν Χωρὴβ νομοθεσίαν κ

 Ἐγὼ τὸν κατάδικον ἀπέλυσα. Ἐγὼ τὸν νεκρὸν ἐζωοποίησα. Ἐγὼ τὸν τεθαμμένον ἀνίστημι. Τίς ὁ ἀντιλέγων μοι; Ἐγώ, φησίν, ὁ Χριστός, ἐγὼ ὁ καταλύσας τὸν θάν

ἀληθὲς διὰ τῆς ἐκβάσεως. Τοιγαροῦν εἰ βούλει τὸ τοῦ κυρίου μυστήριον ἰδέσθαι, ἀπόβλεψον δὴ εἰς τὸν Ἀβὲλ τὸν ὁμοίως φονευόμενον, εἰς τὸν Ἰσὰκ τὸν ὁμοίως συμποδιζόμενον, εἰς τὸν Ἰωσὴφ τὸν ὁμοίως πιπρασκόμενον, εἰς τὸν Μωυσέα τὸν ὁμοίως ἐκτιθέμενον, εἰς τὸν ∆αυὶδ τὸν ὁμοίως διωκόμενον, εἰς τοὺς προφήτας τοὺς ὁμοίως διὰ τὸν Χριστὸν πάσχοντας. Ἀπόβλεψον δὲ καὶ εἰς τὸ ἐν γῇ Αἰγύπτου πρόβατον σφαζόμενον, τὸν πατάξαντα Αἴγυπτον καὶ σώσαντα τὸν Ἰσραὴλ διὰ τοῦ αἵματος. Ἔστιν δὲ καὶ διὰ προφητικῆς φωνῆς τὸ τοῦ κυρίου μυστήριον κηρυσσόμενον. Φησὶν γὰρ Μωυσῆς πρὸς τὸν λαόν· «Καὶ ὄψεσθε τὴν ζωὴν ὑμῶν κρεμαμένην ἔμπροσθεν τῶν ὀφθαλμῶν ὑμῶν νυκτὸς καὶ ἡμέρας καὶ οὐ μὴ πιστεύσητε ἐπὶ τὴν ζωὴν ὑμῶν.» Ὁ δὲ ∆αυὶδ εἶπεν· «Ἵνα τί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά; Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ.» Ὁ δὲ Ἰερεμίας. «Ἐγὼ ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ θύεσθαι. Ἐλογίσαντο ἐπ' ἐμὲ κακὰ εἰπόντες· ∆εῦτε, ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ καὶ ἐκτρίψωμεν αὐτὸν ἐκ γῆς ζώντων, καὶ τὸ ὄνομα αὐτοῦ οὐ μὴ μνησθῇ.» Ὁ δὲ Ἠσαίας· «Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἄφωνος ἐναντίον τοῦ κείραντος αὐτόν, οὗτος οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ. Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται;»

Πολλὰ μὲν καὶ ἕτερα ὑπὸ πολλῶν προφητῶν ἐκηρύχθη εἰς τὸ τοῦ πάσχα μυστήριον, ὅ ἐστιν Χριστός, «ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν». Οὗτος, ἀφικόμενος ἐξ οὐρανῶν ἐπὶ τὴν γῆν διὰ τὸν πάσχοντα, αὐτὸν δὲ ἐκεῖνον ἐνδυσάμενος διὰ παρθένου μήτρας καὶ προελθὼν ἄνθρωπος, ἀπεδέξατο τὰ τοῦ πάσχοντος πάθη διὰ τοῦ παθεῖν δυναμένου σώματος καὶ κατέλυσεν τὰ τῆς σαρκὸς πάθη, τῷ δὲ θανεῖν μὴ δυναμένῳ πνεύματι ἀπέκτεινεν τὸν ἀνθρωποκτόνον θάνατον. Οὗτος γὰρ ὡς ἀμνὸς ἀχθεὶς καὶ ὡς πρόβατον σφαγείς, ἐλυτρώσατο ἡμᾶς ἐκ τῆς τοῦ κόσμου λατρείας ὡς ἐκ γῆς Αἰγύπτου, καὶ ἔλυσεν ἡμᾶς ἐκ τῆς τοῦ διαβόλου δουλείας ὡς ἐκ χειρὸς Φαραώ, καὶ ἐσφράγισεν ἡμῶν τὰς ψυχὰς τῷ ἰδίῳ πνεύματι καὶ τὰ μέλη τοῦ σώματος τῷ ἰδίῳ αἵματι. Οὗτός ἐστιν ὁ τὸν θάνατον ἐνδύσας αἰσχύνην, καὶ τὸν διάβολον στήσας πενθήρη ὡς Μωυσῆς τὸν Φαραώ. Οὗτός ἐστιν ὁ τὴν ἀνομίαν πατάξας καὶ τὴν ἀδικίαν ἀτεκνώσας ὡς Μωυσῆς Αἴγυπτον. Οὗτός ἐστιν ὁ ῥυσάμενος ἡμᾶς ἐκ δουλείας εἰς ἐλευθερίαν, ἐκ σκότους εἰς φῶς, ἐκ θανάτου εἰς ζωήν, ἐκ τυραννίδος εἰς βασιλείαν αἰωνίαν [καὶ ποιήσας ἡμᾶς ἱεράτευμα καινὸν καὶ λαὸν περιούσιον αἰώνιον.] Οὗτός ἐστιν τὸ πάσχα τῆς σωτηρίας ἡμῶν. Οὗτός ἐστιν ὁ ἐν πολλοῖς πολλὰ ὑπομείνας. Οὗτός ἐστιν ὁ ἐν τῷ Ἀβὲλ φονευθείς, ἐν δὲ τῷ Ἰσὰκ δεθείς, ἐν δὲ τῷ Ἰακὼβ ξενιτεύσας, ἐν δὲ τῷ Ἰωσὴφ πραθείς, ἐν δὲ τῷ Μωυσῇ ἐκτεθείς, ἐν δὲ τῷ ἀμνῷ σφαγείς, ἐν δὲ τῷ ∆αυὶδ διωχθείς, ἐν δὲ τοῖς προφήταις ἀτιμασθείς. Οὗτός ἐστιν ὁ ἐν παρθένῳ σαρκωθείς, ὁ ἐπὶ ξύλου κρεμασθείς, ὁ εἰς γῆν ταφείς, ὁ ἐκ νεκρῶν ἀνασταθείς, ὁ εἰς τὰ ὑψηλὰ τῶν οὐρανῶν ἀναλημφθείς. Οὗτός ἐστιν ὁ ἀμνὸς ὁ ἄφωνος. Οὗτός ἐστιν ὁ ἀμνὸς φονευόμενος. Οὗτός ἐστιν ὁ τεχθεὶς ἐκ Μαρίας τῆς καλῆς ἀμνάδος. Οὗτός ἐστιν ὁ ἐξ ἀγέλης λημφθεὶς καὶ εἰς σφαγὴν συρεὶς καὶ ἑσπέρας θυθεὶς καὶ νύκτωρ ταφείς, ὁ ἐπὶ ξύλου μὴ συντριβείς, εἰς γῆν μὴ λυθείς, ἐκ νεκρῶν ἀναστὰς καὶ ἀναστήσας τὸν ἄνθρωπον ἐκ τῆς κάτω ταφῆς. Οὗτος πεφόνευται. Καὶ ποῦ πεφόνευται; Ἐν μέσῳ Ἰε-ρουσαλήμ. ∆ιά τι; Ὅτι τοὺς χωλοὺς αὐτῶν ἐθεράπευσεν καὶ τοὺς λεπροὺς αὐτῶν ἐκαθάρισεν καὶ τοὺς τυφλοὺς αὐτῶν ἐφωταγώγησεν καὶ τοὺς νεκροὺς αὐτῶν ἀνέστησεν. ∆ιὰ τοῦτο ἔπαθεν. Ποὺ γέγραπται ἐν νόμῳ καὶ ἐν προφήταις· «Ἀνταπέδωκάν μοι κακὰ ἀντὶ ἀγαθῶν καὶ ἀτεκνίαν τῇ ψυχῇ μου, λογισάμενοι ἐπ' ἐμὲ κακά, εἰπόντες· ∆ήσωμεν τὸν δίκαιον ὅτι δύσχρηστος ἡμῖν ἐστιν.» Τί ἐποίησας, ὦ Ἰσραήλ, τὸ καινὸν ἀδίκημα; Ἠτίμησας τὸν τιμήσαντά σε. Ἠδόξησας τὸν δοξάσαντά σε. Ἀπηρνήσω τὸν ὁμολογήσαντά σε. Ἀπεκήρυξας τὸν κηρύξαντά σε. Ἀπέκτεινας τὸν ζωοποιήσαντά σε. Τί ἐποίησας, ὦ