Fragmenta

 κατὰ Μᾶρκον ταύ την ἐσχηκέναι τὴν οἰκονομίαν. τοῦ Πέτρου δημοσίᾳ ἐν Ῥώμῃ κηρύ ξαντος τὸν λόγον καὶ πνεύματι τὸ εὐαγγέλιον ἐξειπόντος, τοὺς παρόν τας,

 II 9, 2f.Περὶ τούτου δ' ὁ Κλήμης τοῦ Ἰακώβου na+mlich des Sohnes des Zebeda+us) καὶ ἱστορίαν μνήμης ἀξίαν ἐν τῇ τῶν Ὑποτυπώσεων ἑβδόμῃ παρατίθεται, ὡς

 μὲν καὶ ὁ υἱὸς λόγος, ὁμωνύμως τῷ πατρικῷ λόγῳ, ἀλλ' οὐχ οὗτός ἐστιν ὁ σὰρξ γενόμενος. οὐδὲ μὴν ὁ πατρῷος λόγος, ἀλλὰ δύ ναμίς τις τοῦ θεοῦ, οἷον ἀπόρ

 τὸ σημαί νειν τὴν ἀλήθειαν. 34 Cat. zum Oktateuch Lev. 13, 22 bei Niceph. I Col. 1037. Ἀδήλου. Ὁ Κλήμης φησὶν εἰς τὸν ἐν τῷ πάσχα λόγον, ὅτι διά χυσις

 † PG 91, 276). Κλήμεντος τοῦ Στρωματέως ἐκ τοῦ Περὶ προνοίας λόγου. Θέλησίς ἐστι φυσικὴ δύναμις τοῦ κατὰ φύσιν ὄντος ὀρεκτική. θέλησίς ἐστι φυσικὴ ὄρε

 πυκνῶς ἐπὶ θεὸν τρέπε τὴν ψυχήν, καὶ τὸ νόημα ἐπέρειδε τῇ Χριστοῦ δυνάμει ὥσπερ ἐν λιμένι τινὶ τῷ θείῳ φωτὶ τοῦ σωτῆρος ἀναπαυόμενον ἀπὸ πάσης λαλιᾶς

 θελήματα τῇ γραφῇ φίλον καλεῖσθαί φασι. ὅθεν ἐρωτηθέντες ὑπό τινων τὴν ἔξω παίδευσιν γαύρων, πῶς γινώσκειν τὰ ὄντα τὸν θεὸν δοξάζουσιν οἱ Χριστιανοί,

 p. 1019f nach Grabe™ lateinisch bei Corderius, Cat. in S. Lc p. 92. Lemma Κλήμεντος.

 Anal. Sacra II p. XXIX. Lemma in CH und Coisl.Κλήμεντος Ἀλεξανδρείας,in RΚλήμεντος ἐπισκόπου Ἀλεξανδρείας. Ἐρεῖ τις· μηδὲν ζητῶμεν περὶ θεοῦ. φαίην δ'

Anal. Sacra II p. XXIX. Lemma in CH und Coisl.Κλήμεντος Ἀλεξανδρείας,in RΚλήμεντος ἐπισκόπου Ἀλεξανδρείας. Ἐρεῖ τις· μηδὲν ζητῶμεν περὶ θεοῦ. φαίην δ' ἄν· καὶ μὴν οὐ δήποτε δεῖ παύσασθαι λέγοντας καὶ ἀκούοντας περὶ θεοῦ, πλὴν ὅσον ἐφίεται ἡ πίστις, ὥστε λέγειν περὶ αὐτοῦ τὰ λεκτὰ καὶ ἀκούειν τὰ ἀκουστά. 68 Sacra Par. 317 Holl aus CR in beiden nach Nr. 202 † Paed. II 60, 5. Lemma in Cἐκ τοῦ αὐτοῦ,in R unmittelbar angeschlossen. Ἐπιστήμη τίς ἐστιν ἡ Χριστιανικὴ θεοσέβεια. ὅνπερ δὴ τρόπον ἑκάστης ἐπιστήμης ἴδιοι λόγοι εἰσί, καθ' οὓς τῷ ἀναλαμβάνοντι περιγίνεται τὸ κατ' αὐτοὺς ἐπάγγελμα· οἷον ῥητορικὴ μὲν ἀπὸ τῶν ῥητορικῶν λόγων, ἰατρικὴ δὲ ἀπὸ τῶν ἰατρικῶν, οὕτως καὶ ἡ Χριστιανικὴ ἐπιστήμη ἀπὸ τῶν κατ' αὐτὴν λόγων περιγίνεται. ἴδιοι γὰρ καὶ οἱ Χριστιανικοὶ λόγοι εἰσίν. ὥσπερ οὖν οὐκ ἔστι τοὺς ῥητορικοὺς λόγους ἀναλαμβάνοντα ἰατρὸν γενέσθαι ἢ τοὺς ἰατρικοὺς ῥήτορα, οὕτως οὐδὲ Χριστιανὸν ἀπ' ἄλλων λόγων ἢ ἀπὸ τῶν Χριστιανῶν. δι' ὅ φημι τοὺς βουλομένους Χριστιανοὺς εἶναι δεῖν μόνους τοὺς τοῦ Χριστοῦ λόγους ἀναλαμβάνειν καὶ μὴ δι' ἑτέρων ζητεῖν τοῦτό γε αὐτοῖς περιγενέσθαι. 70 Joannes Malalas X p. 242, 8-22 ed. Bonn.

Μετὰ δὲ ἔτη τέσσαρα τῆς ἀναστάσεως καὶ ἀναλήψεως τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐπὶ τῆς βασιλείας τοῦ αὐτοῦ Τιβερίου Καίσαρος, μετὰ τὸ ἐξελθεῖν τὸν ἅγιον Παῦλον ἀπὸ Ἀντιοχείας τῆς μεγάλης, κηρύξαντα ἐκεῖ πρῶτον τὸν λόγον ἐν τῇ ῥύμῃ τῇ πλησίον τοῦ Πανθέου τῇ καλουμένῃ τῶν Σίγγωνος ἅμα Βαρνάβᾳ. καὶ ἐπὶ τὴν Κιλικίαν ἐξελθεῖν, ὁ Πέτρος ἀπὸ Ἱερουσολύμων ἐν τῇ αὐτῇ Ἀντιοχείᾳ παρεγένετο καὶ τὸν λόγον ἐδίδασκε. καὶ ἐκεῖ αὑτὸν ἐνθρονίσας, πεισθεὶς τοῖς ἀπὸ Ἰουδαίων γενομένοις Χριστιανοῖς. τοὺς ἐξ ἐθνῶν πιστοὺς οὐκ ἐδέξατο οὔτε ἠγάπα, ἀλλ' οὕτως ἐάσας αὐτοὺς ἐξῆλθεν ἐκεῖθεν. ὁ δὲ ἅγιος Παῦλος μετὰ ταῦτα ἐλθὼν ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ καὶ μαθὼν ταῦτα περὶ τοῦ ἁγίου Πέτρου πανταχοῦ τὸ σκάνδαλον περιεῖλε καὶ πάντας ἴσως ἐδέξατο καὶ ἠγάπα, προτρεπόμενος ἅπαντας, καθὼς συνεγράψαντο ταῦτα οἱ σοφώτατοι Κλήμης καὶ Τατιανὸς οἱ χρονογράφοι. 71 Joannes Malalas II p. 34, 6-10 ed. Bonn. † Kedrenos I. p. 35, 7-11 ed. Bonn. Ὁ δὲ Σύρος, ὁ υἱὸς τοῦ Ἀγήνορος, ἀνὴρ ἐγένετο σοφός, ὃς συνεγράψατο Φοινικικοῖς γράμμασι τὴν ἀριθμητικὴν φιλοσοφίαν· ὑπέθετο δὲ ἀσωμάτους εἶναι ἀρχὰς καὶ σώματα μεταβάλλεσθαι καὶ τὰς ψυχὰς εἰς ἀλλογενῆ ζῷα εἰσιέναι. οὗτος πρῶτος ἐξέθετο ταῦτα. ὡς Κλήμης ὁ σοφώτατος συνεγράψατο. 72 Joannes Malalas X p. 228, 15-19 ed. Bonn. Τῇ ἕκτῃ ἡμέρᾳ τῆς χιλιάδος ἐπὶ τῆς γῆς ἐφάνη ὁ δεσπότης ἡμῶν Ἰησοῦς ὁ Χριστὸς καὶ ἔσωσε τὸν ἄνθρωπον διὰ τοῦ σταυροῦ καὶ τῆς ἀναστάσεως, ἅτινα συνεγράψατο Κλήμης, Θεόφιλος καὶ Τιμόθεος οἱ σοφοὶ χρονογράφοι ὁμοφωνήσαντες. 73 Joannes Malalas X p. 231, 9-11 ed. Bonn.Ἐγένετο βασιλεὺς ἤτοι τοπάρχης τοῦ Ἰουδαϊκοῦ ἔθνους Ἀρχέλαος ὁ υἱὸς αὐτοῦ (des Herodes) ἔτη θʹ ἐν ὑπατείᾳ Λαμία καὶ Σερελλιανοῦ, καθὼς ὁ σοφώτατος Κλήμης ὁ χρονογράφος ἐξέθετο. 74 Joannes Malalas X p. 239, 18-240, 2 ed. Bonn. Ὁ δὲ αὐτὸς βασιλεὺς Ἡρώδης ὁ Φιλίππου γενόμενος ἐμπληθὴς ἐκλίνετο ἐπὶ μῆνας ηʹ καὶ ἐσφάγη ἐν τῷ κουβικλείῳ αὐτοῦ μετὰ τοὺς ηʹ μῆνας συνειδυίας καὶ τῆς γυναικὸς αὐτοῦ, καθὼς ὁ σοφώτατος Κλήμης συνεγράψατο.