Fragmenta

 κατὰ Μᾶρκον ταύ την ἐσχηκέναι τὴν οἰκονομίαν. τοῦ Πέτρου δημοσίᾳ ἐν Ῥώμῃ κηρύ ξαντος τὸν λόγον καὶ πνεύματι τὸ εὐαγγέλιον ἐξειπόντος, τοὺς παρόν τας,

 II 9, 2f.Περὶ τούτου δ' ὁ Κλήμης τοῦ Ἰακώβου na+mlich des Sohnes des Zebeda+us) καὶ ἱστορίαν μνήμης ἀξίαν ἐν τῇ τῶν Ὑποτυπώσεων ἑβδόμῃ παρατίθεται, ὡς

 μὲν καὶ ὁ υἱὸς λόγος, ὁμωνύμως τῷ πατρικῷ λόγῳ, ἀλλ' οὐχ οὗτός ἐστιν ὁ σὰρξ γενόμενος. οὐδὲ μὴν ὁ πατρῷος λόγος, ἀλλὰ δύ ναμίς τις τοῦ θεοῦ, οἷον ἀπόρ

 τὸ σημαί νειν τὴν ἀλήθειαν. 34 Cat. zum Oktateuch Lev. 13, 22 bei Niceph. I Col. 1037. Ἀδήλου. Ὁ Κλήμης φησὶν εἰς τὸν ἐν τῷ πάσχα λόγον, ὅτι διά χυσις

 † PG 91, 276). Κλήμεντος τοῦ Στρωματέως ἐκ τοῦ Περὶ προνοίας λόγου. Θέλησίς ἐστι φυσικὴ δύναμις τοῦ κατὰ φύσιν ὄντος ὀρεκτική. θέλησίς ἐστι φυσικὴ ὄρε

 πυκνῶς ἐπὶ θεὸν τρέπε τὴν ψυχήν, καὶ τὸ νόημα ἐπέρειδε τῇ Χριστοῦ δυνάμει ὥσπερ ἐν λιμένι τινὶ τῷ θείῳ φωτὶ τοῦ σωτῆρος ἀναπαυόμενον ἀπὸ πάσης λαλιᾶς

 θελήματα τῇ γραφῇ φίλον καλεῖσθαί φασι. ὅθεν ἐρωτηθέντες ὑπό τινων τὴν ἔξω παίδευσιν γαύρων, πῶς γινώσκειν τὰ ὄντα τὸν θεὸν δοξάζουσιν οἱ Χριστιανοί,

 p. 1019f nach Grabe™ lateinisch bei Corderius, Cat. in S. Lc p. 92. Lemma Κλήμεντος.

 Anal. Sacra II p. XXIX. Lemma in CH und Coisl.Κλήμεντος Ἀλεξανδρείας,in RΚλήμεντος ἐπισκόπου Ἀλεξανδρείας. Ἐρεῖ τις· μηδὲν ζητῶμεν περὶ θεοῦ. φαίην δ'

κατὰ Μᾶρκον ταύ την ἐσχηκέναι τὴν οἰκονομίαν. τοῦ Πέτρου δημοσίᾳ ἐν Ῥώμῃ κηρύ ξαντος τὸν λόγον καὶ πνεύματι τὸ εὐαγγέλιον ἐξειπόντος, τοὺς παρόν τας, πολλοὺς ὄντας, παρακαλέσαι τὸν Μᾶρκον ὡς ἂν ἀκολουθήσαντα αὐτῷ πόρρωθεν καὶ μεμνημένον τῶν λεχθέντων, ἀναγράψαι τὰ εἰρη μένα· ποιήσαντα δέ, τὸ εὐαγγέλιον μεταδοῦναι τοῖς δεομένοις αὐτοῦ· ὅπερ ἐπιγνόντα τὸν Πέτρον προτρεπτικῶς μήτε κωλῦσαι μήτε προτρέψασθαι. τὸν μέντοι Ἰωάννην ἔσχατον, συνιδόντα ὅτι τὰ σω ματικὰ ἐν τοῖς εὐαγγελίοις δεδήλωται, προτραπέντα ὑπὸ τῶν γνω ρίμων, πνεύματι θεοφορηθέντα πνευματικὸν ποιῆσαι εὐαγγέλιον.

Τοσαῦτα ὁ Κλήμης. 9 Euseb. H. E. II 15, 1f.Οὕτω δὴ οὖν ἐπιδημήσαντος αὐτοῖς τοῦ θείου λόγου ἡ μὲν τοῦ Σίμωνος ἀπέσβη καὶ παραχρῆμα σὺν καὶ τῷ ἀνδρὶ καταλέλυτο δύνα μις. τοσοῦτον δ' ἐπέλαμψεν ταῖς τῶν ἀκροατῶν τοῦ Πέτρου δια νοίαις εὐσεβείας φέγγος, ὡς μὴ τῇ εἰς ἅπαξ ἱκανῶς ἔχειν ἀρκεῖσθαι ἀκοῇ μηδὲ τῇ ἀγράφῳ τοῦ θείου κηρύγματος διδασκαλίᾳ, παρακλήσεσιν δὲ παντοίαις Μᾶρκον, οὗ τὸ εὐαγγέλιον φέρεται, ἀκόλουθον ὄντα Πέτρου, λιπαρῆσαι ὡς ἂν καὶ διὰ γραφῆς ὑπόμνημα τῆς διὰ λόγου παραδοθείσης αὐτοῖς καταλείψοι διδασκαλίας, μὴ πρότερόν τε ἀνεῖναι ἢ κατεργάσασθαι τὸν ἄνδρα, καὶ ταύτῃ αἰτίους γενέσθαι τῆς τοῦ λεγομένου κατὰ Μᾶρκον εὐαγγελίου γραφῆς. γνόντα δὲ τὸ πραχθέν φασι τὸν ἀπόστολον ἀποκαλύψαντος αὐτῷ τοῦ πνεύματος, ἡσθῆναι τῇ τῶν ἀνδρῶν προθυμίᾳ κυρῶσαί τε τὴν γραφὴν εἰς ἔντευξιν ταῖς ἐκκλησίαις. Κλήμης ἐν ἕκτῳ τῶν Ὑποτυπώσεων παρατέθειται τὴν ἱστορίαν, συνεπιμαρτυρεῖ δὲ αὐτῷ καὶ ὁ Ἱεραπολίτης ἐπίσκοπος ὀνό ματι Παπίας. τοῦ δὲ Μάρκου μνημονεύειν τὸν Πέτρον ἐν τῇ προ τέρᾳ ἐπιστολῇ· ἣν καὶ συντάξαι φασὶν ἐπ' αὐτῆς Ῥώμης. σημαίνειν τε τοῦτ' αὐτόν, τὴν πόλιν τροπικώτερον Βαβυλῶνα προσειπόντα διὰ τούτων· "ἀσπάζεται ὑμᾶς ἡ ἐν Βαβυλῶνι συνεκλεκτὴ καὶ Μᾶρ κος ὁ υἱός μου." 10 Euseb. H. E. II 1, 3. Κλήμης ἐν ἕκτῳ τῶν Ὑποτυπώσεων γράφων ὧδε παρίστησιν· Πέτρον γάρ φησιν καὶ Ἰάκωβον καὶ Ἰωάννην μετὰ τὴν ἀνάληψιν τοῦσωτῆρος, ὡς ἂν καὶ ὑπὸ τοῦ σωτῆρος προτετιμημένους, μὴ ἐπιδικά ζεσθαι δόξης, ἀλλὰ Ἰάκωβον τὸν δίκαιον ἐπίσκοπον τῶν Ἱεροσολύμων ἑλέσθαι. 11 Maximus Confessor Schol. in Dion. opp. II p. 242 B ed. Corder Migne S. Gr. 4 Col. 421). Ἀνέγνων δὲ τοῦτο "ἑπτὰ οὐρανοὺς" καὶ ἐν τῇ συγγεγραμμένῃ Ἀρίστωνι τῷ Πελλαίῳ διαλέξει Παπίσκου καὶ Ἰάσονος, ἣν Κλήμης ὁ Ἀλεξανδρεὺς ἐν ἕκτῳ βιβλίῳ τῶν Ὑποτυπώσεων τὸν Λουκᾶν φησιν ἀναγράψαι· 12 Vatic. graec. 354 † Evangeliencodex S, bei von Soden89 nach Mercati, Studi e Testi 12 1904 S. 3. Κλήμεντος ἐκ τῆς ϛʹ τῶν Ὑποτυπώσεων· Καὶ τὸν λεπρὸν ἐθερά πευσεν καὶ εἶπεν· "δεῖξον σεαυτὸν τοῖς ἱερεῦσιν εἰς μαρτύριον" διὰ τοιαύτην παράδοσιν. ἔθος εἶχον οἱ ἱερεῖς δυνάμει θεοῦ λεπροὺς ἰᾶ σθαι ἡμέραις τακταῖς. τοῦτον οὖν τὸν λεπρὸν πολλῷ χρόνῳ μὴ δυνη θέντες ἰάσασθαι ἔλεγον· "τοῦτον οὐδεὶς ἰάσεται ἢ μόνος ὁ Χριστός, ἐὰν ἔλθῃ." πολλὰ τοίνυν δεηθέντος τοῦ λεπροῦ ὁ σωτὴρ ἐπισπλαγ χνισθείς, ἰασάμενος αὐτόν, διὰ τοῦτο εἶπεν· "ἄπελθε καὶ δεῖξον σεαυ τὸν τοῖς ἱερεῦσιν εἰς μαρτύριον, ὅτι, εἰ τεθεράπευται οὗτος, ἐφ' οὗ εἰρήκατε οὐδεὶς ἀλλ' ἢ ὁ Χριστὸς μόνος αὐτὸν ἰάσεται, ἦλθεν ὁ Χρι στός, καὶ πιστεύσατε αὐτῷ."

13Euseb. H. E. II 1, 4f. Ὁ δ' αὐτὸς (ξλεμενς) ἐν ἑβδόμῳ τῆς αὐτῆς ὑποθέσεως (d. i. der Hypotyposeis) ἔτι καὶ ταῦτα περὶ αὐτοῦ d. i. den Jakobusφησιν· "Ἰακώβῳ τῷ δικαίῳ καὶ Ἰωάννῃ καὶ Πέτρῳ μετὰ τὴν ἀνάστασιν παρέδωκεν τὴν γνῶσιν ὁ κύριος, οὗτοι τοῖς λοιποῖς ἀποστόλοις παρέ δωκαν, οἱ δὲ λοιποὶ ἀπόστολοι τοῖς ἑβδομήκοντα, ὧν εἷς ἦν καὶ Βαρνάβας. δύο δὲ γεγόνασιν Ἰάκωβοι, εἷς ὁ δίκαιος, ὁ κατὰ τοῦ πτερυγίου βληθεὶς καὶ ὑπὸ γναφέως ξύλῳ πληγεὶς εἰς θάνατον, ἕτερος δὲ ὁ καρατομηθείς. αὐτοῦ δὴ τοῦ δικαίου καὶ ὁ Παῦλος μνημονεύει γράφων· ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον, εἰ μὴ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ κυρίου." 14Euseb. H. E.