Fragmenta

 κατὰ Μᾶρκον ταύ την ἐσχηκέναι τὴν οἰκονομίαν. τοῦ Πέτρου δημοσίᾳ ἐν Ῥώμῃ κηρύ ξαντος τὸν λόγον καὶ πνεύματι τὸ εὐαγγέλιον ἐξειπόντος, τοὺς παρόν τας,

 II 9, 2f.Περὶ τούτου δ' ὁ Κλήμης τοῦ Ἰακώβου na+mlich des Sohnes des Zebeda+us) καὶ ἱστορίαν μνήμης ἀξίαν ἐν τῇ τῶν Ὑποτυπώσεων ἑβδόμῃ παρατίθεται, ὡς

 μὲν καὶ ὁ υἱὸς λόγος, ὁμωνύμως τῷ πατρικῷ λόγῳ, ἀλλ' οὐχ οὗτός ἐστιν ὁ σὰρξ γενόμενος. οὐδὲ μὴν ὁ πατρῷος λόγος, ἀλλὰ δύ ναμίς τις τοῦ θεοῦ, οἷον ἀπόρ

 τὸ σημαί νειν τὴν ἀλήθειαν. 34 Cat. zum Oktateuch Lev. 13, 22 bei Niceph. I Col. 1037. Ἀδήλου. Ὁ Κλήμης φησὶν εἰς τὸν ἐν τῷ πάσχα λόγον, ὅτι διά χυσις

 † PG 91, 276). Κλήμεντος τοῦ Στρωματέως ἐκ τοῦ Περὶ προνοίας λόγου. Θέλησίς ἐστι φυσικὴ δύναμις τοῦ κατὰ φύσιν ὄντος ὀρεκτική. θέλησίς ἐστι φυσικὴ ὄρε

 πυκνῶς ἐπὶ θεὸν τρέπε τὴν ψυχήν, καὶ τὸ νόημα ἐπέρειδε τῇ Χριστοῦ δυνάμει ὥσπερ ἐν λιμένι τινὶ τῷ θείῳ φωτὶ τοῦ σωτῆρος ἀναπαυόμενον ἀπὸ πάσης λαλιᾶς

 θελήματα τῇ γραφῇ φίλον καλεῖσθαί φασι. ὅθεν ἐρωτηθέντες ὑπό τινων τὴν ἔξω παίδευσιν γαύρων, πῶς γινώσκειν τὰ ὄντα τὸν θεὸν δοξάζουσιν οἱ Χριστιανοί,

 p. 1019f nach Grabe™ lateinisch bei Corderius, Cat. in S. Lc p. 92. Lemma Κλήμεντος.

 Anal. Sacra II p. XXIX. Lemma in CH und Coisl.Κλήμεντος Ἀλεξανδρείας,in RΚλήμεντος ἐπισκόπου Ἀλεξανδρείας. Ἐρεῖ τις· μηδὲν ζητῶμεν περὶ θεοῦ. φαίην δ'

μὲν καὶ ὁ υἱὸς λόγος, ὁμωνύμως τῷ πατρικῷ λόγῳ, ἀλλ' οὐχ οὗτός ἐστιν ὁ σὰρξ γενόμενος. οὐδὲ μὴν ὁ πατρῷος λόγος, ἀλλὰ δύ ναμίς τις τοῦ θεοῦ, οἷον ἀπόρροια τοῦ λόγου αὐτοῦ νοῦς γενόμενος τὰς τῶν ἀνθρώπων καρδίας διαπεφοίτηκε." καὶ ταῦτα πάντα πει ρᾶται ἀπὸ ῥητῶν τινων κατασκευάζειν τῆς γραφῆς. καὶ ἄλλα δὲ μυρία φλυαρεῖ καὶ βλασφημεῖ, εἴτε αὐτός, εἴτε τις ἕτερος τὸ αὐτοῦ πρόσωπον ὑποκριθείς. 24 Ὁ μὲν γνωστικὸς πάντως καὶ ἔργα ἐπιτελεῖ καθήκοντα; ὁ δὲ τὰ ἔργα ἐπιτελῶν οὐ πάντως καὶ γνωστικός ἐστιν. 25Euseb. H. E. VI 13, 9. Καὶ ἐν τῷ λόγῳ δὲ αὐτοῦ τῷ Περὶ τοῦ πάσχα ἐκβιασθῆναι ὁμο λογεῖ πρὸς τῶν ἑταίρων ἃς ἔτυχεν παρὰ τῶν ἀρχαίων πρεσβυτέρων ἀκηκοὼς παραδόσεις γραφῇ τοῖς μετὰ ταῦτα παραδοῦναι, μέμνηται δ' ἐν αὐτῷ Μελίτωνος καὶ Εἰρηναίου καί τινων ἑτέρων, ὧν καὶ τὰς διηγήσεις τέθειται. 26 Euseb. H. E. IV 26, 4.Τούτου δὲ λόγου der Schrift des Meliton Περὶ τοῦ πάσχα) μέ μνηται Κλήμης ὁ Ἀλεξανδρεὺς ἐν ἰδίῳ Περὶ τοῦ πάσχα λόγῳ, ὃν ὡς ἐξ αἰτίας τῆς τοῦ Μελίτωνος γραφῆς φησιν ἑαυτὸν συντάξαι. 28 Chron. Pasch. p. 7 A-C ed. Paris. † I p. 14f ed. Bonn.

Ἀλλὰ καὶ Κλήμης, ὁ ὁσιώτατος τῆς Ἀλεξανδρέων ἐκκλησίας γεγονὼς ἱερεύς, ἀνὴρ ἀρχαιότατος καὶ οὐ μακρὰν τῶν ἀποστολικῶν γενόμενος χρόνων, ἐν τῷ Περὶ τοῦ πάσχα λόγῳ τὰ παραπλήσια διδάσκει, γράφων οὕτως· Τοῖς μὲν οὖν παρεληλυθόσιν ἔτεσι τὸ θυόμενον πρὸς Ἰουδαίων ἤσθιεν ἑορτάζων ὁ κύριος πάσχα. ἐπεὶ δὲ ἐκήρυξεν αὐτὸς ὢν τὸ πάσχα, ὁ ἀμνὸς τοῦ θεοῦ, ὡς πρόβατον ἐπὶ σφαγὴν ἀγόμενος, αὐτίκα ἐδίδαξε μὲν τοὺς μαθητὰς τοῦ τύπου τὸ μυστήριον τῇ ιγʹ, ἐν ᾗ καὶ πυνθάνονται αὐτοῦ· "ποῦ θέλεις ἑτοιμάσωμέν σοι τὸ πάσχα φαγεῖν;" ταύτῃ οὖν τῇ ἡμέρᾳ καὶ ὁ ἁγιασμὸς τῶν ἀζύμων καὶ ἡ προετοιμασία τῆς ἑορτῆς ἐγίνετο. ὅθεν ὁ Ἰωάννης ἐν ταύτῃ τῇ ἡμέρᾳ εἰκότως ὡς ἂν παρετοιμαζομένους ἤδη ἀπονίψασθαι τοὺς πόδας πρὸς τοῦ κυρίου τοὺς μαθητὰς ἀναγράφει. πέπονθε δὲ τῇ ἐπιούσῃ ὁ σωτὴρ ἡμῶν, αὐτὸς ὢν τὸ πάσχα, καλλιερηθεὶς ὑπὸ Ἰουδαίων. Καὶ μεθ' ἕτερα· Ἀκολούθως ἄρα τῇ ιδʹ, ὅτε καὶ ἔπαθεν, ἕωθεν αὐτὸν οἱ ἀρχιε ρεῖς καὶ οἱ γραμματεῖς τῷ Πιλάτῳ προσαγαγόντες οὐκ εἰσῆλθον εἰς τὸ πραιτώριον, ἵνα μὴ μιανθῶσιν, ἀλλ' ἀκωλύτως ἑσπέρας τὸ πάσχα φάγωσι. ταύτῃ τῶν ἡμερῶν τῇ ἀκριβείᾳ καὶ αἱ γραφαὶ πᾶσαι συμ φωνοῦσι καὶ τὰ εὐαγγέλια συνῳδά. ἐπιμαρτυρεῖ δὲ καὶ ἡ ἀνάστασις· τῇ γοῦν τρίτῃ ἀνέστη ἡμέρᾳ, ἥτις ἦν πρώτη τῶν ἑβδομάδων τοῦ θερισμοῦ, ἐν ᾗ καὶ τὸ δράγμα ἐνομοθετεῖτο προσενεγκεῖν τὸν ἱερέα. 29 Sacra Par. 307 Holl aus K™ zuerst vero+ffentlicht von A. Mai, Script. vet. nova coll. VII p. 94. Lemma in K vorausgeht Sacr. Par. 263 † Strom. VII 15, 2) ἐκ τοῦ εἰς τὸ πάσχα. Ἀνάγκης εἶδος οἶμαι τῷ παραδόξῳ ἐκπλῆξαι καὶ βιάσασθαι θεῷ τὸν ἄνθρωπον, ὃν ἐξ ἑαυτοῦ σῴζεσθαι βούλεται, μόνας τὰς ἀφορμὰς παρὰ τῆς ἐντολῆς λαβόντα. οὐ τοίνυν βίαιος ὁ θεός, οὐδὲ ἀψύχων δίκην ἀγαλμάτων πρὸς τῆς ἔξωθεν αἰτίας περιάγεσθαι θέμις τὴν αὐτοκίνητον ψυχήν. 30 Sacra Par. 308 Holl aus K™ bei Mai VII p. 98. Lemma in K Κλήμεντος Στρωματέως ἐκ τοῦ εἰς τὸ πάσχα. Τὰ ἐναντία ἅμα τῷ αὐτῷ κατὰ τὸ αὐτὸ πρὸς τὸ αὐτὸ συμβῆναι ἀδύνατον. 31Sacra Par. 309 Holl aus KOAPMHR™ bei Mai VII p. 99. Lemma in K Κλήμεντος ἐκ τοῦ εἰς τὸ πάσχα, σονστ Κλήμεντος. Ὁ ἄρα γινώσκων ἑαυτὸν τόπος ἐστὶ καὶ θρόνος τοῦ κυρίου. 32 Sacra Par. 310 Holl aus OAPM. Lemma in PM Κλήμεντος ἐκ τοῦ εἰς τὸ πάσχα, ιν οα Κλήμεντος. Κοπτομένων τῶν λεοντίων ὀστέων καθάπερ ἐκ τῶν πυρίων λίθων πῦρ ἐξάπτεται. 33 Nikephoros von Konstantinopel, Antirrhesis gegen Konstantinos Kopronymos III 26 Mai, Novae patr. bibl. tom. V Rom 1849 1, S. 91 † PG 100, 416).

Ὡσαύτως δὲ ἔχειν καὶ τῷ Κλήμεντι ἐκείνῳ τῷ Ἀλεξανδρείαθεν δοκεῖ, ἐν οἷς περὶ τοῦ νομικοῦ πάσχα διαλαμβάνων φησίν· Ὡσεί τινος εἰκὼν μὴ παρόντος μὲν τοῦ ἀρχετύπου τὴν ἴσην ἐκείνῳ δόξαν ἀποφέρεται καὶ παρούσης τῆς ἀληθείας καταλάμπεται ἡ εἰκὼν πρὸς αὐτῆς, τῆς ὁμοιώσεως ἐκείνης ἀποδεκτῆς μενούσης διὰ