Fragmenta

 κατὰ Μᾶρκον ταύ την ἐσχηκέναι τὴν οἰκονομίαν. τοῦ Πέτρου δημοσίᾳ ἐν Ῥώμῃ κηρύ ξαντος τὸν λόγον καὶ πνεύματι τὸ εὐαγγέλιον ἐξειπόντος, τοὺς παρόν τας,

 II 9, 2f.Περὶ τούτου δ' ὁ Κλήμης τοῦ Ἰακώβου na+mlich des Sohnes des Zebeda+us) καὶ ἱστορίαν μνήμης ἀξίαν ἐν τῇ τῶν Ὑποτυπώσεων ἑβδόμῃ παρατίθεται, ὡς

 μὲν καὶ ὁ υἱὸς λόγος, ὁμωνύμως τῷ πατρικῷ λόγῳ, ἀλλ' οὐχ οὗτός ἐστιν ὁ σὰρξ γενόμενος. οὐδὲ μὴν ὁ πατρῷος λόγος, ἀλλὰ δύ ναμίς τις τοῦ θεοῦ, οἷον ἀπόρ

 τὸ σημαί νειν τὴν ἀλήθειαν. 34 Cat. zum Oktateuch Lev. 13, 22 bei Niceph. I Col. 1037. Ἀδήλου. Ὁ Κλήμης φησὶν εἰς τὸν ἐν τῷ πάσχα λόγον, ὅτι διά χυσις

 † PG 91, 276). Κλήμεντος τοῦ Στρωματέως ἐκ τοῦ Περὶ προνοίας λόγου. Θέλησίς ἐστι φυσικὴ δύναμις τοῦ κατὰ φύσιν ὄντος ὀρεκτική. θέλησίς ἐστι φυσικὴ ὄρε

 πυκνῶς ἐπὶ θεὸν τρέπε τὴν ψυχήν, καὶ τὸ νόημα ἐπέρειδε τῇ Χριστοῦ δυνάμει ὥσπερ ἐν λιμένι τινὶ τῷ θείῳ φωτὶ τοῦ σωτῆρος ἀναπαυόμενον ἀπὸ πάσης λαλιᾶς

 θελήματα τῇ γραφῇ φίλον καλεῖσθαί φασι. ὅθεν ἐρωτηθέντες ὑπό τινων τὴν ἔξω παίδευσιν γαύρων, πῶς γινώσκειν τὰ ὄντα τὸν θεὸν δοξάζουσιν οἱ Χριστιανοί,

 p. 1019f nach Grabe™ lateinisch bei Corderius, Cat. in S. Lc p. 92. Lemma Κλήμεντος.

 Anal. Sacra II p. XXIX. Lemma in CH und Coisl.Κλήμεντος Ἀλεξανδρείας,in RΚλήμεντος ἐπισκόπου Ἀλεξανδρείας. Ἐρεῖ τις· μηδὲν ζητῶμεν περὶ θεοῦ. φαίην δ'

πυκνῶς ἐπὶ θεὸν τρέπε τὴν ψυχήν, καὶ τὸ νόημα ἐπέρειδε τῇ Χριστοῦ δυνάμει ὥσπερ ἐν λιμένι τινὶ τῷ θείῳ φωτὶ τοῦ σωτῆρος ἀναπαυόμενον ἀπὸ πάσης λαλιᾶς τε καὶ πράξεως. καὶ μεθ' ἡμέραν πολλάκις μὲν μὲν ἀνθρώποις κοίνου τὴν σεαυτοῦ φρόνησιν, θεῷ δὲ ἐπὶ πλεῖστον ἐν νυκτὶ ὁμοίως καὶ ἐν ἡμέρᾳ· μὴ γὰρ ὕπνος σε ἐπικρατείτω πολὺς τῶν πρὸς θεὸν εὐχῶν τε καὶ ὕμνων· θανάτῳ γὰρ ὁ μακρὸς ὕπνος ἐφάμιλλος. μέτοχος Χριστοῦ ἀεὶ καθίστασο τοῦ τὴν θείαν αὐγὴν καταλάμποντος ἐξ οὐρανοῦ· εὐφροσύνη γὰρ ἔστω σοι διηνεκὴς καὶ ἄπαυστος ὁ Χριστός. μηδὲ λῦε τὸν τῆς ψυχῆς τόνον ἐν εὐωχίᾳ καὶ ποτῶν ἀνέσει, ἱκανὸν δὲ ἡγοῦ τῷ σώματι τὸ χρειῶδες. καὶ μὴ πρόσθεν ἐπείγου πρὸς τροφὰς πρὶν ἢ καὶ δείπνου παρῇ καιρός· ἄρτος δὲ ἔστω σοι τὸ δεῖπνον, καὶ πόαι γῆς προσέστωσαν καὶ τὰ ἐκ δένδρων ὡραῖα· ἴθι δὲ ἐπὶ τὴν τροφὴν εὐσταθῶς καὶ μὴ λυσσώδη γαστριμαργίαν ἐπιφαίνων· μηδὲ σαρκο βόρος μηδὲ φίλοινος ἔσο, ὁπότε μὴ νόσος τις ἴασιν ἐπὶ ταύτην ἄγοι. ἀλλ' ἀντὶ τῶν ἐν τούτοις ἡδονῶν τὰς ἐν λόγοις θείοις καὶ ὕμνοις εὐφροσύνας αἱροῦ τῇ παρὰ θεοῦ σοι χορηγουμένας σοφίᾳ, οὐράνιός τε ἀεί σε φροντὶς ἀναγέτω πρὸς οὐρανόν· καὶ τὰς πολλὰς περὶ σώματος ἀνίει μερίμνας τεθαρσηκὼς ἐλπίσι ταῖς πρὸς θεόν, ὅτι σοί γε τὰ ἀναγκαῖα παρέξει διαρκῆ τροφήν τε τὴν εἰς ζωὴν καὶ κάλυμμα σώματος καὶ χειμερινοῦ ψύχους ἀλεξητήρια. τοῦ γὰρ δὴ σοῦ βασιλέως γῆ τε ἅπασα καὶ ὅσα ἐκφύεται· ὡς μέλη δὲ αὑτοῦ τὰ σώματα τῶν αὑτοῦ θεραπόντων ὑπερβαλλόντως περιέπει καθάπερ ἱερὰ καὶ ναοὺς αὑτοῦ. διὰ δὴ τοῦτο μηδὲ νόσους ὑπερβαλλούσας δέδιθι μηδὲ γήρως ἔφοδον χρόνῳ προσδοκωμένου· παύσεται γὰρ καὶ νόσος, ὅταν ὁλο ψύχῳ προθέσει ποιῶμεν τὰς αὐτοῦ ἐντολάς. ταῦτα εἰδὼς καὶ πρὸς νόσους ἰσχυρὰν κατασκεύαζε τὴν ψυχήν, εὐθάρσησον ὥσπερ τις ἀνὴρ ἐν σταδίοις ἄριστος ἀτρέπτῳ τῇ δυνάμει τοὺς πόνους ὑφίστασθαι. μηδὲ ὑπὸ λύπης πάνυ πιέζου τὴν ψυχήν, εἴτε νόσος ἐπικειμένη βαρύνει εἴτε ἄλλο τι συμπίπτει δυσχερές, ἀλλὰ γενναίως ἀνθίστα τοῖς πόνοις τὸ νόημα, χάριτας ἀνάγων θεῷ καὶ ἐν μέσοις τοῖς ἐπι πόνοις πράγμασι ἅτε δὴ σοφώτερά τε ἀνθρώπων φρονοῦντι καὶ ἅπερ οὐ δυνατὸν οὐδὲ ῥᾴδιον ἀνθρώποις εὑρεῖν. ἐλέει δὲ κακουμένους, καὶ τὴν παρὰ τοῦ θεοῦ βοήθειαν ἐπ' ἀνθρώποις αἰτοῦ· ἐπινεύσει γὰρ αἰτοῦντι τῷ φίλῳ τὴν χάριν, καὶ τοῖς κακουμένοις ἐπικουρίαν παρέξει, τὴν αὑτοῦ δύναμιν γνώριμον ἀνθρώποις καθιστάναι βουλόμενος, ὡς ἂν εἰς ἐπίγνωσιν ἐλθόντες ἐπὶ θεὸν ἀνίωσιν καὶ τῆς αἰωνίου μακα ριότητος ἀπολαύσωσιν, ἐπειδὰν ὁ τοῦ θεοῦ υἱὸς παραγένηται ἀγαθὰ τοῖς ἰδίοις ἀποκαθιστῶν.

45Sacra Par. 311 Holl aus OAPMHR. Lemma in RΚλήμεντος Στρωματέως ἐκ τῆς ˉκˉα ἐπιστολῆς, in OAPMH Κλήμεντος. Οὐκ ἔστι μέγα τὸ φροντίζειν ἀνδρὸς δικαίου, ἀλλὰ χάριν λαμ βάνει ὁ κατηξιωμένος διακονεῖν αὐτῷ. 46 Sacra Par. 312 Holl aus COAPMRH™ aus Coisl. 279 auch mitgeteilt von Pitra, Anal. Sacra II p. XXIX u+berall nach Sacra Par. 291 aus QDS 21. Lemma in OAἐκ τῆς ˉκˉα ἐπιστολῆς,sonst ohne Lemma.Οὐκ ἔχει ἐπιθυμίαν ἡ ἄφθαρτος βασιλεία, ἀλλὰ παρουσίαν πάν των τῶν ἀγαθῶν. ὅθεν οὐκ ἔστιν ἐπιθυμῆσαι· ἐκ γὰρ τοῦ ὑστερεῖν τὸ ἐπιθυμεῖν ἐστιν, ἐκ δὲ τοῦ πάντα ἔχειν τὸ μηδενὸς ἐπιθυμεῖν. 47Sacra Par. 313 Holl aus OAPMHR u+berall an der Spitze einer Reihe echter Clemenscitate, Antonius Melissa p. 35 Gesner. Lemma in PM Κλήμεντος Στρωματέως ἐπιστολή, σονστ Κλήμεντος Στρω ματέως. ∆υνατὸς ἦν ὁ πατὴρ ποιῆσαι μηδένα πένητα, ἀλλὰ τὸ εὖ ποιεῖν ἂν περιῃρεῖτο, συμπάσχειν οὐδεὶς ἠξίου. νῦν ἀλλήλων ἕνεκα καὶ εὐποροῦμεν καὶ ἀποροῦμεν, ἵνα τόπος γενώμεθα τῇ εὐποιίᾳ 48 Maximus Confessor De variis diff. locis Dionysii et Gregorii ed. Oehler Halle 1857 p. 60f † PG 91, 1085). Τούτους δὲ οὓς ἔφην τοὺς λόγους ὁ μὲν Ἀρεοπαγίτης ἅγιος ∆ιο νύσιος προορισμοὺς καὶ θεῖα θελήματα καλεῖσθαι ὑπὸ τῆς γραφῆς ἡμᾶς ἐκδιδάσκει. ὁμοίως δὲ καὶ οἱ περὶ Πάνταινον τὸν γενόμενον καθηγητὴν τοῦ Στρωματέως μεγάλου Κλήμεντος θεῖα