Fragmenta

 κατὰ Μᾶρκον ταύ την ἐσχηκέναι τὴν οἰκονομίαν. τοῦ Πέτρου δημοσίᾳ ἐν Ῥώμῃ κηρύ ξαντος τὸν λόγον καὶ πνεύματι τὸ εὐαγγέλιον ἐξειπόντος, τοὺς παρόν τας,

 II 9, 2f.Περὶ τούτου δ' ὁ Κλήμης τοῦ Ἰακώβου na+mlich des Sohnes des Zebeda+us) καὶ ἱστορίαν μνήμης ἀξίαν ἐν τῇ τῶν Ὑποτυπώσεων ἑβδόμῃ παρατίθεται, ὡς

 μὲν καὶ ὁ υἱὸς λόγος, ὁμωνύμως τῷ πατρικῷ λόγῳ, ἀλλ' οὐχ οὗτός ἐστιν ὁ σὰρξ γενόμενος. οὐδὲ μὴν ὁ πατρῷος λόγος, ἀλλὰ δύ ναμίς τις τοῦ θεοῦ, οἷον ἀπόρ

 τὸ σημαί νειν τὴν ἀλήθειαν. 34 Cat. zum Oktateuch Lev. 13, 22 bei Niceph. I Col. 1037. Ἀδήλου. Ὁ Κλήμης φησὶν εἰς τὸν ἐν τῷ πάσχα λόγον, ὅτι διά χυσις

 † PG 91, 276). Κλήμεντος τοῦ Στρωματέως ἐκ τοῦ Περὶ προνοίας λόγου. Θέλησίς ἐστι φυσικὴ δύναμις τοῦ κατὰ φύσιν ὄντος ὀρεκτική. θέλησίς ἐστι φυσικὴ ὄρε

 πυκνῶς ἐπὶ θεὸν τρέπε τὴν ψυχήν, καὶ τὸ νόημα ἐπέρειδε τῇ Χριστοῦ δυνάμει ὥσπερ ἐν λιμένι τινὶ τῷ θείῳ φωτὶ τοῦ σωτῆρος ἀναπαυόμενον ἀπὸ πάσης λαλιᾶς

 θελήματα τῇ γραφῇ φίλον καλεῖσθαί φασι. ὅθεν ἐρωτηθέντες ὑπό τινων τὴν ἔξω παίδευσιν γαύρων, πῶς γινώσκειν τὰ ὄντα τὸν θεὸν δοξάζουσιν οἱ Χριστιανοί,

 p. 1019f nach Grabe™ lateinisch bei Corderius, Cat. in S. Lc p. 92. Lemma Κλήμεντος.

 Anal. Sacra II p. XXIX. Lemma in CH und Coisl.Κλήμεντος Ἀλεξανδρείας,in RΚλήμεντος ἐπισκόπου Ἀλεξανδρείας. Ἐρεῖ τις· μηδὲν ζητῶμεν περὶ θεοῦ. φαίην δ'

τὸ σημαί νειν τὴν ἀλήθειαν. 34 Cat. zum Oktateuch Lev. 13, 22 bei Niceph. I Col. 1037. Ἀδήλου. Ὁ Κλήμης φησὶν εἰς τὸν ἐν τῷ πάσχα λόγον, ὅτι διά χυσις λέπρας ἐστὶν ὡσανεὶ βάδισις καὶ πορεία ῥευστική. 35 Randbemerkung zu I Joh. 4, 3 (ὃ μὴ ὁμολογεῖ τὸν Ἰησοῦν)im Athos codex Lawra 184 B. 64 10. Jahrh. f. 41v nach 21von der Goltz21, Eine textkritische Arbeit des 10. bez. 6. Jahrhunderts, TU NF II 4 S. 48. "Ὃ λύει τὸν Ἰησοῦν." οὕτως ὁ Εἰρηναῖος ἐν τῷ τρίτῳ κατὰ τὰς αἱρέσεις λόγῳ καὶ Ὠριγένης σαφῶς ἐν τῷ ηʹ τόμῳ τῶν εἰς τὴν πρὸς τοὺς Ῥωμαίους ἐξηγητικῶν καὶ Κλήμης ὁ Στρωματεὺς ἐν τῷ Περὶ τοῦ πάσχα λόγῳ. 36 Nikephoros von Konstantinopel, Antirrhesis gegen Konstantinos Kopronymos, unter den am Schlusse des 3. Buchs angeha+ngten Va+ter citaten, vero+ff. von N. le 21Nourry,21 Apparatus ad bibl. patrum I. Col. 1334. Κλήμεντος πρεσβυτέρου Ἀλεξανδρείας ἐκ τοῦ Κατὰ ἰουδαϊζόντων.

Σολομὼν ὁ τοῦ ∆αβὶδ παῖς ἐν ταῖς Βασιλείαις ἐπιγραφομέναις τὴν τοῦ ἀληθινοῦ νεὼ κατασκευὴν συνεὶς οὐ μόνον ἐπουράνιον εἶναι καὶ πνευματικήν, ἤδη δὲ καὶ εἰς τὴν σάρκα διαφέρειν, ἣν ἔμελλεν οἰκοδομεῖν ὁ τοῦ ∆αβὶδ υἱός τε καὶ κύριος εἴς τε τὴν αὑτοῦ παρου σίαν, ἔνθα καθιδρύεσθαι καθάπερ τι ἄγαλμα ἔμψυχον διεγνώκει, εἴς τε τὴν κατὰ σύνοδον πίστεως ἐγειρομένην ἐκκλησίαν, κατὰ λέξιν λέγει· "εἰ ἀληθῶς ἄρα κατοικήσει θεὸς μετὰ ἀνθρώπων ἐπὶ τῆς γῆς," κατοικεῖ δὲ ἐπὶ τῆς γῆς, σάρκα περιβαλλόμενος, καὶ μετὰ ἀνθρώπων αὐτῷ κατοίκησις γίνεται ἐν τῆ κατὰ τοὺς δικαίους συνθέσει τε καὶ ἁρμονίᾳ, νεὼν ἅγιον ἐργαζομένω τε καὶ ἀνιστάντι. γῆ γὰρ οἱ δίκαιοι, τὴν γῆν ἔτι περικείμενοι καὶ γῆ ὡς πρὸς τὸ μέγεθος παραβαλλό μενοι τοῦ κυρίου. ταὐτά τοι καὶ ὁ μακάριος Πέτρος οὐκ ὀκνεῖ λέγειν· "καὶ αὐτοὶ ὡς λίθοι ζῶντες οἰκοδομεῖσθε, οἶκος πνευματικός, ἱερά τευμα ἅγιον, ἀνενέγκαι πνευματικὰς θυσίας τὰς προσδεκτὰς τῷ θεῷ διὰ Ἰησοῦ Χριστοῦ." ἐπὶ δὲ τοῦ σώματος, ὃ κατὰ περιγραφὴν τόπον ἔνθεον ἑαυτῷ καθιέρωσεν ἐπὶ γῆς, "ὁ κύριος λύσατε εἶπε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. εἶπον οἱ Ἰουδαῖοι· τεσ σαράκοντα καὶ ἓξ ἔτεσιν ὁ ναὸς οὗτος ᾠκοδομήθη, καὶ σὺ τρισὶν ἡμέ ραις ἐγερεῖς αὐτόν; ἐκεῖνος δὲ ἔλεγε περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ." 37Maximus Confessor Opp. ed. Combefis Paris 1675 II p. 144 † PG 91 264). Τοῦ ἁγιωτάτου Κλήμεντος πρεσβυτέρου Ἀλεξανδρείας ἐκ τοῦ Περὶ προνοίας. Οὐσία ἐστὶν ἐπὶ θεοῦ θεός. οὐσία θεία ἐστὶν ἀίδιόν τι καὶ ἄν αρχον ἀσώματόν τε καὶ ἀπερίγραπτον καὶ τῶν ὄντων αἴτιον. οὐσία ἐστὶν τὸ δι' ὅλου ὑφεστός. φύσις ἐστὶν ἡ τῶν πραγμάτων ἀλήθεια ἢ τούτων τὸ ἐνούσιον, κατὰ δὲ τοὺς ἄλλους ἡ τῶν εἰς τὸ εἶναι παραγομένων γένεσις, καθ' ἑτέρους δὲ ἡ τοῦ θεοῦ πρόνοια ἐμποιοῦσα τοῖς γινομένοις τὸ εἶναι καὶ τὸ πῶς εἶναι. 38 Maximus Confessor a. a. O. II p. 146 † PG 91, 266f. und N. le 21Nourry21, Apparatus ad bibl. patrum I Col. 1335 aus Paris. 854 f. 130r. Φύσις λέγεται παρὰ τὸ πεφυκέναι. πρώτη οὐσία ἐστὶ πᾶν τὸ καθ' ἑαυτὸ ὑφεστός, οἷον λίθος· δευτέρα δὲ οὐσία αὐξητικὴ καθὸ αὔξει καὶ φθίνει, τὸ φυτόν· τρίτη δὲ οὐσία ἔμψυχος αἰσθητική, τὸ ζῷον, ὁ ἵππος· τετάρτη δὲ οὐσία ἔμψυχος αἰσθητικὴ λογική, ὁ ἄνθρω πος· δι' ὃ καὶ ἔσχατος γέγονεν ὡς ὢν ἐκ πάντων, τὴν ψυχὴν ἔχων ἄυλον καὶ τὸν νοῦν θεοῦ εἰκόνα. 39N. 21le Nourry21 a. a. O. Col. 1336 aus Paris. 854 f. 125v.

Τοῦ ἁγιωτάτου καὶ μακαριωτάτου Κλήμεντος, πρεσβυτέρου Ἀλεξ ανδρείας,

τοῦ Στρωματέως, ἐκ τοῦ Περὶ προνοίας λόγου. Τί θεός; θεός ἐστιν, ὡς καὶ ὁ κύριος λέγει, πνεῦμα. πνεῦμα δέ ἐστι κυρίως οὐσία ἀσώματος καὶ ἀπερίγραπτος. ἀσώματον δέ ἐστιν ὃ μὴ συμπληροῦται σώματι, ἢ οὖ τὸ εἶναι οὐκ ἔστι κατὰ τὸ πλάτος. μῆκος καὶ βάθος. ἀπερίγραπτον δέ ἐστιν, οὗ τόπος οὐδείς τόπος, τὸ κατὰ πάντα ἐν πᾶσιν καὶ ἐν ἑκάστῳ ὅλον καὶ ἐφ' ἑαυτοῦ τὸ αὐτό. 40 Maximus Confessor a. a. O. II p. 152