Sermo contra omnes haereses

 προαρπάσαι τὴν τῶν οὐρανῶν βασιλείαν. Καὶ πάλιν λέγει ὁ μέγας προφήτης Ἡσαΐας δεικτικῶς δεικνύων ὡς παρών· «Ἰδοὺ ἡ Παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξετα

 ὑποστάσεως αὐτοῦ·» καὶ πάλιν λέγει· «Ὃς, ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών.» Ὁρᾷς

 αὐτὴ ἡ Σοφία πῶς ἔλεγεν· «Ἐγὼ ἤμην, ᾗ προσέχαιρε· καθημέραν εὐφραινόμην ἐν προσώπῳ αὐτοῦ,» ὅτε ἐποίησε τὴν οἰκουμένην, συμπαρήμην αὐτῷ; Καὶ πάλιν λέ γ

 ἀχράντου καὶ ἀπειρογάμου Μαρίας. Ὦ ἀσεβέστατοι! οὐκ ἠκούσατε τοῦ μεγάλου ἀρχαγγέλου Γαβριὴλ λέγοντος πρὸς τὴν ἄχραντον Παρθένον Μαρίαν· «Χαῖρε, κεχαρι

 αὐτὸν, ἠρνήσατο, καὶ εὐθέως ἀλέκτωρ ἐφώνησε. Καὶ στρα φεὶς ὁ τῶν ὅλων Κύριος προσέσχε τῷ Πέτρῳ· καὶ ἐδάκρυσεν ὁ Πέτρος, καὶ διὰ τῶν δακρύων ἀπενίψα το

 «Τὰς νεομηνίας 28.524 ὑμῶν καὶ τὰ Σάββατα μισεῖ ἡ ψυχή μου;» Ἀφρονέστατε. Ὥσπερ διὰ τούτου τοῦ μεγάλου προφήτου· «Ἰδοὺ ἡ Παρθένος ἐν γαστρὶ ἕξει καὶ τ

«Τὰς νεομηνίας 28.524 ὑμῶν καὶ τὰ Σάββατα μισεῖ ἡ ψυχή μου;» Ἀφρονέστατε. Ὥσπερ διὰ τούτου τοῦ μεγάλου προφήτου· «Ἰδοὺ ἡ Παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ.» Καὶ πάλιν· «Παιδίον ἐγεννήθη·» καὶ πάλιν, ὅτι «Ἄνθρωπός ἐστι,» καὶ, «Τίς γνώσεται αὐτόν;» καὶ περὶ τούτου ἐσήμανε δι' ἑαυτοῦ ὁ Κύριος, ὅτι ἐν τῇ ἐπιδημίᾳ, μέλλοντος αὐτοῦ τοιαῦτα καὶ τηλικαῦτα σημεῖα καὶ τέρατα ποιεῖσθαι ἐν Σαββάτοις, καὶ ἀντὶ τοῦ εὐλογεῖν αὐτὸν, ὑποβαλλόμενοι ὑπὸ τοῦ διαβόλου, ὕβριζον αὐτόν. ∆ιὰ τοῦτο, καθὼς προεῖπον, καὶ αὐτὸ προεσημαίνετο. Λοιπὸν πρὸς ταῦτα τί λέγεις, ὦ ἄψυχε; Καὶ σὺ σὺν ταῖς ἄλλαις αἱρέσεσιν ἀπόλου. Ἡ δὲ καθολικὴ Ἐκκλησία αὕτη, ὀρθῶς ἀναγνοῦσα καὶ ἀκριβῶς ἐρευνήσασα τὰς θείας Γραφὰς, ἐπῳκοδόμησεν ἑαυτὴν ἐπὶ τὴν πέτραν, ἡ τελεία περιστερὰ, ἡ κατέχουσα τὸν οἴακα τῆς ὀρθῆς καὶ εὐσεβοῦς πίστεως ἐν τῷ σκάφει τῷ ἀποστολικῷ. Τῶν κυμάτων προσρασσόντων τῇ ἀκινήτῳ πέτρᾳ, καὶ ἐπαφριζόντων, εἰς ἑαυτὰ ἀναλυόμενα ἐξαφανίζονται. Τρικυμίας δὲ ἡγοῦ πάσας τὰς αἱρέσεις. Ἡμεῖς δὲ, παρακαλῶ, τούτῳ τῷ τριπλόκῳ καὶ ἀδιαιρέτῳ σχοινίῳ τὰ δράγματα σφίγξωμεν, τὰς ἐντολὰς ποιοῦντες λέγω, ἵνα καταντήσωμεν ἐκεῖ εἰς τὸν λιμένα τὸν σωτήριον ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, καὶ εἴπῃ ὁ Θεὸς Λόγος, ὁ Υἱὸς ἡ σοφία τοῦ Πατρός· «Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκας,» καὶ καταξιώσῃ εἰπεῖν καὶ πρὸς ἡμᾶς· εὖ, δοῦλοι πιστοὶ καὶ ἀγαθοί· ἐπὶ ὀλίγα ἦτε πιστοὶ, ἐπὶ πολλῶν καταστήσω ὑμᾶς, εἰσέλθετε εἰς τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν. Γένοιτο! Ἀμήν.

7