Sermo contra omnes haereses

 προαρπάσαι τὴν τῶν οὐρανῶν βασιλείαν. Καὶ πάλιν λέγει ὁ μέγας προφήτης Ἡσαΐας δεικτικῶς δεικνύων ὡς παρών· «Ἰδοὺ ἡ Παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξετα

 ὑποστάσεως αὐτοῦ·» καὶ πάλιν λέγει· «Ὃς, ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών.» Ὁρᾷς

 αὐτὴ ἡ Σοφία πῶς ἔλεγεν· «Ἐγὼ ἤμην, ᾗ προσέχαιρε· καθημέραν εὐφραινόμην ἐν προσώπῳ αὐτοῦ,» ὅτε ἐποίησε τὴν οἰκουμένην, συμπαρήμην αὐτῷ; Καὶ πάλιν λέ γ

 ἀχράντου καὶ ἀπειρογάμου Μαρίας. Ὦ ἀσεβέστατοι! οὐκ ἠκούσατε τοῦ μεγάλου ἀρχαγγέλου Γαβριὴλ λέγοντος πρὸς τὴν ἄχραντον Παρθένον Μαρίαν· «Χαῖρε, κεχαρι

 αὐτὸν, ἠρνήσατο, καὶ εὐθέως ἀλέκτωρ ἐφώνησε. Καὶ στρα φεὶς ὁ τῶν ὅλων Κύριος προσέσχε τῷ Πέτρῳ· καὶ ἐδάκρυσεν ὁ Πέτρος, καὶ διὰ τῶν δακρύων ἀπενίψα το

 «Τὰς νεομηνίας 28.524 ὑμῶν καὶ τὰ Σάββατα μισεῖ ἡ ψυχή μου;» Ἀφρονέστατε. Ὥσπερ διὰ τούτου τοῦ μεγάλου προφήτου· «Ἰδοὺ ἡ Παρθένος ἐν γαστρὶ ἕξει καὶ τ

αὐτὴ ἡ Σοφία πῶς ἔλεγεν· «Ἐγὼ ἤμην, ᾗ προσέχαιρε· καθημέραν εὐφραινόμην ἐν προσώπῳ αὐτοῦ,» ὅτε ἐποίησε τὴν οἰκουμένην, συμπαρήμην αὐτῷ; Καὶ πάλιν λέ γει ὁ μέγας Παροιμιαστής· «Ὁ Θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν.» Ἰδοὺ ἀεί ἐστιν ἐν τῷ Πατρί· καὶ ὁ μέγας Ἀπόστολος· «Χριστὸς Θεοῦ δύναμις καὶ Θεοῦ σοφία.» Τί πρὸς ταῦτα λέγει ὁ ἀνόητος Σαμοσατεὺς, καὶ οὗτος, ἐξυδαρώσας τὸν θεῖον τοῦτον οἶ νον, καὶ πιὼν, καὶ τυμπανωθεὶς, ἀπώλετο σὺν τοῖς Ἀρειομανίταις. 28.513 Εἴπωμεν καὶ πρὸς τοὺς ἀσεβεστάτους Μανι χαίους, τοὺς τρυγιοὺς τῶν κακῶν. Ὦ ἀσεβέστατοι Μανιχαῖοι, λέγετε δύο ὑποστάσεις εἶναι, ἀγαθοῦτε καὶ πονηροῦ; Καὶ λέγεις τὸν πονηρὸν θέλοντα μάχεσθαι τῷ ἀγαθῷ, ἵνα λάβῃ μέρος τι· καὶ ὁ ἀγα θὸς, φησὶν, ἀγαθὸς ὢν καὶ μὴ θέλων μάχεσθαι, δέ δωκε παραχωρήσας μέρος τι τῷ πονηρῷ, καὶ γέγονε τῷ πονηρῷ ἓν ἥμισυ μέρος, καὶ τῷ ἀγαθῷ ἥμισυ μέρος. Καὶ μεταμεληθὲν, φησὶν, ἦλθε τὸ ἀγαθὸν παρασκευάσασθαι εἰς πόλεμον, καὶ ἐσχημάτισεν ἑαυτὸν ἐν τῷ τοῦ πονηροῦ σχήματι. Ἀλλ', ὦ ἀσεβέστατε Μανιχαῖε, ὅτε ὁλόκληρον ἦν τὸ ἀγαθὸν, λέγεις, Οὐκ ἠθέλησε μάχεσθαι, καὶ ὅτε ἥμισυ γέγονεν, ὡς λέγεις, εἰς πόλεμον ἦλθε. ∆ιὰ τοῦτο λέγει ὁ ἀσεβέ στατος Μανιχαῖος, ὅτι «Ἦλθον ζητῆσαι τὸ ἀπολωλός.» Ὢ πολλῆς ἀφροσύνης! Ποῦ οὖν ἔτι ἀγαθοῦ γνώρισμα; Μάλιστα ὅτι καὶ τοῦ πονηροῦ σχῆμα ἀνέλαβε κατὰ σέ. Ὥσπερ οἰκοδεσπότου γυναῖκα ἐὰν ζωγράφος γράψῃ ἐν εἰκόνι παραχρῆμα ἀσέμνως, καὶ παρερχόμενος ὁ οἰκοδεσπότης ἴδῃ τὴν ἰδίαν γαμε τὴν παρὰ σχῆμα οὖσαν, οὐκ, ὀργισθεὶς καὶ πλήρης θυμοῦ γινόμενος ἀναιρήσει τὸν τοῦτο τολμήσαντα ποιῆσαι; Πόσῳ μᾶλλον τὸν λέγοντα, ὅτι τοῦ πονηροῦ σχῆμα ἀνέλαβεν; Ἰσχυρότερόν ἐστι τοί νυν, οὗ ἀπεχρήσατο τὸ σχῆμα. Ταῦτα τῶν ἀφρό νων καὶ ἀσεβῶν τὰ τολμήματα. Ὦ ἀσεβέστατε τρυγιὲ τῶν κακῶν Μανιχαῖε, οὐκ ἤκουσας τοῦ Ματθαίου λέγοντος περὶ τῆς ἐνανθρωπήσεως· «Βί βλος γενέσεως Ἰησοῦ Χριστοῦ υἱοῦ ∆αβὶδ, υἱοῦ Ἀβραάμ;» Ἀλλ' ἐρεῖ, ὅτι Οὐ δέχομαι τὴν Παλαιάν. Καὶ ἐγὼ ἐρῶ πρὸς αὐτόν· ∆ιὰ τί οὐ δέχῃ τὴν Παλαιάν; Οὐκ ἤκουσας αὐτοῦ τοῦ Κυρίου λέγοντος τοῖς ἀσεβεστάτοις καὶ ἀχαρίστοις Ἰουδαίοις· «Εἰ ἐπι στεύετε Μωσῇ, ἐπιστεύετε ἂν ἐμοὶ, ὅτι Μωσῆς περὶ ἐμοῦ ἐλάλησε.» Τί ἐλάλησεν, ὦ Κύριε; «Προφήτην ὑμῖν ἀναστήσει Κύριος ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμέ.» Τοῦτον τὸν προφήτην ὡμολόγει ἡ μακαρία Σαμαρεῖτις λέγουσα· «Κύριε, θεωρῶ, ὅτι προφήτης εἶ σύ.» Εἰ καὶ ἄνθρωπον καὶ Κύριον καὶ προ φήτην ὡμολόγει ἡ μακαρία Σαμαρεῖτις· ἰδοὺ πάντη καὶ ὁ νόμος καὶ οἱ προφῆται, οἱ μεγάλοι καὶ οἱ ἅγιοι ὁμολογοῦσι. Πῶς δύναται βότρυς εἶναι ἄνευ ἀμπέλου; Πῶς δύναται βεβαιωθῆναι πᾶσα πραγματεία, καὶ ἡ εἰς τὸν κόσμον μέλλουσα ἔσεσθαι σωτηρία; Ὁμολο γήσουσιν οἱ σημάντορες οἱ μεγάλοι προφῆται καὶ ὁ νόμος· μάλιστα αὐτοῦ τοῦ Κυρίου λέγοντος, ὅτι 28.516 «Ὁ νόμος καὶ οἱ προφῆται μέχρις Ἰωάννου·» καὶ πάλιν· «Οὐκ ἦλθον καταλῦσαι τὸν νόμον οὐδὲ τοὺς προφήτας, ἀλλὰ πληρῶσαι.» Ὦ τρυγιοὶ πασῶν αἱρέσεων! Αὔταρκες αὐτοῖς ἐστι τὸ ὄνομα πρὸς τὴν πίστιν αὐτῶν. Περὶ τούτων εἶπεν ὁ μέγας ψαλμῳδὸς ∆αβίδ· «Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι Θεός. ∆ιεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἐπιτη δεύμασι,» καὶ αὐτοὶ μὴ ὁμολογήσαντες τὴν ἔνσαρ κον παρουσίαν, ἀλλὰ φαντασίαν, λέγοντος τοῦ Κυρίου πρὸς τοὺς Ἰουδαίους· «Τί με ζητεῖτε ἀποκτεῖναι ἄνθρωπον, ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα;» Καὶ πάλιν λέγοντος αὐτοῦ πρὸς τὸν ὑπηρέτην τὸν ῥαπίσαντα αὐτόν· «Εἰ κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με τύπτεις;» Μὴ δύναται φαντασία τύπτεσθαι ἢ προσηλωθῆναι ἐν τῷ σταυρῷ; Οὐκ ἆρα σῶμα ἦν; Καὶ πῶς λέγει, ὅτι φαντασία ἐστί; Καὶ οὗτοι συνεξ αφανιζέσθωσαν νομίζοντες ἄκρατον εἶναι τὸν θεῖον οἶνον, καὶ εἰς ἔκστασιν γενόμενοι ἀπώλοντο. Εἴπωμεν καὶ πρὸς Μαρκίωνα καὶ Οὐαλεντῖνον καὶ Βασιλίδην τὸν λέγοντα ὡς διὰ σωλῆνος ὕδωρ παρελθόντα τὸν Κύριον διὰ τῆς

4