Sermo contra omnes haereses

 προαρπάσαι τὴν τῶν οὐρανῶν βασιλείαν. Καὶ πάλιν λέγει ὁ μέγας προφήτης Ἡσαΐας δεικτικῶς δεικνύων ὡς παρών· «Ἰδοὺ ἡ Παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξετα

 ὑποστάσεως αὐτοῦ·» καὶ πάλιν λέγει· «Ὃς, ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών.» Ὁρᾷς

 αὐτὴ ἡ Σοφία πῶς ἔλεγεν· «Ἐγὼ ἤμην, ᾗ προσέχαιρε· καθημέραν εὐφραινόμην ἐν προσώπῳ αὐτοῦ,» ὅτε ἐποίησε τὴν οἰκουμένην, συμπαρήμην αὐτῷ; Καὶ πάλιν λέ γ

 ἀχράντου καὶ ἀπειρογάμου Μαρίας. Ὦ ἀσεβέστατοι! οὐκ ἠκούσατε τοῦ μεγάλου ἀρχαγγέλου Γαβριὴλ λέγοντος πρὸς τὴν ἄχραντον Παρθένον Μαρίαν· «Χαῖρε, κεχαρι

 αὐτὸν, ἠρνήσατο, καὶ εὐθέως ἀλέκτωρ ἐφώνησε. Καὶ στρα φεὶς ὁ τῶν ὅλων Κύριος προσέσχε τῷ Πέτρῳ· καὶ ἐδάκρυσεν ὁ Πέτρος, καὶ διὰ τῶν δακρύων ἀπενίψα το

 «Τὰς νεομηνίας 28.524 ὑμῶν καὶ τὰ Σάββατα μισεῖ ἡ ψυχή μου;» Ἀφρονέστατε. Ὥσπερ διὰ τούτου τοῦ μεγάλου προφήτου· «Ἰδοὺ ἡ Παρθένος ἐν γαστρὶ ἕξει καὶ τ

ὑποστάσεως αὐτοῦ·» καὶ πάλιν λέγει· «Ὃς, ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών.» Ὁρᾷς, ὅτι περὶ τῆς ἐνανθρωπήσεώς εἰσιν αἱ τοιαῦται φωναί. Καὶ αὐτὸς ὁ Κύριος αὐθεντικῇ φωνῇ εἶπεν· «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί·» καὶ πάλιν λέγει Φιλίππῳ· «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.» Καὶ λέγει διὰ τοῦ μεγάλου προφήτου· «Ἴδετέ με, ὅτι ἐγώ εἰμι, καὶ οὐκ ἠλλοίωμαι.» Καὶ πάλιν λέγει· «Ἐγὼ ἐκ τοῦ Πατρὸς ἐξῆλθον, καὶ ἥκω.» Καὶ διὰ τοῦ Ἱερεμίου λέγει ὁ Πατήρ· «Ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους, οἳ οὐ δυνήσονται ἑαυτοῖς ὕδωρ συναγαγεῖν.» Οὐ χθὲς ἡ πηγὴ, καὶ σήμερον τὸ ὕδωρ· μὴ γένοιτο! Ἀεὶ πηγὴ, ἀεὶ ὕδωρ. Τάλανες οἱ ἀχάριστοι Ἀρειομανῖται· τούτων κρείττων εὑρέθη ὁ Ναβουχοδονόσορ, ὃς, ἑαυτὸν θεὸν νομίζων εἶναι, καὶ εἰκόνα ἑαυτοῦ στήσας ἐν Βαβυλῶ νι, καὶ ἐμβαλὼν εἰς τὴν κάμινον τοῦ πυρὸς Ἀνανίαν, καὶ Ἀζαρίαν, καὶ Μισαήλ· καὶ τοῦ δροσοποιοῦ λόγου ἐν μέσῳ αὐτῶν γινομένου, καὶ ἐξελάσαντος τὸ πῦρ, καὶ αὑτῶν ὑμνούντων· καὶ ἐλθόντος τοῦ Ναβουχοδονόσορ, καὶ ἑωρακότος αὐτοὺς ὑμνοῦντας, ἔλεγε τοῖς παισὶν αὑτοῦ· «Οὐχὶ ἄνδρας τρεῖς ἐνεβάλομεν εἰς τὴν κάμινον;» Οἱ δὲ εἶπον· «Ἀληθῶς, βασιλεῦ.» Καὶ εἶπε πρὸς αὐτούς· «Ἰδοὺ θεωρῶ ἐγὼ ἄνδρας τέσσαρας, καὶ ὁ τέταρτος ὅμοιος Υἱῷ Θεοῦ.» Ὦ Ναβουχοδονόσορ, σεαυτὸν θεὸν ἐποίησας, πῶς οἶδας, ὅτι ὅμοιος Υἱῷ Θεοῦ ἐστιν; εὐθέως εἶπεν· Αὐτὸς κατέ νυξέ με εἰπεῖν. Χρείττων τούτων εὑρέθη Ναβουχο δονόσορ τῶν ἀσεβῶν, καὶ μηδὲ ὅμοιον, μηδὲ ὁμοούσιον λεγόντων τὸν Υἱόν. Εἴπατε τοῖς ἀσεβέσι μὴ βλασφημεῖν, ἀλλ' εὐφημοῦντας προσκυνεῖν τὸν ὄντα Θεὸν Λόγον ἐν πνεύματι, εἰ ἄρα ἀφεθήσεται ἡ ἀσέβεια τῆς βλασφημίας αὐτῶν. Τούτων τοίνυν ἐξοστρακισθέντων καὶ ἐκβληθέν των ἐκ τοῦ Θείου χοροῦ, εἴπωμεν καὶ πρὸς Τοὺς τούτων ἀδελφοὺς τοὺς Πνευματομάχους τοὺς Τροπικοὺς, τοὺς λέγοντας τὸ Πνεῦμα εἶναι κτιστόν. Ὦ Τρο 28.512 πικὲ, οὐκ ἤκουσας τοῦ ∆αβὶδ λέγοντος· «Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν;» Ἰδοὺ ἡ Τριὰς ἀδιαίρετος. Καὶ πάλιν ἐν τῇ κοσμοποιίᾳ διηγούμενος ὁ μέγας θεράπων Μωσῆς· «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος, καὶ σκότος ἐπάνω τῆς ἀβύσσου, καὶ Πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος.» Ὁμοίως καὶ ὁ μέγας Παῦλος λέγει· «Ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ἡμῶν κράζον· Ἀββᾶ, ὁ Πατήρ.» Καὶ αὐτὸς ὁ Πατὴρ λέγει διὰ τοῦ μεγάλου προφήτου· «Ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσι.» Καὶ αὐτὸς ὁ Κύριος, ἐλθὼν σῶσαι τὸ γένος ἡμῶν τῶν ἀνθρώπων αὐθεντικῇ φωνῇ εἶπεν· «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί·» καὶ, «Ἐγώ εἰμι ἡ ἀλήθεια·» καὶ, «Ἐὰν ἀπέλθω πρὸς τὸν Πατέρα μου, οὐκ ἀφήσω ὑμᾶς ὀρφανοὺς, ἀλλ' ἀποστελῶ ὑμῖν τὸν Παράκλητον τὸ Πνεῦμα τῆς ἀληθείας.» Ἰδοὺ τὸ Πνεῦμα ἐν τῇ ἀληθείᾳ, ἡ ἀλήθεια ἐν τῷ Πατρί. Ἰδοὺ ἡ Τριὰς ἀδιαίρετος, τὸ τρίπλοκον σχοινίον, ἐν ᾧ τὰ δράγματα σφίγγοντες προσφέρομεν τῷ Πατρί. Καὶ οὗτοι οὖν σὺν τοῖς Ἀρειομανίταις ἀπώλοντο. Εἴπωμεν καὶ πρὸς τὸν ἀτυχέστατον Σαμοσατέα Παῦλον, τὸν λέγοντα, ὅτι ἀφ' οὗ προῆλθεν ἀπὸ τῆς ἀπειρογάμου Παρθένου, ἀπὸ τότε Υἱὸς ἐχρημάτισεν. Ἄφρον, οὐκ ἤκουσας αὐτοῦ τοῦ Κυρίου λέγοντος πρὸς τοὺς Ἰουδαίους· «Ὁ πατὴρ ὑμῶν Ἀβραὰμἠγαλλιάσατο ἰδεῖν τὴν ἡμέραν τὴν ἐμὴν, καὶ εἶδε καὶ ἐχάρη.» Καὶ τῶν ἀχαρίστων Ἰουδαίων λεγόντων πρὸς αὐτὸν τὸν Κύριον, «Οὔπω τεσσαράκοντα ἔτη ἔχεις, καὶ λέγεις ἑωρακέναι τὸν Ἀβραάμ;» Ἀπεκρίθη πρὸς αὐτοὺς καὶ ἔλεγεν· «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, πρὶν Ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι.» Εἰ, πρὶν Ἀβραὰμ γενέσθαι, αὐτός ἐστι, πῶς λέγεις, ὅτι μετὰ τὴν ἔνσαρκον αὐτοῦ παρουσίαν Υἱὸς ἐχρημάτισεν; Οὐκ ἤκουσας ἐν τῷ Παροιμιαστῇ,

3