Sermo contra omnes haereses

 προαρπάσαι τὴν τῶν οὐρανῶν βασιλείαν. Καὶ πάλιν λέγει ὁ μέγας προφήτης Ἡσαΐας δεικτικῶς δεικνύων ὡς παρών· «Ἰδοὺ ἡ Παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξετα

 ὑποστάσεως αὐτοῦ·» καὶ πάλιν λέγει· «Ὃς, ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών.» Ὁρᾷς

 αὐτὴ ἡ Σοφία πῶς ἔλεγεν· «Ἐγὼ ἤμην, ᾗ προσέχαιρε· καθημέραν εὐφραινόμην ἐν προσώπῳ αὐτοῦ,» ὅτε ἐποίησε τὴν οἰκουμένην, συμπαρήμην αὐτῷ; Καὶ πάλιν λέ γ

 ἀχράντου καὶ ἀπειρογάμου Μαρίας. Ὦ ἀσεβέστατοι! οὐκ ἠκούσατε τοῦ μεγάλου ἀρχαγγέλου Γαβριὴλ λέγοντος πρὸς τὴν ἄχραντον Παρθένον Μαρίαν· «Χαῖρε, κεχαρι

 αὐτὸν, ἠρνήσατο, καὶ εὐθέως ἀλέκτωρ ἐφώνησε. Καὶ στρα φεὶς ὁ τῶν ὅλων Κύριος προσέσχε τῷ Πέτρῳ· καὶ ἐδάκρυσεν ὁ Πέτρος, καὶ διὰ τῶν δακρύων ἀπενίψα το

 «Τὰς νεομηνίας 28.524 ὑμῶν καὶ τὰ Σάββατα μισεῖ ἡ ψυχή μου;» Ἀφρονέστατε. Ὥσπερ διὰ τούτου τοῦ μεγάλου προφήτου· «Ἰδοὺ ἡ Παρθένος ἐν γαστρὶ ἕξει καὶ τ

αὐτὸν, ἠρνήσατο, καὶ εὐθέως ἀλέκτωρ ἐφώνησε. Καὶ στρα φεὶς ὁ τῶν ὅλων Κύριος προσέσχε τῷ Πέτρῳ· καὶ ἐδάκρυσεν ὁ Πέτρος, καὶ διὰ τῶν δακρύων ἀπενίψα το τὴν ἄρνησιν ἐν αὐτῇ τῇ μετανοίᾳ. Καὶ πάλιν ὁ ἅγιος προφήτης εἶπεν· «Ἄστρα δὲ οὐ καθαρὰ ἐνώπιον αὐτοῦ.» Εἰ ἄστρα οὐ καθαρὰ, πῶς σὺ τὸν καθαρὸν καὶ εὔσπλαγχνον, καὶ φιλάνθρωπον Θεὸν σκληρὸν καὶ ἀφιλάνθρωπον λέγεις; Καὶ οὗτος συνεκβαλλέσθω μετὰ τῶν ἄλλων αἱρεσιαρχῶν. Εἴπωμεν καὶ πρὸς τὸν δείλαιον Φρύγα τὸν λέγοντα μετὰ τὴν ἐπιδημίαν τοῦ Σωτῆρος ἐπιδεδημη κέναι Μοντανὸν καὶ Πρίσκιλλαν. Ταῦτα γρεῶν πτύ σματα ἴσως ὡς κεκεπφωμένων. Πῶς δύναται μετὰ τὴν ἐπιδημίαν τοῦ Σωτῆρος πάλιν προφήτης ἐπιδεδη μηκέναι; Οὐκ ἤκουσας, ὅτι ὁ νόμος καὶ οἱ προφῆται ἕως Ἰωάννου; Ἄκουσον σὺ, λαὲ τοῦ Κυρίου. Ὥσπερ βασιλεὺς μέλλει καταντᾷν ἔν τινι πόλει, καὶ ἀποστέλλει σημάντορας λέγων· Ἰδοὺ ποίῳ σχήματι μέλλω ἔρχεσθαι. Ἐὰν δὲ ἐπιδημήσῃ, καὶ ἐπιγνῶσι τὴν ἐνσημανθεῖσαν ἐπιδημίαν, προσκυνοῦντες αὐτὸν, οὐκ ἔτι χρεία τοῦ σημαίνοντος· αὐτοψὶ γὰρ ἑώρακα αὐτὸν τὸν σημανθέντα. Ἐὰν δέ τις εἴπῃ ἐν αὐτῇ τῇ πόλει, ὅτι μέλλει ἔσεσθαι ὁ βασιλεὺς, οὐκ ἂν κατα πτύσωσιν αὐτοῦ οἱ ἐν τῇ πόλει λέγοντες, ὅτι· Ὃν ἑωράκαμεν καὶ ἔχομεν μεθ' ἑαυτῶν, πῶς σὺ λέγεις, ὅτι σημαίνω ὑπάρχειν ἄλλον; Καὶ οὗτοι τοίνυν σὺν ταῖς ἄλλαις αἱρέσεσιν ἀπώλοντο Εἴπωμεν καὶ πρὸς τὴν νέαν αἵρεσιν, τὴν ἐκ Συρίας ἐλθοῦσαν εἰς Αἴγυπτον, τοὺς Ἀπολλιναριστάς· καινὸν δόγμα προσενέγκαντος Ἀπολλιναρίου, σῶμα μόνον λαβόντα Θεὸν ἐκ τῆς ἀχράντου καὶ ἀειπαρθένου Μαρίας, καὶ αὐτὸν τὸν Θεὸν Λόγον ἀντὶ ψυχῆς ὄντα. Ὦ ἀτελέστατε καὶ ἄψυχε! Εἰ, τελείου 28.521 τοῦ ἀνθρώπου παρὰ τὴν ἐντολὴν πράξαντος, καὶ ἐκβληθέντος τοῦ παραδείσου, καὶ εἰς θάνατον καταπεσόντος, μερικῶς ἔσωζε τὸν ἄνθρωπον· καὶ πῶς ἔμελλε σώζεσθαι ἡ ψυχή; Οὐκ ἤκουσας τοῦ μεγάλου προφήτου Ἡσαΐου κατὰ τῆς ἀθεΐας σου κηρύσσοντος, ὅτι «Παιδίον ἐγεννήθη ἡμῖν, καὶ υἱὸς ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλοῦσι τὸ ὄνομα αὐτοῦ Μεγάλης βουλῆς ἄγγελος.» Μὴ εἶπεν, ὅτι Σὰρξ οὐ παιδίον καὶ υἱὸς ἐγεννήθη. Γνῶθι, ἀσύνετε, ὅτι, παιδίον λέγων, τέλειον ἄνθρωπον δείκνυσι. ∆ειχθέντος τοίνυν τοῦ τελείου, ὁ μέγας εὐαγγελιστὴς Ἰωάννης ὁ υἱὸς τῆς βροντῆς, ἁπλῇ τῇ φωνῇ λέγει· «Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδέν.» Καὶ αὐτὸς ὁ Κύριος λέγει· «Νῦν ἡ ψυχή μου τετάρακται.» Εἰς τίνα φθάνει αὕτη ἡ φωνή; εἰς τὸν Θεὸν Λόγον; Ἄπαγε! Ὁ ἀτάραχος Θεὸς Λόγος, ἐλθὼν τὴνταραχὴν παῦσαι, αὐτὸς ἔλεγε τὴν φωνήν; Ἀλλὰ τὸ σῶμα μᾶλλον θέλεις λέγειν, ὅτι αὐτὸ εἶπε; σφάλλῃ, καθ' ἑαυτὸ τὸ σῶμα ἀκίνητόν ἐστιν, εἰ μὴ ἡ ψυχὴ ἦν ἐν αὐτῷ. Οὐκ ἤκουσας Μωσέως λέγοντος· «Ἐμφάνισόν μοι σαυτόν;» καὶ εὐθέως ἀκούει· «Οὐδεὶς ὄψεται τὸ πρόσωπόν μου, καὶ ζήσεται.» Μετὰ δὲ τὸ τεθῆναι τὸ σῶμα ἐν τῷ μνημείῳ σὺν τοῖς σώμασι, πῶς κατήρχετο ἡ θεότης ἐν τῷ ᾅδῃ σῶσαι τὰς ψυχὰς γυμνή; Μᾶλλον ἀπολέσαι αὐτὰς κατήρχετο, ἢ σῶσαι. Οὐδεὶς γὰρ ἠδύνατο ἰδεῖν τὴν θεότητα γυμνὴν καὶ σωθῆναι. Οὐκοῦν ἄρα τῆς ψυχῆς χρεία· ἵνα ἐν τῇ ψυχῇ δυνηθῶσιν αἱ ψυχαὶ σωθῆναι. Καὶ πάλιν αὐτὸς ὁ Κύριος λέγει· «Ὁ καλὸς ποιμὴν τὴν ψυχὴν τίθησιν ὑπὲρ τῶν προβάτων. Ἐγώ εἰμι ὁ καλὸς ποιμήν.» Καὶ πάλιν λέγει· «Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ πάλιν ἆραι αὐτήν.» Καὶ πάλιν χρηματίζει ὁ ἄγγελος τῷ Ἰωσὴφ ἐν τῇ Αἰγύπτῳ, καὶ λέγει αὐτῷ· «Ἀναστὰς, ἆρον τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, ἰδοὺ γὰρ τεθνήκασιν οἱ ζητοῦντες τὴν ψυχὴν τοῦ παιδίου.» Ἰδοὺ πάντη μαρτυρεῖται ἐν ταῖς θείαις Γραφαῖς περὶ τῆς ἐπιδημίας τοῦ ἀγαθοῦ καὶ φιλανθρώπου Θεοῦ Λόγου, ὅτι τέλειον τὸν ναὸν, ἄνθρωπον ἐφόρεσε γενόμενος ἄνθρωπος, ἵνα σωθῇ πᾶν τὸ γένος ἡμῶν τῶν ἀνθρώπων. Ἀλλὰ τί ἐρεῖς, ὅτι διὰ Ἡσαΐου εἶπε πρὸς τοὺς Ἰουδαίους·

6