Sermo contra omnes haereses

 προαρπάσαι τὴν τῶν οὐρανῶν βασιλείαν. Καὶ πάλιν λέγει ὁ μέγας προφήτης Ἡσαΐας δεικτικῶς δεικνύων ὡς παρών· «Ἰδοὺ ἡ Παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξετα

 ὑποστάσεως αὐτοῦ·» καὶ πάλιν λέγει· «Ὃς, ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών.» Ὁρᾷς

 αὐτὴ ἡ Σοφία πῶς ἔλεγεν· «Ἐγὼ ἤμην, ᾗ προσέχαιρε· καθημέραν εὐφραινόμην ἐν προσώπῳ αὐτοῦ,» ὅτε ἐποίησε τὴν οἰκουμένην, συμπαρήμην αὐτῷ; Καὶ πάλιν λέ γ

 ἀχράντου καὶ ἀπειρογάμου Μαρίας. Ὦ ἀσεβέστατοι! οὐκ ἠκούσατε τοῦ μεγάλου ἀρχαγγέλου Γαβριὴλ λέγοντος πρὸς τὴν ἄχραντον Παρθένον Μαρίαν· «Χαῖρε, κεχαρι

 αὐτὸν, ἠρνήσατο, καὶ εὐθέως ἀλέκτωρ ἐφώνησε. Καὶ στρα φεὶς ὁ τῶν ὅλων Κύριος προσέσχε τῷ Πέτρῳ· καὶ ἐδάκρυσεν ὁ Πέτρος, καὶ διὰ τῶν δακρύων ἀπενίψα το

 «Τὰς νεομηνίας 28.524 ὑμῶν καὶ τὰ Σάββατα μισεῖ ἡ ψυχή μου;» Ἀφρονέστατε. Ὥσπερ διὰ τούτου τοῦ μεγάλου προφήτου· «Ἰδοὺ ἡ Παρθένος ἐν γαστρὶ ἕξει καὶ τ

προαρπάσαι τὴν τῶν οὐρανῶν βασιλείαν. Καὶ πάλιν λέγει ὁ μέγας προφήτης Ἡσαΐας δεικτικῶς δεικνύων ὡς παρών· «Ἰδοὺ ἡ Παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται Υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουὴλ,» ὅ ἐστι μεθερμηνευόμενον, «Μεθ' ἡμῶν ὁ Θεός.» Μελλούσης τοίνυν ταύτης τῆς προφητικῆς σημασίας πληροῦσθαι, ἀποστέλλεται ὁ μέγας ἀρχάγγελος Γαβριὴλ ὁ ἐν δεξιᾷ τῆς μεγαλοσύνης παρεστηκὼς σημᾶναι τῇ ἀχράντῳ Θεοτόκῳ καὶ ἀπειρογάμῳ Μαρίᾳ, καὶ λέγει πρὸς αὐτήν· «Χαῖρε, κεχαριτωμένη· ὁ Κύριος μετὰ σοῦ.» Κύριον δὲ λέγων, τὸν κοινὸν δεσπότην ἐσήμανεν, ὁμολογῶν τὴν συνδουλείαν. «Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σε· διὸ καὶ τὸ γεννώμενον ἐκ σοῦ Ἅγιον κληθήσεται.» Ἀληθῶς, ἀγαπητοὶ, ἅγιον καλεῖται ὁ ναὸς τοῦ μέλλοντος ἁγιάζειν πᾶσαν τὴν οἰκουμένην. Καὶ πάλιν λέγει ὁ αὐτὸς προφήτης· «Παιδίον ἐγεννήθη ἡμῖν, καὶ υἱὸς ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ. Καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ Μεγάλης βουλῆς ἄγγελος.» Τούτων τοίνυν πληρωθέντων, λέγει ὁ μέγας εὐαγγελιστὴς Ἰωάννης ὁ υἱὸς τῆς βροντῆς· «Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν 28.508 Θεόν. Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγέ νετο οὐδὲ ἕν.» Εἰ δι' αὐτοῦ πάντα γέγονεν, ἄρα ἐκ τός ἐστι τῶν γενητῶν, καὶ φανερόν ἐστιν, ὅτι ἐν τῷ Πατρὶ ἦν πάντοτε. Τάλανες οἱ Ἰουδαῖοι νέοι οἱ Ἀρειομανῖται, οἱ μὴ ὀρθῶς ἀναγνόντες, μηδ' ἀκριβῶς ἐρευνήσαντες τυφλοὺς ἔχοντες τοὺς τῆς διανοίας ὀφθαλμοὺς, νομίζοντες τὸν κτίστην καὶ δημιουργὸν τῶν ὅλων κτίσμα εἶναι. Ἀκούσατε τοῦ μεγάλου εὐαγγελιστοῦ τὸ, «Ἐν ἀρχῇ.» Ὦ χριστομάχε Ἀρειανὲ,εἰ ἦν εἰπὼν, ὅτι Ἐν ἀρχῇ γέγονεν, εἶχες ἂν χρῶμα λέγειν, ὅτι Ἰδοὺ ὁ εὐαγγελιστὴς εἶπεν· Ἐν ἀρχῇ γέγονεν. Εἰ δὲ εἶπεν· «Ἐν ἀρχῇ ἦν,» ζήτησον ἀκριβῶς, καὶ εὑρήσεις τὴν ἀλήθειαν· ἔπειτα ἐπ ερώτησον τὸν μέγαν εὐαγγελιστὴν λέγων πρὸς αὐτόν· Ὦ εὐαγγελιστὰ, εἰπὲ ἡμῖν τὴν πραγματείαν τῆς ἀρχῆς, καὶ τοῦ ὄντος Θεοῦ Λόγου· ὅτι χριστομάχοι Ἀρειανοὶ νομίζουσι κτίσμα εἶναι τὸν κτίστην τῶν ὅλων· εὐθέως λέξει σοι ὁ μέγας εὐαγγελιστής· Ἀνά γνωθι τῆς κοσμοποιίας τὴν Γένεσιν, οὕτω λέγουσαν· «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν.» Ἔστω τοίνυν τὰ μὴ ὄντα εἰς τὸ εἶναι, εἰς τὰ μέλλοντα ἔσεσθαι. Ἦν ὁ Θεὸς Λόγος πρὸς τὸν Πατέρα, δι' οὗ τὰ πάντα γέγονεν. Οὐκοῦν καλῶς ὁ εὐαγγελιστὴς λέγει· «Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος.» Ἰδοὺ τριχῶς τὸ «ἦν,» οὐδαμοῦ τὸ, «οὐκ ἦν.» Καὶ ὁ μέγας ἀρχάγγελος Γαβριὴλ, ὅτε πρὸς τὴν ἄχραντον καὶ ἀπειρόγαμον Θεοτόκον ἔλεγε· «Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπι σκιάσει σοι,» οὐκ εἶπεν, ὅτι Πνεῦμα ἐπὶ σὲ γενήσεται, ἢ δύναμις ποιηθήσεται ἐπὶ σὲ, ἀλλὰ, «Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι.» Τοῦτο καὶ ὁ μακάριος Ἀπόστολος ἐδήλωσε λέγων· «Χριστὸς Θεοῦ δύναμις, καὶ Θεοῦ σοφία.» Ἀλλ' ἐρεῖ πρὸς ταῦτα ὁ Ἀρειομανίτης, ὅτι Πῶς λέγει ὁ Παροιμιαστὴς, ὅτι «Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ.» Ὦ ἀσεβέστατε, οὐκ ἤκουσας τοῦ ἀρχαγγέλου λέ γοντος τῇ Παρθένῳ· «Τὸ γεννώμενον ἐκ σοῦ Ἅγιον κληθήσεται;» Ὁρᾷς, ὅτι περὶ τῆς πραγματείας τῆς ἐνανθρωπήσεως ἔλεγεν. Ἐπειδὴ δὲ πεπαλαίωται ἡ ἑξαήμερος ἡ παλαίωσις ἐν τῇ παραβάσει τοῦ πατρὸς τοῦ γένους ἡμῶν Ἀδὰμ, καὶ εἰς θάνατον καταπεπτώκει τὸ γένος ἡμῶν, εὐδόκησεν ὁ Θεὸς 28.509 πρὸς ἡμᾶς πέμψαι τὸν ἴδιον Υἱὸν Θεὸν Λόγον, λα βεῖν τε, καθὼς προεῖπον, ἐκ τῆς ἀπειρογάμου Παρ θένου τὸν ναὸν, τὸν ἄνθρωπον. Καὶ λέγει ὁ μακάριος ἀπόστολος Παῦλος· Εὐδόκησεν ὁ Θεὸς καταπέμψαι τὸν Υἱὸν αὐτοῦ εἰς τὸν κόσμον, γεννώμενον ἐκ γυναικός. Ὁρᾷς, ὅτι περὶ τῆς ἐνανθρωπήσεώς ἐστιν. Εἰ δὲ θέλεις ἀκοῦσαι περὶ τῆς ἀδιαιρέτου καὶ μιᾶς θεότητος, ἄκουε Παύλου λέγοντος· «Ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς

2